Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 4,  στἰχοι 23-25

23 καὶ περιη̃γεν ἐν ὅλη̨ τη̨̃ Γαλιλαία̨ διδάσκων ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν καὶ κηρύσσων τò εὐαγγέλιον τη̃ς βασιλείας καὶ θεραπεύων πα̃σαν νόσον καὶ πα̃σαν μαλακίαν ἐν τω̨̃ λαω̨̃
24 καὶ ἀπη̃λθεν ἡ ἀκοὴ αὐτου̃ εἰς ὅλην τὴν Συρίαν καὶ προσήνεγκαν αὐτω̨̃ πάντας τοὺς κακω̃ς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς καὶ ἐθεράπευσεν αὐτούς
25 καὶ ἠκολούθησαν αὐτω̨̃ ὄχλοι πολλοὶ ἀπò τη̃ς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ ‘Ιεροσολύμων καὶ ’Ιουδαίας καὶ πέραν του̃ ’Ιορδάνου

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 5,  στἰχοι 1-20

ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τò ὄρος καὶ καθίσαντος αὐτου̃ προση̃λθαν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃
καὶ ἀνοίξας τò στόμα αὐτου̃ ἐδίδασκεν αὐτοὺς λέγων
μακάριοι οἱ πτωχοὶ τω̨̃ πνεύματι ὅτι αὐτω̃ν ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν
μακάριοι οἱ πενθου̃ντες ὅτι αὐτοὶ παρακληθήσονται
μακάριοι οἱ πραει̃ς ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γη̃ν
μακάριοι οἱ πεινω̃ντες καὶ διψω̃ντες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθήσονται
μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται
μακάριοι οἱ καθαροὶ τη̨̃ καρδία̨ ὅτι αὐτοὶ τòν θεòν ὄψονται
μακάριοι οἱ εἰρηνοποιοί ὅτι αὐτοὶ υἱοὶ θεου̃ κληθήσονται
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτω̃ν ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμα̃ς καὶ διώξωσιν καὶ εἴπωσιν πα̃ν πονηρòν καθ' ὑμω̃ν ψευδόμενοι ἕνεκεν ἐμου̃
12 χαίρετε καὶ ἀγαλλια̃σθε ὅτι ὁ μισθòς ὑμω̃ν πολὺς ἐν τοι̃ς οὐρανοι̃ς οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρò ὑμω̃ν
13 ὑμει̃ς ἐστε τò ἅλας τη̃ς γη̃ς ἐὰν δὲ τò ἅλας μωρανθη̨̃ ἐν τίνι ἁλισθήσεται εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατει̃σθαι ὑπò τω̃ν ἀνθρώπων
14 ὑμει̃ς ἐστε τò φω̃ς του̃ κόσμου οὐ δύναται πόλις κρυβη̃ναι ἐπάνω ὄρους κειμένη
15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτòν ὑπò τòν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πα̃σιν τοι̃ς ἐν τη̨̃ οἰκία̨
16 οὕτως λαμψάτω τò φω̃ς ὑμω̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων ὅπως ἴδωσιν ὑμω̃ν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τòν πατέρα ὑμω̃ν τòν ἐν τοι̃ς οὐρανοι̃ς
17 μὴ νομίσητε ὅτι ἠ̃λθον καταλυ̃σαι τòν νόμον ἢ τοὺς προφήτας οὐκ ἠ̃λθον καταλυ̃σαι ἀλλὰ πληρω̃σαι
18 ἀμὴν γὰρ λέγω ὑμι̃ν ἕως ἂν παρέλθη̨ ὁ οὐρανòς καὶ ἡ γη̃ ἰω̃τα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθη̨ ἀπò του̃ νόμου ἕως ἂν πάντα γένηται
19 ὃς ἐὰν οὐ̃ν λύση̨ μίαν τω̃ν ἐντολω̃ν τούτων τω̃ν ἐλαχίστων καὶ διδάξη̨ οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθήσεται ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν ὃς δ' ἂν ποιήση̨ καὶ διδάξη̨ οὑ̃τος μέγας κληθήσεται ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν
20 λέγω γὰρ ὑμι̃ν ὅτι ἐὰν μὴ περισσεύση̨ ὑμω̃ν ἡ δικαιοσύνη πλει̃ον τω̃ν γραμματέων καὶ Φαρισαίων οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.