1 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς πάλιν εἰ̃πεν ἐν παραβολαι̃ς αὐτοι̃ς λέγων |
2 ὡμοιώθη ἡ βασιλεία τω̃ν οὐρανω̃ν ἀνθρώπω̨ βασιλει̃ ὅστις ἐποίησεν γάμους τω̨̃ υἱω̨̃ αὐτου̃ |
3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτου̃ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθει̃ν |
4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων εἴπατε τοι̃ς κεκλημένοις ἰδοὺ τò ἄριστόν μου ἡτοίμακα οἱ ταυ̃ροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα δευ̃τε εἰς τοὺς γάμους |
5 οἱ δὲ ἀμελήσαντες ἀπη̃λθον ὃς μὲν εἰς τòν ἴδιον ἀγρόν ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτου̃ |
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτου̃ ὕβρισαν καὶ ἀπέκτειναν |
7 ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτου̃ ἀπώλεσεν τοὺς φονει̃ς ἐκείνους καὶ τὴν πόλιν αὐτω̃ν ἐνέπρησεν |
8 τότε λέγει τοι̃ς δούλοις αὐτου̃ ὁ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἠ̃σαν ἄξιοι |
9 πορεύεσθε οὐ̃ν ἐπὶ τὰς διεξόδους τω̃ν ὁδω̃ν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους |
10 καὶ ἐξελθόντες οἱ δου̃λοι ἐκει̃νοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὑ̃ρον πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων |
11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἰ̃δεν ἐκει̃ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου |
12 καὶ λέγει αὐτω̨̃ ἑται̃ρε πω̃ς εἰση̃λθες ὡ̃δε μὴ ἔχων ἔνδυμα γάμου ὁ δὲ ἐφιμώθη |
13 τότε ὁ βασιλεὺς εἰ̃πεν τοι̃ς διακόνοις δήσαντες αὐτου̃ πόδας καὶ χει̃ρας ἐκβάλετε αὐτòν εἰς τò σκότος τò ἐξώτερον ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων |
14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί |
15 τότε πορευθέντες οἱ Φαρισαι̃οι συμβούλιον ἔλαβον ὅπως αὐτòν παγιδεύσωσιν ἐν λόγω̨ |
16 καὶ ἀποστέλλουσιν αὐτω̨̃ τοὺς μαθητὰς αὐτω̃ν μετὰ τω̃ν ἡρω̨διανω̃ν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἰ̃ καὶ τὴν ὁδòν του̃ θεου̃ ἐν ἀληθεία̨ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων |
17 εἰπὲ οὐ̃ν ἡμι̃ν τί σοι δοκει̃ ἔξεστιν δου̃ναι κη̃νσον Καίσαρι ἢ οὔ |
18 γνοὺς δὲ ὁ ’Ιησου̃ς τὴν πονηρίαν αὐτω̃ν εἰ̃πεν τί με πειράζετε ὑποκριταί |
19 ἐπιδείξατέ μοι τò νόμισμα του̃ κήνσου οἱ δὲ προσήνεγκαν αὐτω̨̃ δηνάριον |
20 καὶ λέγει αὐτοι̃ς τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή |
21 λέγουσιν αὐτω̨̃ Καίσαρος τότε λέγει αὐτοι̃ς ἀπόδοτε οὐ̃ν τὰ Καίσαρος Καίσαρι καὶ τὰ του̃ θεου̃ τω̨̃ θεω̨̃ |
22 καὶ ἀκούσαντες ἐθαύμασαν καὶ ἀφέντες αὐτòν ἀπη̃λθαν |
23 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ προση̃λθον αὐτω̨̃ Σαδδουκαι̃οι λέγοντες μὴ εἰ̃ναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτòν |
24 λέγοντες διδάσκαλε Μωϋση̃ς εἰ̃πεν ἐάν τις ἀποθάνη̨ μὴ ἔχων τέκνα ἐπιγαμβρεύσει ὁ ἀδελφòς αὐτου̃ τὴν γυναι̃κα αὐτου̃ καὶ ἀναστήσει σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ |
25 ἠ̃σαν δὲ παρ' ἡμι̃ν ἑπτὰ ἀδελφοί καὶ ὁ πρω̃τος γήμας ἐτελεύτησεν καὶ μὴ ἔχων σπέρμα ἀφη̃κεν τὴν γυναι̃κα αὐτου̃ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ |
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τω̃ν ἑπτά |
27 ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή |
28 ἐν τη̨̃ ἀναστάσει οὐ̃ν τίνος τω̃ν ἑπτὰ ἔσται γυνή πάντες γὰρ ἔσχον αὐτήν |
29 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πλανα̃σθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν του̃ θεου̃ |
30 ἐν γὰρ τη̨̃ ἀναστάσει οὔτε γαμου̃σιν οὔτε γαμίζονται ἀλλ' ὡς ἄγγελοι ἐν τω̨̃ οὐρανω̨̃ εἰσιν |
31 περὶ δὲ τη̃ς ἀναστάσεως τω̃ν νεκρω̃ν οὐκ ἀνέγνωτε τò ῥηθὲν ὑμι̃ν ὑπò του̃ θεου̃ λέγοντος |
32 ἐγώ εἰμι ὁ θεòς ’Αβραὰμ καὶ ὁ θεòς ’Ισαὰκ καὶ ὁ θεòς ’Ιακώβ οὐκ ἔστιν ὁ θεòς νεκρω̃ν ἀλλὰ ζώντων |
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ |
34 οἱ δὲ Φαρισαι̃οι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τò αὐτό |
35 καὶ ἐπηρώτησεν εἱ̃ς ἐξ αὐτω̃ν νομικòς πειράζων αὐτόν |
36 διδάσκαλε ποία ἐντολὴ μεγάλη ἐν τω̨̃ νόμω̨ |
37 ὁ δὲ ἔφη αὐτω̨̃ ἀγαπήσεις κύριον τòν θεόν σου ἐν ὅλη̨ τη̨̃ καρδία̨ σου καὶ ἐν ὅλη̨ τη̨̃ ψυχη̨̃ σου καὶ ἐν ὅλη̨ τη̨̃ διανοία̨ σου |
38 αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή |
39 δευτέρα δὲ ὁμοία αὐτη̨̃ ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν |
40 ἐν ταύταις ται̃ς δυσὶν ἐντολαι̃ς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφη̃ται |
41 συνηγμένων δὲ τω̃ν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ ’Ιησου̃ς |
42 λέγων τί ὑμι̃ν δοκει̃ περὶ του̃ Χριστου̃ τίνος υἱός ἐστιν λέγουσιν αὐτω̨̃ του̃ Δαυίδ |
43 λέγει αὐτοι̃ς πω̃ς οὐ̃ν Δαυὶδ ἐν πνεύματι καλει̃ αὐτòν κύριον λέγων |
44 εἰ̃πεν κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποκάτω τω̃ν ποδω̃ν σου |
45 εἰ οὐ̃ν Δαυὶδ καλει̃ αὐτòν κύριον πω̃ς υἱòς αὐτου̃ ἐστιν |
46 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθη̃ναι αὐτω̨̃ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ' ἐκείνης τη̃ς ἡμέρας ἐπερωτη̃σαι αὐτòν οὐκέτι |