Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 11

καὶ ἠ̃ν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργη̨̃ καὶ ἐξεκαύθη ἐν αὐτοι̃ς πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τη̃ς παρεμβολη̃ς
καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυση̃ν καὶ ηὔξατο Μωυση̃ς πρὸς κύριον καὶ ἐκόπασεν τὸ πυ̃ρ
καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου ἐμπυρισμός ὅτι ἐξεκαύθη ἐν αὐτοι̃ς πυ̃ρ παρὰ κυρίου
καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοι̃ς ἐπεθύμησαν ἐπιθυμίαν καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἰ̃παν τίς ἡμα̃ς ψωμιει̃ κρέα
ἐμνήσθημεν τοὺς ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτω̨ δωρεάν καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα
νυνὶ δὲ ἡ ψυχὴ ἡμω̃ν κατάξηρος οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀφθαλμοὶ ἡμω̃ν
τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν καὶ τὸ εἰ̃δος αὐτου̃ εἰ̃δος κρυστάλλου
καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τω̨̃ μύλω̨ καὶ ἔτριβον ἐν τη̨̃ θυία̨ καὶ ἥψουν αὐτὸ ἐν τη̨̃ χύτρα̨ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας καὶ ἠ̃ν ἡ ἡδονὴ αὐτου̃ ὡσεὶ γευ̃μα ἐγκρὶς ἐξ ἐλαίου
καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός κατέβαινεν τὸ μαννα ἐπ' αὐτη̃ς
10 καὶ ἤκουσεν Μωυση̃ς κλαιόντων αὐτω̃ν κατὰ δήμους αὐτω̃ν ἕκαστον ἐπὶ τη̃ς θύρας αὐτου̃ καὶ ἐθυμώθη ὀργη̨̃ κύριος σφόδρα καὶ ἔναντι Μωυση̃ ἠ̃ν πονηρόν
11 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθει̃ναι τὴν ὁρμὴν του̃ λαου̃ τούτου ἐπ' ἐμέ
12 μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν του̃τον ἢ ἐγὼ ἔτεκον αὐτούς ὅτι λέγεις μοι λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα εἰς τὴν γη̃ν ἣν ὤμοσας τοι̃ς πατράσιν αὐτω̃ν
13 πόθεν μοι κρέα δου̃ναι παντὶ τω̨̃ λαω̨̃ τούτω̨ ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες δὸς ἡμι̃ν κρέα ἵνα φάγωμεν
14 οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν του̃τον ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥη̃μα του̃το
15 εἰ δὲ οὕτως σὺ ποιει̃ς μοι ἀπόκτεινόν με ἀναιρέσει εἰ εὕρηκα ἔλεος παρὰ σοί ἵνα μὴ ἴδω μου τὴν κάκωσιν
16 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων Ισραηλ οὓς αὐτὸς σὺ οἰ̃δας ὅτι οὑ̃τοί εἰσιν πρεσβύτεροι του̃ λαου̃ καὶ γραμματει̃ς αὐτω̃ν καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ στήσονται ἐκει̃ μετὰ σου̃
17 καὶ καταβήσομαι καὶ λαλήσω ἐκει̃ μετὰ σου̃ καὶ ἀφελω̃ ἀπὸ του̃ πνεύματος του̃ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς καὶ συναντιλήμψονται μετὰ σου̃ τὴν ὁρμὴν του̃ λαου̃ καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος
18 καὶ τω̨̃ λαω̨̃ ἐρει̃ς ἁγνίσασθε εἰς αὔριον καὶ φάγεσθε κρέα ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες τίς ἡμα̃ς ψωμιει̃ κρέα ὅτι καλὸν ἡμι̃ν ἐστιν ἐν Αἰγύπτω̨ καὶ δώσει κύριος ὑμι̃ν κρέα φαγει̃ν καὶ φάγεσθε κρέα
19 οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας
20 ἕως μηνὸς ἡμερω̃ν φάγεσθε ἕως ἂν ἐξέλθη̨ ἐκ τω̃ν μυκτήρων ὑμω̃ν καὶ ἔσται ὑμι̃ν εἰς χολέραν ὅτι ἠπειθήσατε κυρίω̨ ὅς ἐστιν ἐν ὑμι̃ν καὶ ἐκλαύσατε ἐναντίον αὐτου̃ λέγοντες ἵνα τί ἡμι̃ν ἐξελθει̃ν ἐξ Αἰγύπτου
21 καὶ εἰ̃πεν Μωυση̃ς ἑξακόσιαι χιλιάδες πεζω̃ν ὁ λαός ἐν οἱ̃ς εἰμι ἐν αὐτοι̃ς καὶ σὺ εἰ̃πας κρέα δώσω αὐτοι̃ς φαγει̃ν καὶ φάγονται μη̃να ἡμερω̃ν
22 μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοι̃ς καὶ ἀρκέσει αὐτοι̃ς ἢ πα̃ν τὸ ὄψος τη̃ς θαλάσσης συναχθήσεται αὐτοι̃ς καὶ ἀρκέσει αὐτοι̃ς
23 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ
24 καὶ ἐξη̃λθεν Μωυση̃ς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ ἔστησεν αὐτοὺς κύκλω̨ τη̃ς σκηνη̃ς
25 καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ ἐλάλησεν πρὸς αὐτόν καὶ παρείλατο ἀπὸ του̃ πνεύματος του̃ ἐπ' αὐτω̨̃ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους ὡς δὲ ἐπανεπαύσατο τὸ πνευ̃μα ἐπ' αὐτούς καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο
26 καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τη̨̃ παρεμβολη̨̃ ὄνομα τω̨̃ ἑνὶ Ελδαδ καὶ ὄνομα τω̨̃ δευτέρω̨ Μωδαδ καὶ ἐπανεπαύσατο ἐπ' αὐτοὺς τὸ πνευ̃μα καὶ οὑ̃τοι ἠ̃σαν τω̃ν καταγεγραμμένων καὶ οὐκ ἠ̃λθον πρὸς τὴν σκηνήν καὶ ἐπροφήτευσαν ἐν τη̨̃ παρεμβολη̨̃
27 καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυση̨̃ καὶ εἰ̃πεν λέγων Ελδαδ καὶ Μωδαδ προφητεύουσιν ἐν τη̨̃ παρεμβολη̨̃
28 καὶ ἀποκριθεὶς 'Ιησου̃ς ὁ του̃ Ναυη ὁ παρεστηκὼς Μωυση̨̃ ὁ ἐκελεκτὸς εἰ̃πεν κύριε Μωυση̃ κώλυσον αὐτούς
29 καὶ εἰ̃πεν αὐτω̨̃ Μωυση̃ς μὴ ζηλοι̃ς σύ μοι καὶ τίς δώ̨η πάντα τὸν λαὸν κυρίου προφήτας ὅταν δω̨̃ κύριος τὸ πνευ̃μα αὐτου̃ ἐπ' αὐτούς
30 καὶ ἀπη̃λθεν Μωυση̃ς εἰς τὴν παρεμβολήν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ
31 καὶ πνευ̃μα ἐξη̃λθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τη̃ς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντευ̃θεν καὶ ὁδὸν ἡμέρας ἐντευ̃θεν κύκλω̨ τη̃ς παρεμβολη̃ς ὡσεὶ δίπηχυ ἀπὸ τη̃ς γη̃ς
32 καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους καὶ ἔψυξαν ἑαυτοι̃ς ψυγμοὺς κύκλω̨ τη̃ς παρεμβολη̃ς
33 τὰ κρέα ἔτι ἠ̃ν ἐν τοι̃ς ὀδου̃σιν αὐτω̃ν πρὶν ἢ ἐκλείπειν καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα
34 καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου μνήματα τη̃ς ἐπιθυμίας ὅτι ἐκει̃ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν
35 ἀπὸ μνημάτων ἐπιθυμίας ἐξη̃ρεν ὁ λαὸς εἰς Ασηρωθ καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ

ΑΡΙΘΜΟΙ, κεφαλίς 12

καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυση̃ ἕνεκεν τη̃ς γυναικὸς τη̃ς Αἰθιοπίσσης ἣν ἔλαβεν Μωυση̃ς ὅτι γυναι̃κα Αἰθιόπισσαν ἔλαβεν
καὶ εἰ̃παν μὴ Μωυση̨̃ μόνω̨ λελάληκεν κύριος οὐχὶ καὶ ἡμι̃ν ἐλάλησεν καὶ ἤκουσεν κύριος
καὶ ὁ ἄνθρωπος Μωυση̃ς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τη̃ς γη̃ς
καὶ εἰ̃πεν κύριος παραχρη̃μα πρὸς Μωυση̃ν καὶ Μαριαμ καὶ Ααρων ἐξέλθατε ὑμει̃ς οἱ τρει̃ς εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐξη̃λθον οἱ τρει̃ς εἰς τὴν σκηνὴν του̃ μαρτυρίου
καὶ κατέβη κύριος ἐν στύλω̨ νεφέλης καὶ ἔστη ἐπὶ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐκλήθησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι
καὶ εἰ̃πεν πρὸς αὐτούς ἀκούσατε τω̃ν λόγων μου ἐὰν γένηται προφήτης ὑμω̃ν κυρίω̨ ἐν ὁράματι αὐτω̨̃ γνωσθήσομαι καὶ ἐν ὕπνω̨ λαλήσω αὐτω̨̃
οὐχ οὕτως ὁ θεράπων μου Μωυση̃ς ἐν ὅλω̨ τω̨̃ οἴκω̨ μου πιστός ἐστιν
στόμα κατὰ στόμα λαλήσω αὐτω̨̃ ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἰ̃δεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλη̃σαι κατὰ του̃ θεράποντός μου Μωυση̃
καὶ ὀργὴ θυμου̃ κυρίου ἐπ' αὐτοι̃ς καὶ ἀπη̃λθεν
10 καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τη̃ς σκηνη̃ς καὶ ἰδοὺ Μαριαμ λεπρω̃σα ὡσεὶ χιών καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ καὶ ἰδοὺ λεπρω̃σα
11 καὶ εἰ̃πεν Ααρων πρὸς Μωυση̃ν δέομαι κύριε μὴ συνεπιθη̨̃ ἡμι̃ν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν
12 μὴ γένηται ὡσεὶ ἴσον θανάτω̨ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τω̃ν σαρκω̃ν αὐτη̃ς
13 καὶ ἐβόησεν Μωυση̃ς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν
14 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν εἰ ὁ πατὴρ αὐτη̃ς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτη̃ς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τη̃ς παρεμβολη̃ς καὶ μετὰ ταυ̃τα εἰσελεύσεται
15 καὶ ἀφωρίσθη Μαριαμ ἔξω τη̃ς παρεμβολη̃ς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξη̃ρεν ἕως ἐκαθαρίσθη Μαριαμ
16 καὶ μετὰ ταυ̃τα ἐξη̃ρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τη̨̃ ἐρήμω̨ του̃ Φαραν

ΑΡΙΘΜΟΙ, κεφαλίς 13

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
ἀπόστειλον σεαυτω̨̃ ἄνδρας καὶ κατασκεψάσθωσαν τὴν γη̃ν τω̃ν Χαναναίων ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ εἰς κατάσχεσιν ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριω̃ν αὐτω̃ν ἀποστελει̃ς αὐτούς πάντα ἀρχηγὸν ἐξ αὐτω̃ν
καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυση̃ς ἐκ τη̃ς ἐρήμου Φαραν διὰ φωνη̃ς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱω̃ν Ισραηλ οὑ̃τοι
καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν τη̃ς φυλη̃ς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ
τη̃ς φυλη̃ς Συμεων Σαφατ υἱὸς Σουρι
τη̃ς φυλη̃ς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη
τη̃ς φυλη̃ς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ
τη̃ς φυλη̃ς Εφραιμ Αυση υἱὸς Ναυη
τη̃ς φυλη̃ς Βενιαμιν Φαλτι υἱὸς Ραφου
10 τη̃ς φυλη̃ς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι
11 τη̃ς φυλη̃ς Ιωσηφ τω̃ν υἱω̃ν Μανασση Γαδδι υἱὸς Σουσι
12 τη̃ς φυλη̃ς Δαν Αμιηλ υἱὸς Γαμαλι
13 τη̃ς φυλη̃ς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ
14 τη̃ς φυλη̃ς Νεφθαλι Ναβι υἱὸς Ιαβι
15 τη̃ς φυλη̃ς Γαδ Γουδιηλ υἱὸς Μακχι
16 ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν οὓς ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν καὶ ἐπωνόμασεν Μωυση̃ς τὸν Αυση υἱὸν Ναυη 'Ιησου̃ν
17 καὶ ἀπέστειλεν αὐτοὺς Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν Χανααν καὶ εἰ̃πεν πρὸς αὐτούς ἀνάβητε ταύτη̨ τη̨̃ ἐρήμω̨ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος
18 καὶ ὄψεσθε τὴν γη̃ν τίς ἐστιν καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ' αὐτη̃ς εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί
19 καὶ τίς ἡ γη̃ εἰς ἣν οὑ̃τοι ἐγκάθηνται ἐπ' αὐτη̃ς εἰ καλή ἐστιν ἢ πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἃς οὑ̃τοι κατοικου̃σιν ἐν αὐται̃ς εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις
20 καὶ τίς ἡ γη̃ εἰ πίων ἢ παρειμένη εἰ ἔστιν ἐν αὐτη̨̃ δένδρα ἢ οὔ καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος πρόδρομοι σταφυλη̃ς
21 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γη̃ν ἀπὸ τη̃ς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ
22 καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἠ̃λθον ἕως Χεβρων καὶ ἐκει̃ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ καὶ Χεβρων ἑπτὰ ἔτεσιν ὠ̨κοδομήθη πρὸ του̃ Τάνιν Αἰγύπτου
23 καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν καὶ ἔκοψαν ἐκει̃θεν κλη̃μα καὶ βότρυν σταφυλη̃ς ἕνα ἐπ' αὐτου̃ καὶ ἠ̃ραν αὐτὸν ἐπ' ἀναφορευ̃σιν καὶ ἀπὸ τω̃ν ῥοω̃ν καὶ ἀπὸ τω̃ν συκω̃ν
24 τὸν τόπον ἐκει̃νον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκει̃θεν οἱ υἱοὶ Ισραηλ
25 καὶ ἀπέστρεψαν ἐκει̃θεν κατασκεψάμενοι τὴν γη̃ν μετὰ τεσσαράκοντα ἡμέρας
26 καὶ πορευθέντες ἠ̃λθον πρὸς Μωυση̃ν καὶ Ααρων καὶ πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοι̃ς ῥη̃μα καὶ πάση̨ τη̨̃ συναγωγη̨̃ καὶ ἔδειξαν τὸν καρπὸν τη̃ς γη̃ς
27 καὶ διηγήσαντο αὐτω̨̃ καὶ εἰ̃παν ἤλθαμεν εἰς τὴν γη̃ν εἰς ἣν ἀπέστειλας ἡμα̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ οὑ̃τος ὁ καρπὸς αὐτη̃ς
28 ἀλλ' ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικου̃ν ἐπ' αὐτη̃ς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκει̃
29 καὶ Αμαληκ κατοικει̃ ἐν τη̨̃ γη̨̃ τη̨̃ πρὸς νότον καὶ ὁ Χετται̃ος καὶ ὁ Ευαι̃ος καὶ ὁ Ιεβουσαι̃ος καὶ ὁ Αμορραι̃ος κατοικει̃ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ ὁ Χαναναι̃ος κατοικει̃ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν
30 καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυση̃ν καὶ εἰ̃πεν αὐτω̨̃ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς
31 καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτου̃ εἰ̃παν οὐκ ἀναβαίνομεν ὅτι οὐ μὴ δυνώμεθα ἀναβη̃ναι πρὸς τὸ ἔθνος ὅτι ἰσχυρότερόν ἐστιν ἡμω̃ν μα̃λλον
32 καὶ ἐξήνεγκαν ἔκστασιν τη̃ς γη̃ς ἣν κατεσκέψαντο αὐτήν πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες τὴν γη̃ν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι γη̃ κατέσθουσα τοὺς κατοικου̃ντας ἐπ' αὐτη̃ς ἐστιν πα̃ς ὁ λαός ὃν ἑωράκαμεν ἐν αὐτη̨̃ ἄνδρες ὑπερμήκεις
33 καὶ ἐκει̃ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἠ̃μεν ἐνώπιον αὐτω̃ν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἠ̃μεν ἐνώπιον αὐτω̃ν

ΑΡΙΘΜΟΙ, κεφαλίς 14

καὶ ἀναλαβου̃σα πα̃σα ἡ συναγωγὴ ἔδωκεν φωνήν καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην
καὶ διεγόγγυζον ἐπὶ Μωυση̃ν καὶ Ααρων πάντες οἱ υἱοὶ Ισραηλ καὶ εἰ̃παν πρὸς αὐτοὺς πα̃σα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γη̨̃ Αἰγύπτω̨ ἢ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ εἰ ἀπεθάνομεν
καὶ ἵνα τί κύριος εἰσάγει ἡμα̃ς εἰς τὴν γη̃ν ταύτην πεσει̃ν ἐν πολέμω̨ αἱ γυναι̃κες ἡμω̃ν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν νυ̃ν οὐ̃ν βέλτιον ἡμι̃ν ἐστιν ἀποστραφη̃ναι εἰς Αἴγυπτον
καὶ εἰ̃παν ἕτερος τω̨̃ ἑτέρω̨ δω̃μεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον
καὶ ἔπεσεν Μωυση̃ς καὶ Ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ
'Ιησου̃ς δὲ ὁ του̃ Ναυη καὶ Χαλεβ ὁ του̃ Ιεφοννη τω̃ν κατασκεψαμένων τὴν γη̃ν διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν
καὶ εἰ̃παν πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγοντες ἡ γη̃ ἣν κατεσκεψάμεθα αὐτήν ἀγαθή ἐστιν σφόδρα σφόδρα
εἰ αἱρετίζει ἡμα̃ς κύριος εἰσάξει ἡμα̃ς εἰς τὴν γη̃ν ταύτην καὶ δώσει αὐτὴν ἡμι̃ν γη̃ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι
ἀλλὰ ἀπὸ του̃ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμει̃ς δὲ μὴ φοβηθη̃τε τὸν λαὸν τη̃ς γη̃ς ὅτι κατάβρωμα ἡμι̃ν ἐστιν ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ' αὐτω̃ν ὁ δὲ κύριος ἐν ἡμι̃ν μὴ φοβηθη̃τε αὐτούς
10 καὶ εἰ̃πεν πα̃σα ἡ συναγωγὴ καταλιθοβολη̃σαι αὐτοὺς ἐν λίθοις καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλη̨ ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν πα̃σι τοι̃ς υἱοι̃ς Ισραηλ
11 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἕως τίνος παροξύνει με ὁ λαὸς οὑ̃τος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πα̃σιν τοι̃ς σημείοις οἱ̃ς ἐποίησα ἐν αὐτοι̃ς
12 πατάξω αὐτοὺς θανάτω̨ καὶ ἀπολω̃ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἰ̃κον του̃ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μα̃λλον ἢ του̃το
13 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τη̨̃ ἰσχύι σου τὸν λαὸν του̃τον ἐξ αὐτω̃ν
14 ἀλλὰ καὶ πάντες οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς ταύτης ἀκηκόασιν ὅτι σὺ εἰ̃ κύριος ἐν τω̨̃ λαω̨̃ τούτω̨ ὅστις ὀφθαλμοι̃ς κατ' ὀφθαλμοὺς ὀπτάζη̨ κύριε καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτω̃ν καὶ ἐν στύλω̨ νεφέλης σὺ πορεύη̨ πρότερος αὐτω̃ν τὴν ἡμέραν καὶ ἐν στύλω̨ πυρὸς τὴν νύκτα
15 καὶ ἐκτρίψεις τὸν λαὸν του̃τον ὡσεὶ ἄνθρωπον ἕνα καὶ ἐρου̃σιν τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες
16 παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγει̃ν τὸν λαὸν του̃τον εἰς τὴν γη̃ν ἣν ὤμοσεν αὐτοι̃ς κατέστρωσεν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨
17 καὶ νυ̃ν ὑψωθήτω ἡ ἰσχύς σου κύριε ὃν τρόπον εἰ̃πας λέγων
18 κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρω̃ν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμω̨̃ οὐ καθαριει̃ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης
19 ἄφες τὴν ἁμαρτίαν τω̨̃ λαω̨̃ τούτω̨ κατὰ τὸ μέγα ἔλεός σου καθάπερ ἵλεως αὐτοι̃ς ἐγένου ἀπ' Αἰγύπτου ἕως του̃ νυ̃ν
20 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἵλεως αὐτοι̃ς εἰμι κατὰ τὸ ῥη̃μά σου
21 ἀλλὰ ζω̃ ἐγὼ καὶ ζω̃ν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πα̃σαν τὴν γη̃ν
22 ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρω̃ντες τὴν δόξαν μου καὶ τὰ σημει̃α ἃ ἐποίησα ἐν Αἰγύπτω̨ καὶ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ καὶ ἐπείρασάν με του̃το δέκατον καὶ οὐκ εἰσήκουσάν μου τη̃ς φωνη̃ς
23 ἠ̃ μὴν οὐκ ὄψονται τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν ἀλλ' ἢ τὰ τέκνα αὐτω̃ν ἅ ἐστιν μετ' ἐμου̃ ὡ̃δε ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν πα̃ς νεώτερος ἄπειρος τούτοις δώσω τὴν γη̃ν πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν
24 ὁ δὲ παι̃ς μου Χαλεβ ὅτι ἐγενήθη πνευ̃μα ἕτερον ἐν αὐτω̨̃ καὶ ἐπηκολούθησέν μοι εἰσάξω αὐτὸν εἰς τὴν γη̃ν εἰς ἣν εἰση̃λθεν ἐκει̃ καὶ τὸ σπέρμα αὐτου̃ κληρονομήσει αὐτήν
25 ὁ δὲ Αμαληκ καὶ ὁ Χαναναι̃ος κατοικου̃σιν ἐν τη̨̃ κοιλάδι αὔριον ἐπιστράφητε ὑμει̃ς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν
26 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
27 ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμου̃ τὴν γόγγυσιν τω̃ν υἱω̃ν Ισραηλ ἣν ἐγόγγυσαν περὶ ὑμω̃ν ἀκήκοα
28 εἰπὸν αὐτοι̃ς ζω̃ ἐγώ λέγει κύριος ἠ̃ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὠ̃τά μου οὕτως ποιήσω ὑμι̃ν
29 ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ πεσει̃ται τὰ κω̃λα ὑμω̃ν καὶ πα̃σα ἡ ἐπισκοπὴ ὑμω̃ν καὶ οἱ κατηριθμημένοι ὑμω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ὅσοι ἐγόγγυσαν ἐπ' ἐμοί
30 εἰ ὑμει̃ς εἰσελεύσεσθε εἰς τὴν γη̃ν ἐφ' ἣν ἐξέτεινα τὴν χει̃ρά μου κατασκηνω̃σαι ὑμα̃ς ἐπ' αὐτη̃ς ἀλλ' ἢ Χαλεβ υἱὸς Ιεφοννη καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη
31 καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγη̨̃ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γη̃ν καὶ κληρονομήσουσιν τὴν γη̃ν ἣν ὑμει̃ς ἀπέστητε ἀπ' αὐτη̃ς
32 καὶ τὰ κω̃λα ὑμω̃ν πεσει̃ται ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨
33 οἱ δὲ υἱοὶ ὑμω̃ν ἔσονται νεμόμενοι ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμω̃ν ἕως ἂν ἀναλωθη̨̃ τὰ κω̃λα ὑμω̃ν ἐν τη̨̃ ἐρήμω̨
34 κατὰ τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν ὅσας κατεσκέψασθε τὴν γη̃ν τεσσαράκοντα ἡμέρας ἡμέραν του̃ ἐνιαυτου̃ λήμψεσθε τὰς ἁμαρτίας ὑμω̃ν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τη̃ς ὀργη̃ς μου
35 ἐγὼ κύριος ἐλάλησα ἠ̃ μὴν οὕτως ποιήσω τη̨̃ συναγωγη̨̃ τη̨̃ πονηρα̨̃ ταύτη̨ τη̨̃ ἐπισυνεσταμένη̨ ἐπ' ἐμέ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ ἐξαναλωθήσονται καὶ ἐκει̃ ἀποθανου̃νται
36 καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν καὶ παραγενηθέντες διεγόγγυσαν κατ' αὐτη̃ς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τη̃ς γη̃ς
37 καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τη̃ς γη̃ς πονηρὰ ἐν τη̨̃ πληγη̨̃ ἔναντι κυρίου
38 καὶ 'Ιησου̃ς υἱὸς Ναυη καὶ Χαλεβ υἱὸς Ιεφοννη ἔζησαν ἀπὸ τω̃ν ἀνθρώπων ἐκείνων τω̃ν πεπορευμένων κατασκέψασθαι τὴν γη̃ν
39 καὶ ἐλάλησεν Μωυση̃ς τὰ ῥήματα ταυ̃τα πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα
40 καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν του̃ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμει̃ς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἰ̃πεν κύριος ὅτι ἡμάρτομεν
41 καὶ εἰ̃πεν Μωυση̃ς ἵνα τί ὑμει̃ς παραβαίνετε τὸ ῥη̃μα κυρίου οὐκ εὔοδα ἔσται ὑμι̃ν
42 μὴ ἀναβαίνετε οὐ γάρ ἐστιν κύριος μεθ' ὑμω̃ν καὶ πεσει̃σθε πρὸ προσώπου τω̃ν ἐχθρω̃ν ὑμω̃ν
43 ὅτι ὁ Αμαληκ καὶ ὁ Χαναναι̃ος ἐκει̃ ἔμπροσθεν ὑμω̃ν καὶ πεσει̃σθε μαχαίρα̨ οὑ̃ εἵνεκεν ἀπεστράφητε ἀπειθου̃ντες κυρίω̨ καὶ οὐκ ἔσται κύριος ἐν ὑμι̃ν
44 καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν του̃ ὄρους ἡ δὲ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ Μωυση̃ς οὐκ ἐκινήθησαν ἐκ τη̃ς παρεμβολη̃ς
45 καὶ κατέβη ὁ Αμαληκ καὶ ὁ Χαναναι̃ος ὁ ἐγκαθήμενος ἐν τω̨̃ ὄρει ἐκείνω̨ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ερμαν καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.