ΑΡΙΘΜΟΙ,
κεφαλίς 18,
στἰχοι 20-32
20 καὶ ἐλάλησεν κύριος πρὸς Ααρων ἐν τη̨̃ γη̨̃ αὐτω̃ν οὐ κληρονομήσεις καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοι̃ς ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ |
21 καὶ τοι̃ς υἱοι̃ς Λευι ἰδοὺ δέδωκα πα̃ν ἐπιδέκατον ἐν Ισραηλ ἐν κλήρω̨ ἀντὶ τω̃ν λειτουργιω̃ν αὐτω̃ν ὅσα αὐτοὶ λειτουργου̃σιν λειτουργίαν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
22 καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ισραηλ εἰς τὴν σκηνὴν του̃ μαρτυρίου λαβει̃ν ἁμαρτίαν θανατηφόρον |
23 καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτω̃ν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτω̃ν καὶ ἐν μέσω̨ υἱω̃ν Ισραηλ οὐ κληρονομήσουσιν κληρονομίαν |
24 ὅτι τὰ ἐπιδέκατα τω̃ν υἱω̃ν Ισραηλ ὅσα ἂν ἀφορίσωσιν κυρίω̨ ἀφαίρεμα δέδωκα τοι̃ς Λευίταις ἐν κλήρω̨ διὰ του̃το εἴρηκα αὐτοι̃ς ἐν μέσω̨ υἱω̃ν Ισραηλ οὐ κληρονομήσουσιν κλη̃ρον |
25 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
26 καὶ τοι̃ς Λευίταις λαλήσεις καὶ ἐρει̃ς πρὸς αὐτούς ἐὰν λάβητε παρὰ τω̃ν υἱω̃ν Ισραηλ τὸ ἐπιδέκατον ὃ δέδωκα ὑμι̃ν παρ' αὐτω̃ν ἐν κλήρω̨ καὶ ἀφελει̃τε ὑμει̃ς ἀπ' αὐτου̃ ἀφαίρεμα κυρίω̨ ἐπιδέκατον ἀπὸ του̃ ἐπιδεκάτου |
27 καὶ λογισθήσεται ὑμι̃ν τὰ ἀφαιρέματα ὑμω̃ν ὡς σι̃τος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνου̃ |
28 οὕτως ἀφελει̃τε καὶ ὑμει̃ς ἀπὸ τω̃ν ἀφαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμω̃ν ὅσα ἐὰν λάβητε παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ δώσετε ἀπ' αὐτω̃ν ἀφαίρεμα κυρίω̨ Ααρων τω̨̃ ἱερει̃ |
29 ἀπὸ πάντων τω̃ν δομάτων ὑμω̃ν ἀφελει̃τε ἀφαίρεμα κυρίω̨ ἢ ἀπὸ πάντων τω̃ν ἀπαρχω̃ν τὸ ἡγιασμένον ἀπ' αὐτου̃ |
30 καὶ ἐρει̃ς πρὸς αὐτούς ὅταν ἀφαιρη̃τε τὴν ἀπαρχὴν ἀπ' αὐτου̃ καὶ λογισθήσεται τοι̃ς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνου̃ |
31 καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπω̨ ὑμει̃ς καὶ οἱ οἰ̃κοι ὑμω̃ν ὅτι μισθὸς οὑ̃τος ὑμι̃ν ἐστιν ἀντὶ τω̃ν λειτουργιω̃ν ὑμω̃ν τω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
32 καὶ οὐ λήμψεσθε δι' αὐτὸ ἁμαρτίαν ὅτι ἂν ἀφαιρη̃τε τὴν ἀπαρχὴν ἀπ' αὐτου̃ καὶ τὰ ἅγια τω̃ν υἱω̃ν Ισραηλ οὐ βεβηλώσετε ἵνα μὴ ἀποθάνητε |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.