1 καὶ ἠ̃ν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργη̨̃ καὶ ἐξεκαύθη ἐν αὐτοι̃ς πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τη̃ς παρεμβολη̃ς |
2 καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυση̃ν καὶ ηὔξατο Μωυση̃ς πρὸς κύριον καὶ ἐκόπασεν τὸ πυ̃ρ |
3 καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου ἐμπυρισμός ὅτι ἐξεκαύθη ἐν αὐτοι̃ς πυ̃ρ παρὰ κυρίου |
4 καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοι̃ς ἐπεθύμησαν ἐπιθυμίαν καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἰ̃παν τίς ἡμα̃ς ψωμιει̃ κρέα |
5 ἐμνήσθημεν τοὺς ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτω̨ δωρεάν καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα |
6 νυνὶ δὲ ἡ ψυχὴ ἡμω̃ν κατάξηρος οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀφθαλμοὶ ἡμω̃ν |
7 τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν καὶ τὸ εἰ̃δος αὐτου̃ εἰ̃δος κρυστάλλου |
8 καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τω̨̃ μύλω̨ καὶ ἔτριβον ἐν τη̨̃ θυία̨ καὶ ἥψουν αὐτὸ ἐν τη̨̃ χύτρα̨ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας καὶ ἠ̃ν ἡ ἡδονὴ αὐτου̃ ὡσεὶ γευ̃μα ἐγκρὶς ἐξ ἐλαίου |
9 καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός κατέβαινεν τὸ μαννα ἐπ' αὐτη̃ς |
10 καὶ ἤκουσεν Μωυση̃ς κλαιόντων αὐτω̃ν κατὰ δήμους αὐτω̃ν ἕκαστον ἐπὶ τη̃ς θύρας αὐτου̃ καὶ ἐθυμώθη ὀργη̨̃ κύριος σφόδρα καὶ ἔναντι Μωυση̃ ἠ̃ν πονηρόν |
11 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθει̃ναι τὴν ὁρμὴν του̃ λαου̃ τούτου ἐπ' ἐμέ |
12 μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν του̃τον ἢ ἐγὼ ἔτεκον αὐτούς ὅτι λέγεις μοι λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα εἰς τὴν γη̃ν ἣν ὤμοσας τοι̃ς πατράσιν αὐτω̃ν |
13 πόθεν μοι κρέα δου̃ναι παντὶ τω̨̃ λαω̨̃ τούτω̨ ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες δὸς ἡμι̃ν κρέα ἵνα φάγωμεν |
14 οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν του̃τον ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥη̃μα του̃το |
15 εἰ δὲ οὕτως σὺ ποιει̃ς μοι ἀπόκτεινόν με ἀναιρέσει εἰ εὕρηκα ἔλεος παρὰ σοί ἵνα μὴ ἴδω μου τὴν κάκωσιν |
16 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων Ισραηλ οὓς αὐτὸς σὺ οἰ̃δας ὅτι οὑ̃τοί εἰσιν πρεσβύτεροι του̃ λαου̃ καὶ γραμματει̃ς αὐτω̃ν καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ στήσονται ἐκει̃ μετὰ σου̃ |
17 καὶ καταβήσομαι καὶ λαλήσω ἐκει̃ μετὰ σου̃ καὶ ἀφελω̃ ἀπὸ του̃ πνεύματος του̃ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς καὶ συναντιλήμψονται μετὰ σου̃ τὴν ὁρμὴν του̃ λαου̃ καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος |
18 καὶ τω̨̃ λαω̨̃ ἐρει̃ς ἁγνίσασθε εἰς αὔριον καὶ φάγεσθε κρέα ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες τίς ἡμα̃ς ψωμιει̃ κρέα ὅτι καλὸν ἡμι̃ν ἐστιν ἐν Αἰγύπτω̨ καὶ δώσει κύριος ὑμι̃ν κρέα φαγει̃ν καὶ φάγεσθε κρέα |
19 οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας |
20 ἕως μηνὸς ἡμερω̃ν φάγεσθε ἕως ἂν ἐξέλθη̨ ἐκ τω̃ν μυκτήρων ὑμω̃ν καὶ ἔσται ὑμι̃ν εἰς χολέραν ὅτι ἠπειθήσατε κυρίω̨ ὅς ἐστιν ἐν ὑμι̃ν καὶ ἐκλαύσατε ἐναντίον αὐτου̃ λέγοντες ἵνα τί ἡμι̃ν ἐξελθει̃ν ἐξ Αἰγύπτου |
21 καὶ εἰ̃πεν Μωυση̃ς ἑξακόσιαι χιλιάδες πεζω̃ν ὁ λαός ἐν οἱ̃ς εἰμι ἐν αὐτοι̃ς καὶ σὺ εἰ̃πας κρέα δώσω αὐτοι̃ς φαγει̃ν καὶ φάγονται μη̃να ἡμερω̃ν |
22 μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοι̃ς καὶ ἀρκέσει αὐτοι̃ς ἢ πα̃ν τὸ ὄψος τη̃ς θαλάσσης συναχθήσεται αὐτοι̃ς καὶ ἀρκέσει αὐτοι̃ς |
23 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ |
24 καὶ ἐξη̃λθεν Μωυση̃ς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ ἔστησεν αὐτοὺς κύκλω̨ τη̃ς σκηνη̃ς |
25 καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ ἐλάλησεν πρὸς αὐτόν καὶ παρείλατο ἀπὸ του̃ πνεύματος του̃ ἐπ' αὐτω̨̃ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους ὡς δὲ ἐπανεπαύσατο τὸ πνευ̃μα ἐπ' αὐτούς καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο |
26 καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τη̨̃ παρεμβολη̨̃ ὄνομα τω̨̃ ἑνὶ Ελδαδ καὶ ὄνομα τω̨̃ δευτέρω̨ Μωδαδ καὶ ἐπανεπαύσατο ἐπ' αὐτοὺς τὸ πνευ̃μα καὶ οὑ̃τοι ἠ̃σαν τω̃ν καταγεγραμμένων καὶ οὐκ ἠ̃λθον πρὸς τὴν σκηνήν καὶ ἐπροφήτευσαν ἐν τη̨̃ παρεμβολη̨̃ |
27 καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυση̨̃ καὶ εἰ̃πεν λέγων Ελδαδ καὶ Μωδαδ προφητεύουσιν ἐν τη̨̃ παρεμβολη̨̃ |
28 καὶ ἀποκριθεὶς 'Ιησου̃ς ὁ του̃ Ναυη ὁ παρεστηκὼς Μωυση̨̃ ὁ ἐκελεκτὸς εἰ̃πεν κύριε Μωυση̃ κώλυσον αὐτούς |
29 καὶ εἰ̃πεν αὐτω̨̃ Μωυση̃ς μὴ ζηλοι̃ς σύ μοι καὶ τίς δώ̨η πάντα τὸν λαὸν κυρίου προφήτας ὅταν δω̨̃ κύριος τὸ πνευ̃μα αὐτου̃ ἐπ' αὐτούς |
30 καὶ ἀπη̃λθεν Μωυση̃ς εἰς τὴν παρεμβολήν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ |
31 καὶ πνευ̃μα ἐξη̃λθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τη̃ς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντευ̃θεν καὶ ὁδὸν ἡμέρας ἐντευ̃θεν κύκλω̨ τη̃ς παρεμβολη̃ς ὡσεὶ δίπηχυ ἀπὸ τη̃ς γη̃ς |
32 καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους καὶ ἔψυξαν ἑαυτοι̃ς ψυγμοὺς κύκλω̨ τη̃ς παρεμβολη̃ς |
33 τὰ κρέα ἔτι ἠ̃ν ἐν τοι̃ς ὀδου̃σιν αὐτω̃ν πρὶν ἢ ἐκλείπειν καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα |
34 καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου μνήματα τη̃ς ἐπιθυμίας ὅτι ἐκει̃ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν |
35 ἀπὸ μνημάτων ἐπιθυμίας ἐξη̃ρεν ὁ λαὸς εἰς Ασηρωθ καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ |