1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 ἀπόστειλον σεαυτω̨̃ ἄνδρας καὶ κατασκεψάσθωσαν τὴν γη̃ν τω̃ν Χαναναίων ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ εἰς κατάσχεσιν ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριω̃ν αὐτω̃ν ἀποστελει̃ς αὐτούς πάντα ἀρχηγὸν ἐξ αὐτω̃ν |
3 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυση̃ς ἐκ τη̃ς ἐρήμου Φαραν διὰ φωνη̃ς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱω̃ν Ισραηλ οὑ̃τοι |
4 καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν τη̃ς φυλη̃ς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ |
5 τη̃ς φυλη̃ς Συμεων Σαφατ υἱὸς Σουρι |
6 τη̃ς φυλη̃ς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη |
7 τη̃ς φυλη̃ς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ |
8 τη̃ς φυλη̃ς Εφραιμ Αυση υἱὸς Ναυη |
9 τη̃ς φυλη̃ς Βενιαμιν Φαλτι υἱὸς Ραφου |
10 τη̃ς φυλη̃ς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι |
11 τη̃ς φυλη̃ς Ιωσηφ τω̃ν υἱω̃ν Μανασση Γαδδι υἱὸς Σουσι |
12 τη̃ς φυλη̃ς Δαν Αμιηλ υἱὸς Γαμαλι |
13 τη̃ς φυλη̃ς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ |
14 τη̃ς φυλη̃ς Νεφθαλι Ναβι υἱὸς Ιαβι |
15 τη̃ς φυλη̃ς Γαδ Γουδιηλ υἱὸς Μακχι |
16 ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν οὓς ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν καὶ ἐπωνόμασεν Μωυση̃ς τὸν Αυση υἱὸν Ναυη 'Ιησου̃ν |
17 καὶ ἀπέστειλεν αὐτοὺς Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν Χανααν καὶ εἰ̃πεν πρὸς αὐτούς ἀνάβητε ταύτη̨ τη̨̃ ἐρήμω̨ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος |
18 καὶ ὄψεσθε τὴν γη̃ν τίς ἐστιν καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ' αὐτη̃ς εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί |
19 καὶ τίς ἡ γη̃ εἰς ἣν οὑ̃τοι ἐγκάθηνται ἐπ' αὐτη̃ς εἰ καλή ἐστιν ἢ πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἃς οὑ̃τοι κατοικου̃σιν ἐν αὐται̃ς εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις |
20 καὶ τίς ἡ γη̃ εἰ πίων ἢ παρειμένη εἰ ἔστιν ἐν αὐτη̨̃ δένδρα ἢ οὔ καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος πρόδρομοι σταφυλη̃ς |
21 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γη̃ν ἀπὸ τη̃ς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ |
22 καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἠ̃λθον ἕως Χεβρων καὶ ἐκει̃ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ καὶ Χεβρων ἑπτὰ ἔτεσιν ὠ̨κοδομήθη πρὸ του̃ Τάνιν Αἰγύπτου |
23 καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν καὶ ἔκοψαν ἐκει̃θεν κλη̃μα καὶ βότρυν σταφυλη̃ς ἕνα ἐπ' αὐτου̃ καὶ ἠ̃ραν αὐτὸν ἐπ' ἀναφορευ̃σιν καὶ ἀπὸ τω̃ν ῥοω̃ν καὶ ἀπὸ τω̃ν συκω̃ν |
24 τὸν τόπον ἐκει̃νον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκει̃θεν οἱ υἱοὶ Ισραηλ |
25 καὶ ἀπέστρεψαν ἐκει̃θεν κατασκεψάμενοι τὴν γη̃ν μετὰ τεσσαράκοντα ἡμέρας |
26 καὶ πορευθέντες ἠ̃λθον πρὸς Μωυση̃ν καὶ Ααρων καὶ πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοι̃ς ῥη̃μα καὶ πάση̨ τη̨̃ συναγωγη̨̃ καὶ ἔδειξαν τὸν καρπὸν τη̃ς γη̃ς |
27 καὶ διηγήσαντο αὐτω̨̃ καὶ εἰ̃παν ἤλθαμεν εἰς τὴν γη̃ν εἰς ἣν ἀπέστειλας ἡμα̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ οὑ̃τος ὁ καρπὸς αὐτη̃ς |
28 ἀλλ' ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικου̃ν ἐπ' αὐτη̃ς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκει̃ |
29 καὶ Αμαληκ κατοικει̃ ἐν τη̨̃ γη̨̃ τη̨̃ πρὸς νότον καὶ ὁ Χετται̃ος καὶ ὁ Ευαι̃ος καὶ ὁ Ιεβουσαι̃ος καὶ ὁ Αμορραι̃ος κατοικει̃ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ ὁ Χαναναι̃ος κατοικει̃ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν |
30 καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυση̃ν καὶ εἰ̃πεν αὐτω̨̃ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς |
31 καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτου̃ εἰ̃παν οὐκ ἀναβαίνομεν ὅτι οὐ μὴ δυνώμεθα ἀναβη̃ναι πρὸς τὸ ἔθνος ὅτι ἰσχυρότερόν ἐστιν ἡμω̃ν μα̃λλον |
32 καὶ ἐξήνεγκαν ἔκστασιν τη̃ς γη̃ς ἣν κατεσκέψαντο αὐτήν πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες τὴν γη̃ν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι γη̃ κατέσθουσα τοὺς κατοικου̃ντας ἐπ' αὐτη̃ς ἐστιν πα̃ς ὁ λαός ὃν ἑωράκαμεν ἐν αὐτη̨̃ ἄνδρες ὑπερμήκεις |
33 καὶ ἐκει̃ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἠ̃μεν ἐνώπιον αὐτω̃ν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἠ̃μεν ἐνώπιον αὐτω̃ν |