Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 26

καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς πάντας τοὺς λόγους τούτους εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃
οἴδατε ὅτι μετὰ δύο ἡμέρας τò πάσχα γίνεται καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς τò σταυρωθη̃ναι
τότε συνήχθησαν οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι του̃ λαου̃ εἰς τὴν αὐλὴν του̃ ἀρχιερέως του̃ λεγομένου καϊάφα
καὶ συνεβουλεύσαντο ἵνα τòν ’Ιησου̃ν δόλω̨ κρατήσωσιν καὶ ἀποκτείνωσιν
ἔλεγον δέ μὴ ἐν τη̨̃ ἑορτη̨̃ ἵνα μὴ θόρυβος γένηται ἐν τω̨̃ λαω̨̃
του̃ δὲ ’Ιησου̃ γενομένου ἐν βηθανία̨ ἐν οἰκία̨ Σίμωνος του̃ λεπρου̃
προση̃λθεν αὐτω̨̃ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ ἀνακειμένου
ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες εἰς τί ἡ ἀπώλεια αὕτη
ἐδύνατο γὰρ του̃το πραθη̃ναι πολλου̃ καὶ δοθη̃ναι πτωχοι̃ς
10 γνοὺς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς τί κόπους παρέχετε τη̨̃ γυναικί ἔργον γὰρ καλòν ἠργάσατο εἰς ἐμέ
11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτω̃ν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε
12 βαλου̃σα γὰρ αὕτη τò μύρον του̃το ἐπὶ του̃ σώματός μου πρòς τò ἐνταφιάσαι με ἐποίησεν
13 ἀμὴν λέγω ὑμι̃ν ὅπου ἐὰν κηρυχθη̨̃ τò εὐαγγέλιον του̃το ἐν ὅλω̨ τω̨̃ κόσμω̨ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτη̃ς
14 τότε πορευθεὶς εἱ̃ς τω̃ν δώδεκα ὁ λεγόμενος ’Ιούδας ἰσκαριώτης πρòς τοὺς ἀρχιερει̃ς
15 εἰ̃πεν τί θέλετέ μοι δου̃ναι κἀγὼ ὑμι̃ν παραδώσω αὐτόν οἱ δὲ ἔστησαν αὐτω̨̃ τριάκοντα ἀργύρια
16 καὶ ἀπò τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτòν παραδω̨̃
17 τη̨̃ δὲ πρώτη̨ τω̃ν ἀζύμων προση̃λθον οἱ μαθηταὶ τω̨̃ ’Ιησου̃ λέγοντες που̃ θέλεις ἑτοιμάσωμέν σοι φαγει̃ν τò πάσχα
18 ὁ δὲ εἰ̃πεν ὑπάγετε εἰς τὴν πόλιν πρòς τòν δει̃να καὶ εἴπατε αὐτω̨̃ ὁ διδάσκαλος λέγει ὁ καιρός μου ἐγγύς ἐστιν πρòς σὲ ποιω̃ τò πάσχα μετὰ τω̃ν μαθητω̃ν μου
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοι̃ς ὁ ’Ιησου̃ς καὶ ἡτοίμασαν τò πάσχα
20 ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τω̃ν δώδεκα
21 καὶ ἐσθιόντων αὐτω̃ν εἰ̃πεν ἀμὴν λέγω ὑμι̃ν ὅτι εἱ̃ς ἐξ ὑμω̃ν παραδώσει με
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτω̨̃ εἱ̃ς ἕκαστος μήτι ἐγώ εἰμι κύριε
23 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ὁ ἐμβάψας μετ' ἐμου̃ τὴν χει̃ρα ἐν τω̨̃ τρυβλίω̨ οὑ̃τός με παραδώσει
24 ὁ μὲν υἱòς του̃ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτου̃ οὐαὶ δὲ τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ δι' οὑ̃ ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται καλòν ἠ̃ν αὐτω̨̃ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκει̃νος
25 ἀποκριθεὶς δὲ ’Ιούδας ὁ παραδιδοὺς αὐτòν εἰ̃πεν μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτω̨̃ σὺ εἰ̃πας
26 ἐσθιόντων δὲ αὐτω̃ν λαβὼν ὁ ’Ιησου̃ς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοι̃ς μαθηται̃ς εἰ̃πεν λάβετε φάγετε του̃τό ἐστιν τò σω̃μά μου
27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοι̃ς λέγων πίετε ἐξ αὐτου̃ πάντες
28 του̃το γάρ ἐστιν τò αἱ̃μά μου τη̃ς διαθήκης τò περὶ πολλω̃ν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιω̃ν
29 λέγω δὲ ὑμι̃ν οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τούτου του̃ γενήματος τη̃ς ἀμπέλου ἕως τη̃ς ἡμέρας ἐκείνης ὅταν αὐτò πίνω μεθ' ὑμω̃ν καινòν ἐν τη̨̃ βασιλεία̨ του̃ πατρός μου
30 καὶ ὑμνήσαντες ἐξη̃λθον εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν
31 τότε λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς πάντες ὑμει̃ς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τη̨̃ νυκτὶ ταύτη̨ γέγραπται γάρ πατάξω τòν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα τη̃ς ποίμνης
32 μετὰ δὲ τò ἐγερθη̃ναί με προάξω ὑμα̃ς εἰς τὴν Γαλιλαίαν
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἰ̃πεν αὐτω̨̃ εἰ πάντες σκανδαλισθήσονται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι
34 ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀμὴν λέγω σοι ὅτι ἐν ταύτη̨ τη̨̃ νυκτὶ πρὶν ἀλέκτορα φωνη̃σαι τρὶς ἀπαρνήση̨ με
35 λέγει αὐτω̨̃ ὁ Πέτρος κἂν δέη̨ με σὺν σοὶ ἀποθανει̃ν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἰ̃παν
36 τότε ἔρχεται μετ' αὐτω̃ν ὁ ’Ιησου̃ς εἰς χωρίον λεγόμενον Γεθσημανί καὶ λέγει τοι̃ς μαθηται̃ς καθίσατε αὐτου̃ ἕως οὑ̃ ἀπελθὼν ἐκει̃ προσεύξωμαι
37 καὶ παραλαβὼν τòν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπει̃σθαι καὶ ἀδημονει̃ν
38 τότε λέγει αὐτοι̃ς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὡ̃δε καὶ γρηγορει̃τε μετ' ἐμου̃
39 καὶ προελθὼν μικρòν ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ προσευχόμενος καὶ λέγων πάτερ μου εἰ δυνατόν ἐστιν παρελθάτω ἀπ' ἐμου̃ τò ποτήριον του̃το πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ
40 καὶ ἔρχεται πρòς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τω̨̃ Πέτρω̨ οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορη̃σαι μετ' ἐμου̃
41 γρηγορει̃τε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν τò μὲν πνευ̃μα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων πάτερ μου εἰ οὐ δύναται του̃το παρελθει̃ν ἐὰν μὴ αὐτò πίω γενηθήτω τò θέλημά σου
43 καὶ ἐλθὼν πάλιν εὑ̃ρεν αὐτοὺς καθεύδοντας ἠ̃σαν γὰρ αὐτω̃ν οἱ ὀφθαλμοὶ βεβαρημένοι
44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τòν αὐτòν λόγον εἰπὼν πάλιν
45 τότε ἔρχεται πρòς τοὺς μαθητὰς καὶ λέγει αὐτοι̃ς καθεύδετε τò λοιπòν καὶ ἀναπαύεσθε ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς χει̃ρας ἁμαρτωλω̃ν
46 ἐγείρεσθε ἄγωμεν ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με
47 καὶ ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ ’Ιούδας εἱ̃ς τω̃ν δώδεκα ἠ̃λθεν καὶ μετ' αὐτου̃ ὄχλος πολὺς μετὰ μαχαιρω̃ν καὶ ξύλων ἀπò τω̃ν ἀρχιερέων καὶ πρεσβυτέρων του̃ λαου̃
48 ὁ δὲ παραδιδοὺς αὐτòν ἔδωκεν αὐτοι̃ς σημει̃ον λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν
49 καὶ εὐθέως προσελθὼν τω̨̃ ’Ιησου̃ εἰ̃πεν χαι̃ρε ῥαββί καὶ κατεφίλησεν αὐτόν
50 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἑται̃ρε ἐφ' ὃ πάρει τότε προσελθόντες ἐπέβαλον τὰς χει̃ρας ἐπὶ τòν ’Ιησου̃ν καὶ ἐκράτησαν αὐτόν
51 καὶ ἰδοὺ εἱ̃ς τω̃ν μετὰ ’Ιησου̃ ἐκτείνας τὴν χει̃ρα ἀπέσπασεν τὴν μάχαιραν αὐτου̃ καὶ πατάξας τòν δου̃λον του̃ ἀρχιερέως ἀφει̃λεν αὐτου̃ τò ὠτίον
52 τότε λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τòν τόπον αὐτη̃ς πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρη̨ ἀπολου̃νται
53 ἢ δοκει̃ς ὅτι οὐ δύναμαι παρακαλέσαι τòν πατέρα μου καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιω̃νας ἀγγέλων
54 πω̃ς οὐ̃ν πληρωθω̃σιν αἱ γραφαὶ ὅτι οὕτως δει̃ γενέσθαι
55 ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ εἰ̃πεν ὁ ’Ιησου̃ς τοι̃ς ὄχλοις ὡς ἐπὶ λη̨στὴν ἐξήλθατε μετὰ μαχαιρω̃ν καὶ ξύλων συλλαβει̃ν με καθ' ἡμέραν ἐν τω̨̃ ἱερω̨̃ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με
56 του̃το δὲ ὅλον γέγονεν ἵνα πληρωθω̃σιν αἱ γραφαὶ τω̃ν προφητω̃ν τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτòν ἔφυγον
57 οἱ δὲ κρατήσαντες τòν ’Ιησου̃ν ἀπήγαγον πρòς καϊάφαν τòν ἀρχιερέα ὅπου οἱ γραμματει̃ς καὶ οἱ πρεσβύτεροι συνήχθησαν
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτω̨̃ ἀπò μακρόθεν ἕως τη̃ς αὐλη̃ς του̃ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τω̃ν ὑπηρετω̃ν ἰδει̃ν τò τέλος
59 οἱ δὲ ἀρχιερει̃ς καὶ τò συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ του̃ ’Ιησου̃ ὅπως αὐτòν θανατώσωσιν
60 καὶ οὐχ εὑ̃ρον πολλω̃ν προσελθόντων ψευδομαρτύρων ὕστερον δὲ προσελθόντες δύο
61 εἰ̃παν οὑ̃τος ἔφη δύναμαι καταλυ̃σαι τòν ναòν του̃ θεου̃ καὶ διὰ τριω̃ν ἡμερω̃ν οἰκοδομη̃σαι
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰ̃πεν αὐτω̨̃ οὐδὲν ἀποκρίνη̨ τί οὑ̃τοί σου καταμαρτυρου̃σιν
63 ὁ δὲ ’Ιησου̃ς ἐσιώπα καὶ ὁ ἀρχιερεὺς εἰ̃πεν αὐτω̨̃ ἐξορκίζω σε κατὰ του̃ θεου̃ του̃ ζω̃ντος ἵνα ἡμι̃ν εἴπη̨ς εἰ σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃
64 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς σὺ εἰ̃πας πλὴν λέγω ὑμι̃ν ἀπ' ἄρτι ὄψεσθε τòν υἱòν του̃ ἀνθρώπου καθήμενον ἐκ δεξιω̃ν τη̃ς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃
65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτου̃ λέγων ἐβλασφήμησεν τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νυ̃ν ἠκούσατε τὴν βλασφημίαν
66 τί ὑμι̃ν δοκει̃ οἱ δὲ ἀποκριθέντες εἰ̃παν ἔνοχος θανάτου ἐστίν
67 τότε ἐνέπτυσαν εἰς τò πρόσωπον αὐτου̃ καὶ ἐκολάφισαν αὐτόν οἱ δὲ ἐράπισαν
68 λέγοντες προφήτευσον ἡμι̃ν χριστέ τίς ἐστιν ὁ παίσας σε
69 ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τη̨̃ αὐλη̨̃ καὶ προση̃λθεν αὐτω̨̃ μία παιδίσκη λέγουσα καὶ σὺ ἠ̃σθα μετὰ ’Ιησου̃ του̃ Γαλιλαίου
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων οὐκ οἰ̃δα τί λέγεις
71 ἐξελθόντα δὲ εἰς τòν πυλω̃να εἰ̃δεν αὐτòν ἄλλη καὶ λέγει τοι̃ς ἐκει̃ οὑ̃τος ἠ̃ν μετὰ ’Ιησου̃ του̃ Ναζωραίου
72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἰ̃δα τòν ἄνθρωπον
73 μετὰ μικρòν δὲ προσελθόντες οἱ ἑστω̃τες εἰ̃πον τω̨̃ Πέτρω̨ ἀληθω̃ς καὶ σὺ ἐξ αὐτω̃ν εἰ̃ καὶ γὰρ ἡ λαλιά σου δη̃λόν σε ποιει̃
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἰ̃δα τòν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
75 καὶ ἐμνήσθη ὁ Πέτρος του̃ ῥήματος ’Ιησου̃ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνη̃σαι τρὶς ἀπαρνήση̨ με καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρω̃ς

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 27

πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι του̃ λαου̃ κατὰ του̃ ’Ιησου̃ ὥστε θανατω̃σαι αὐτόν
καὶ δήσαντες αὐτòν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτω̨ τω̨̃ ἡγεμόνι
τότε ἰδὼν ’Ιούδας ὁ παραδιδοὺς αὐτòν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοι̃ς ἀρχιερευ̃σιν καὶ πρεσβυτέροις
λέγων ἥμαρτον παραδοὺς αἱ̃μα ἀθω̨̃ον οἱ δὲ εἰ̃παν τί πρòς ἡμα̃ς σὺ ὄψη̨
καὶ ῥίψας τὰ ἀργύρια εἰς τòν ναòν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο
οἱ δὲ ἀρχιερει̃ς λαβόντες τὰ ἀργύρια εἰ̃παν οὐκ ἔξεστιν βαλει̃ν αὐτὰ εἰς τòν κορβανα̃ν ἐπεὶ τιμὴ αἵματός ἐστιν
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτω̃ν τòν ἀγρòν του̃ κεραμέως εἰς ταφὴν τοι̃ς ξένοις
διò ἐκλήθη ὁ ἀγρòς ἐκει̃νος ἀγρòς αἵματος ἕως τη̃ς σήμερον
τότε ἐπληρώθη τò ῥηθὲν διὰ ’Ιερεμίου του̃ προφήτου λέγοντος καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν του̃ τετιμημένου ὃν ἐτιμήσαντο ἀπò υἱω̃ν ’Ισραήλ
10 καὶ ἔδωκαν αὐτὰ εἰς τòν ἀγρòν του̃ κεραμέως καθὰ συνέταξέν μοι κύριος
11 ὁ δὲ ’Ιησου̃ς ἐστάθη ἔμπροσθεν του̃ ἡγεμόνος καὶ ἐπηρώτησεν αὐτòν ὁ ἡγεμὼν λέγων σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ὁ δὲ ’Ιησου̃ς ἔφη σὺ λέγεις
12 καὶ ἐν τω̨̃ κατηγορει̃σθαι αὐτòν ὑπò τω̃ν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο
13 τότε λέγει αὐτω̨̃ ὁ Πιλα̃τος οὐκ ἀκούεις πόσα σου καταμαρτυρου̃σιν
14 καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ πρòς οὐδὲ ἓν ῥη̃μα ὥστε θαυμάζειν τòν ἡγεμόνα λίαν
15 κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τω̨̃ ὄχλω̨ δέσμιον ὃν ἤθελον
16 εἰ̃χον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ’Ιησου̃ν Βαραββα̃ν
17 συνηγμένων οὐ̃ν αὐτω̃ν εἰ̃πεν αὐτοι̃ς ὁ Πιλα̃τος τίνα θέλετε ἀπολύσω ὑμι̃ν ’Ιησου̃ν τòν Βαραββα̃ν ἢ ’Ιησου̃ν τòν λεγόμενον Χριστόν
18 ἤ̨δει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν
19 καθημένου δὲ αὐτου̃ ἐπὶ του̃ βήματος ἀπέστειλεν πρòς αὐτòν ἡ γυνὴ αὐτου̃ λέγουσα μηδὲν σοὶ καὶ τω̨̃ δικαίω̨ ἐκείνω̨ πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν
20 οἱ δὲ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τòν Βαραββα̃ν τòν δὲ ’Ιησου̃ν ἀπολέσωσιν
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἰ̃πεν αὐτοι̃ς τίνα θέλετε ἀπò τω̃ν δύο ἀπολύσω ὑμι̃ν οἱ δὲ εἰ̃παν τòν Βαραββα̃ν
22 λέγει αὐτοι̃ς ὁ Πιλα̃τος τί οὐ̃ν ποιήσω ’Ιησου̃ν τòν λεγόμενον Χριστόν λέγουσιν πάντες σταυρωθήτω
23 ὁ δὲ ἔφη τί γὰρ κακòν ἐποίησεν οἱ δὲ περισσω̃ς ἔκραζον λέγοντες σταυρωθήτω
24 ἰδὼν δὲ ὁ Πιλα̃τος ὅτι οὐδὲν ὠφελει̃ ἀλλὰ μα̃λλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χει̃ρας ἀπέναντι του̃ ὄχλου λέγων ἀθω̨̃ός εἰμι ἀπò του̃ αἵματος τούτου ὑμει̃ς ὄψεσθε
25 καὶ ἀποκριθεὶς πα̃ς ὁ λαòς εἰ̃πεν τò αἱ̃μα αὐτου̃ ἐφ' ἡμα̃ς καὶ ἐπὶ τὰ τέκνα ἡμω̃ν
26 τότε ἀπέλυσεν αὐτοι̃ς τòν Βαραββα̃ν τòν δὲ ’Ιησου̃ν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθη̨̃
27 τότε οἱ στρατιω̃ται του̃ ἡγεμόνος παραλαβόντες τòν ’Ιησου̃ν εἰς τò πραιτώριον συνήγαγον ἐπ' αὐτòν ὅλην τὴν σπει̃ραν
28 καὶ ἐκδύσαντες αὐτòν χλαμύδα κοκκίνην περιέθηκαν αὐτω̨̃
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθω̃ν ἐπέθηκαν ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ κάλαμον ἐν τη̨̃ δεξια̨̃ αὐτου̃ καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτου̃ ἐνέπαιξαν αὐτω̨̃ λέγοντες χαι̃ρε βασιλευ̃ τω̃ν ’Ιουδαίων
30 καὶ ἐμπτύσαντες εἰς αὐτòν ἔλαβον τòν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτου̃
31 καὶ ὅτε ἐνέπαιξαν αὐτω̨̃ ἐξέδυσαν αὐτòν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτòν τὰ ἱμάτια αὐτου̃ καὶ ἀπήγαγον αὐτòν εἰς τò σταυρω̃σαι
32 ἐξερχόμενοι δὲ εὑ̃ρον ἄνθρωπον κυρηναι̃ον ὀνόματι Σίμωνα του̃τον ἠγγάρευσαν ἵνα ἄρη̨ τòν σταυρòν αὐτου̃
33 καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθα̃ ὅ ἐστιν κρανίου τόπος λεγόμενος
34 ἔδωκαν αὐτω̨̃ πιει̃ν οἰ̃νον μετὰ χολη̃ς μεμιγμένον καὶ γευσάμενος οὐκ ἠθέλησεν πιει̃ν
35 σταυρώσαντες δὲ αὐτòν διεμερίσαντο τὰ ἱμάτια αὐτου̃ βάλλοντες κλη̃ρον
36 καὶ καθήμενοι ἐτήρουν αὐτòν ἐκει̃
37 καὶ ἐπέθηκαν ἐπάνω τη̃ς κεφαλη̃ς αὐτου̃ τὴν αἰτίαν αὐτου̃ γεγραμμένην οὑ̃τός ἐστιν ’Ιησου̃ς ὁ βασιλευ̃ς τω̃ν ’Ιουδαίων
38 τότε σταυρου̃νται σὺν αὐτω̨̃ δύο λη̨σταί εἱ̃ς ἐκ δεξιω̃ν καὶ εἱ̃ς ἐξ εὐωνύμων
39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτòν κινου̃ντες τὰς κεφαλὰς αὐτω̃ν
40 καὶ λέγοντες ὁ καταλύων τòν ναòν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομω̃ν σω̃σον σεαυτόν εἰ υἱòς εἰ̃ του̃ θεου̃ καὶ κατάβηθι ἀπò του̃ σταυρου̃
41 ὁμοίως καὶ οἱ ἀρχιερει̃ς ἐμπαίζοντες μετὰ τω̃ν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον
42 ἄλλους ἔσωσεν ἑαυτòν οὐ δύναται σω̃σαι βασιλεὺς ’Ισραήλ ἐστιν καταβάτω νυ̃ν ἀπò του̃ σταυρου̃ καὶ πιστεύσομεν ἐπ' αὐτόν
43 πέποιθεν ἐπὶ τòν θεόν ῥυσάσθω νυ̃ν εἰ θέλει αὐτόν εἰ̃πεν γὰρ ὅτι θεου̃ εἰμι υἱός
44 τò δ' αὐτò καὶ οἱ λη̨σταὶ οἱ συσταυρωθέντες σὺν αὐτω̨̃ ὠνείδιζον αὐτόν
45 ἀπò δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πα̃σαν τὴν γη̃ν ἕως ὥρας ἐνάτης
46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ’Ιησου̃ς φωνη̨̃ μεγάλη̨ λέγων Ηλι ηλι λεμα σαβαχθανι του̃τ' ἔστιν θεέ μου θεέ μου ἱνατί με ἐγκατέλιπες
47 τινὲς δὲ τω̃ν ἐκει̃ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι ’Ηλίαν φωνει̃ οὑ̃τος
48 καὶ εὐθέως δραμὼν εἱ̃ς ἐξ αὐτω̃ν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμω̨ ἐπότιζεν αὐτόν
49 οἱ δὲ λοιποὶ ἔλεγον ἄφες ἴδωμεν εἰ ἔρχεται ’Ηλίας σώσων αὐτόν
50 ὁ δὲ ’Ιησου̃ς πάλιν κράξας φωνη̨̃ μεγάλη̨ ἀφη̃κεν τò πνευ̃μα
51 καὶ ἰδοὺ τò καταπέτασμα του̃ ναου̃ ἐσχίσθη ἀπ' ἄνωθεν ἕως κάτω εἰς δύο καὶ ἡ γη̃ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν
52 καὶ τὰ μνημει̃α ἀνεώ̨χθησαν καὶ πολλὰ σώματα τω̃ν κεκοιμημένων ἁγίων ἠγέρθησαν
53 καὶ ἐξελθόντες ἐκ τω̃ν μνημείων μετὰ τὴν ἔγερσιν αὐτου̃ εἰση̃λθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοι̃ς
54 ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτου̃ τηρου̃ντες τòν ’Ιησου̃ν ἰδόντες τòν σεισμòν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες ἀληθω̃ς θεου̃ υἱòς ἠ̃ν οὑ̃τος
55 ἠ̃σαν δὲ ἐκει̃ γυναι̃κες πολλαὶ ἀπò μακρόθεν θεωρου̃σαι αἵτινες ἠκολούθησαν τω̨̃ ’Ιησου̃ ἀπò τη̃ς Γαλιλαίας διακονου̃σαι αὐτω̨̃
56 ἐν αἱ̃ς ἠ̃ν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ του̃ ’Ιακώβου καὶ ’Ιωσὴφ μήτηρ καὶ ἡ μήτηρ τω̃ν υἱω̃ν Ζεβεδαίου
57 ὀψίας δὲ γενομένης ἠ̃λθεν ἄνθρωπος πλούσιος ἀπò ἁριμαθαίας τοὔνομα ’Ιωσήφ ὃς καὶ αὐτòς ἐμαθητεύθη τω̨̃ ’Ιησου̃
58 οὑ̃τος προσελθὼν τω̨̃ Πιλάτω̨ ἠ̨τήσατο τò σω̃μα του̃ ’Ιησου̃ τότε ὁ Πιλα̃τος ἐκέλευσεν ἀποδοθη̃ναι
59 καὶ λαβὼν τò σω̃μα ὁ ’Ιωσὴφ ἐνετύλιξεν αὐτò ἐν σινδόνι καθαρα̨̃
60 καὶ ἔθηκεν αὐτò ἐν τω̨̃ καινω̨̃ αὐτου̃ μνημείω̨ ὃ ἐλατόμησεν ἐν τη̨̃ πέτρα̨ καὶ προσκυλίσας λίθον μέγαν τη̨̃ θύρα̨ του̃ μνημείου ἀπη̃λθεν
61 ἠ̃ν δὲ ἐκει̃ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι του̃ τάφου
62 τη̨̃ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν συνήχθησαν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι πρòς Πιλα̃τον
63 λέγοντες κύριε ἐμνήσθημεν ὅτι ἐκει̃νος ὁ πλάνος εἰ̃πεν ἔτι ζω̃ν μετὰ τρει̃ς ἡμέρας ἐγείρομαι
64 κέλευσον οὐ̃ν ἀσφαλισθη̃ναι τòν τάφον ἕως τη̃ς τρίτης ἡμέρας μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτου̃ κλέψωσιν αὐτòν καὶ εἴπωσιν τω̨̃ λαω̨̃ ἠγέρθη ἀπò τω̃ν νεκρω̃ν καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τη̃ς πρώτης
65 ἔφη αὐτοι̃ς ὁ Πιλα̃τος ἔχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τòν τάφον σφραγίσαντες τòν λίθον μετὰ τη̃ς κουστωδίας

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 28

ὀψὲ δὲ σαββάτων τη̨̃ ἐπιφωσκούση̨ εἰς μίαν σαββάτων ἠ̃λθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρη̃σαι τòν τάφον
καὶ ἰδοὺ σεισμòς ἐγένετο μέγας ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανου̃ καὶ προσελθὼν ἀπεκύλισεν τòν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτου̃
ἠ̃ν δὲ ἡ εἰδέα αὐτου̃ ὡς ἀστραπὴ καὶ τò ἔνδυμα αὐτου̃ λευκòν ὡς χιών
ἀπò δὲ του̃ φόβου αὐτου̃ ἐσείσθησαν οἱ τηρου̃ντες καὶ ἐγενήθησαν ὡς νεκροί
ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἰ̃πεν ται̃ς γυναιξίν μὴ φοβει̃σθε ὑμει̃ς οἰ̃δα γὰρ ὅτι ’Ιησου̃ν τòν ἐσταυρωμένον ζητει̃τε
οὐκ ἔστιν ὡ̃δε ἠγέρθη γὰρ καθὼς εἰ̃πεν δευ̃τε ἴδετε τòν τόπον ὅπου ἔκειτο
καὶ ταχὺ πορευθει̃σαι εἴπατε τοι̃ς μαθηται̃ς αὐτου̃ ὅτι ἠγέρθη ἀπò τω̃ν νεκρω̃ν καὶ ἰδοὺ προάγει ὑμα̃ς εἰς τὴν Γαλιλαίαν ἐκει̃ αὐτòν ὄψεσθε ἰδοὺ εἰ̃πον ὑμι̃ν
καὶ ἀπελθου̃σαι ταχὺ ἀπò του̃ μνημείου μετὰ φόβου καὶ χαρα̃ς μεγάλης ἔδραμον ἀπαγγει̃λαι τοι̃ς μαθηται̃ς αὐτου̃
καὶ ἰδοὺ ’Ιησου̃ς ὑπήντησεν αὐται̃ς λέγων χαίρετε αἱ δὲ προσελθου̃σαι ἐκράτησαν αὐτου̃ τοὺς πόδας καὶ προσεκύνησαν αὐτω̨̃
10 τότε λέγει αὐται̃ς ὁ ’Ιησου̃ς μὴ φοβει̃σθε ὑπάγετε ἀπαγγείλατε τοι̃ς ἀδελφοι̃ς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκει̃ με ὄψονται
11 πορευομένων δὲ αὐτω̃ν ἰδού τινες τη̃ς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοι̃ς ἀρχιερευ̃σιν ἅπαντα τὰ γενόμενα
12 καὶ συναχθέντες μετὰ τω̃ν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοι̃ς στρατιώταις
13 λέγοντες εἴπατε ὅτι οἱ μαθηταὶ αὐτου̃ νυκτòς ἐλθόντες ἔκλεψαν αὐτòν ἡμω̃ν κοιμωμένων
14 καὶ ἐὰν ἀκουσθη̨̃ του̃το ἐπὶ του̃ ἡγεμόνος ἡμει̃ς πείσομεν αὐτòν καὶ ὑμα̃ς ἀμερίμνους ποιήσομεν
15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν καὶ διεφημίσθη ὁ λόγος οὑ̃τος παρὰ ’Ιουδαίοις μέχρι τη̃ς σήμερον ἡμέρας
16 οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τò ὄρος οὑ̃ ἐτάξατο αὐτοι̃ς ὁ ’Ιησου̃ς
17 καὶ ἰδόντες αὐτòν προσεκύνησαν οἱ δὲ ἐδίστασαν
18 καὶ προσελθὼν ὁ ’Ιησου̃ς ἐλάλησεν αὐτοι̃ς λέγων ἐδόθη μοι πα̃σα ἐξουσία ἐν οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς
19 πορευθέντες οὐ̃ν μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τò ὄνομα του̃ πατρòς καὶ του̃ υἱου̃ καὶ του̃ ἁγίου πνεύματος
20 διδάσκοντες αὐτοὺς τηρει̃ν πάντα ὅσα ἐνετειλάμην ὑμι̃ν καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμω̃ν εἰμι πάσας τὰς ἡμέρας ἕως τη̃ς συντελείας του̃ αἰω̃νος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.