Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 7

καὶ ἐγένετο ἡ̨̃ ἡμέρα̨ συνετέλεσεν Μωυση̃ς ὥστε ἀναστη̃σαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά
καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν οὑ̃τοι ἄρχοντες φυλω̃ν οὑ̃τοι οἱ παρεστηκότες ἐπὶ τη̃ς ἐπισκοπη̃ς
καὶ ἤνεγκαν τὰ δω̃ρα αὐτω̃ν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τη̃ς σκηνη̃ς
καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων
λαβὲ παρ' αὐτω̃ν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ δώσεις αὐτὰ τοι̃ς Λευίταις ἑκάστω̨ κατὰ τὴν αὐτου̃ λειτουργίαν
καὶ λαβὼν Μωυση̃ς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοι̃ς Λευίταις
τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοι̃ς υἱοι̃ς Γεδσων κατὰ τὰς λειτουργίας αὐτω̃ν
καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοι̃ς υἱοι̃ς Μεραρι κατὰ τὰς λειτουργίας αὐτω̃ν διὰ Ιθαμαρ υἱου̃ Ααρων του̃ ἱερέως
καὶ τοι̃ς υἱοι̃ς Κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα του̃ ἁγίου ἔχουσιν ἐπ' ὤμων ἀρου̃σιν
10 καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν του̃ θυσιαστηρίου ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δω̃ρα αὐτω̃ν ἀπέναντι του̃ θυσιαστηρίου
11 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἄρχων εἱ̃ς καθ' ἡμέραν ἄρχων καθ' ἡμέραν προσοίσουσιν τὰ δω̃ρα αὐτω̃ν εἰς τὸν ἐγκαινισμὸν του̃ θυσιαστηρίου
12 καὶ ἠ̃ν ὁ προσφέρων τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ τὸ δω̃ρον αὐτου̃ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τη̃ς φυλη̃ς Ιουδα
13 καὶ προσήνεγκεν τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
14 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
15 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
16 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
17 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ναασσων υἱου̃ Αμιναδαβ
18 τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ προσήνεγκεν Ναθαναηλ υἱὸς Σωγαρ ἄρχων τη̃ς φυλη̃ς Ισσαχαρ
19 καὶ προσήνεγκεν τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
20 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
21 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
22 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
23 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ναθαναηλ υἱου̃ Σωγαρ
24 τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἄρχων τω̃ν υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
25 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
26 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
27 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
28 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
29 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελιαβ υἱου̃ Χαιλων
30 τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἄρχων τω̃ν υἱω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
31 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
32 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
33 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
34 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
35 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισουρ υἱου̃ Σεδιουρ
36 τη̨̃ ἡμέρα̨ τη̨̃ πέμπτη̨ ἄρχων τω̃ν υἱω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
37 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
38 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
39 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
40 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
41 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Σαλαμιηλ υἱου̃ Σουρισαδαι
42 τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ ἄρχων τω̃ν υἱω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
43 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
44 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
45 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
46 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
47 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισαφ υἱου̃ Ραγουηλ
48 τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἄρχων τω̃ν υἱω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ
49 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
50 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
51 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
52 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
53 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισαμα υἱου̃ Εμιουδ
54 τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἄρχων τω̃ν υἱω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
55 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
56 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
57 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
58 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
59 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Γαμαλιηλ υἱου̃ Φαδασσουρ
60 τη̨̃ ἡμέρα̨ τη̨̃ ἐνάτη̨ ἄρχων τω̃ν υἱω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
61 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
62 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
63 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
64 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
65 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αβιδαν υἱου̃ Γαδεωνι
66 τη̨̃ ἡμέρα̨ τη̨̃ δεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
67 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
68 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
69 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
70 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
71 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αχιεζερ υἱου̃ Αμισαδαι
72 τη̨̃ ἡμέρα̨ τη̨̃ ἑνδεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
73 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
74 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
75 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
76 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
77 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Φαγαιηλ υἱου̃ Εχραν
78 τη̨̃ ἡμέρα̨ τη̨̃ δωδεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν
79 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
80 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
81 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
82 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
83 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αχιρε υἱου̃ Αιναν
84 οὑ̃τος ὁ ἐγκαινισμὸς του̃ θυσιαστηρίου ἡ̨̃ ἡμέρα̨ ἔχρισεν αὐτό παρὰ τω̃ν ἀρχόντων τω̃ν υἱω̃ν Ισραηλ τρυβλία ἀργυρα̃ δώδεκα φιάλαι ἀργυραι̃ δώδεκα θυίσκαι χρυσαι̃ δώδεκα
85 τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πα̃ν τὸ ἀργύριον τω̃ν σκευω̃ν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τω̨̃ σίκλω̨ τω̨̃ ἁγίω̨
86 θυίσκαι χρυσαι̃ δώδεκα πλήρεις θυμιάματος πα̃ν τὸ χρυσίον τω̃ν θυισκω̃ν εἴκοσι καὶ ἑκατὸν χρυσοι̃
87 πα̃σαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν καὶ χίμαροι ἐξ αἰγω̃ν δώδεκα περὶ ἁμαρτίας
88 πα̃σαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις του̃ θυσιαστηρίου μετὰ τὸ πληρω̃σαι τὰς χει̃ρας αὐτου̃ καὶ μετὰ τὸ χρι̃σαι αὐτόν
89 ἐν τω̨̃ εἰσπορεύεσθαι Μωυση̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου λαλη̃σαι αὐτω̨̃ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλου̃ντος πρὸς αὐτὸν ἄνωθεν του̃ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τη̃ς κιβωτου̃ του̃ μαρτυρίου ἀνὰ μέσον τω̃ν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.