1 καὶ προσελθόντες οἱ Φαρισαι̃οι καὶ Σαδδουκαι̃οι πειράζοντες ἐπηρώτησαν αὐτòν σημει̃ον ἐκ του̃ οὐρανου̃ ἐπιδει̃ξαι αὐτοι̃ς |
2 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς ὀψίας γενομένης λέγετε εὐδία πυρράζει γὰρ ὁ οὐρανός |
3 καὶ πρωΐ σήμερον χειμών πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός τò μὲν πρόσωπον του̃ οὐρανου̃ γινώσκετε διακρίνειν τὰ δὲ σημει̃α τω̃ν καιρω̃ν οὐ δύνασθε |
4 γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημει̃ον ἐπιζητει̃ καὶ σημει̃ον οὐ δοθήσεται αὐτη̨̃ εἰ μὴ τò σημει̃ον ’Ιωνα̃ καὶ καταλιπὼν αὐτοὺς ἀπη̃λθεν |
5 καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τò πέραν ἐπελάθοντο ἄρτους λαβει̃ν |
6 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ὁρα̃τε καὶ προσέχετε ἀπò τη̃ς ζύμης τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων |
7 οἱ δὲ διελογίζοντο ἐν ἑαυτοι̃ς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν |
8 γνοὺς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν τί διαλογίζεσθε ἐν ἑαυτοι̃ς ὀλιγόπιστοι ὅτι ἄρτους οὐκ ἔχετε |
9 οὔπω νοει̃τε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τω̃ν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε |
10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τω̃ν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε |
11 πω̃ς οὐ νοει̃τε ὅτι οὐ περὶ ἄρτων εἰ̃πον ὑμι̃ν προσέχετε δὲ ἀπò τη̃ς ζύμης τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων |
12 τότε συνη̃καν ὅτι οὐκ εἰ̃πεν προσέχειν ἀπò τη̃ς ζύμης τω̃ν ἄρτων ἀλλὰ ἀπò τη̃ς διδαχη̃ς τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων |
13 ἐλθὼν δὲ ὁ ’Ιησου̃ς εἰς τὰ μέρη Καισαρείας τη̃ς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτου̃ λέγων τίνα λέγουσιν οἱ ἄνθρωποι εἰ̃ναι τòν υἱòν του̃ ἀνθρώπου |
14 οἱ δὲ εἰ̃παν οἱ μὲν ’Ιωάννην τòν βαπτιστήν ἄλλοι δὲ ’Ηλίαν ἕτεροι δὲ ’Ιερεμίαν ἢ ἕνα τω̃ν προφητω̃ν |
15 λέγει αὐτοι̃ς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι |
16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἰ̃πεν σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ του̃ ζω̃ντος |
17 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ μακάριος εἰ̃ Σίμων βαριωνα̃ ὅτι σὰρξ καὶ αἱ̃μα οὐκ ἀπεκάλυψέν σοι ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοι̃ς οὐρανοι̃ς |
18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἰ̃ Πέτρος καὶ ἐπὶ ταύτη̨ τη̨̃ πέτρα̨ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ἅ̨δου οὐ κατισχύσουσιν αὐτη̃ς |
19 δώσω σοι τὰς κλει̃δας τη̃ς βασιλείας τω̃ν οὐρανω̃ν καὶ ὃ ἐὰν δήση̨ς ἐπὶ τη̃ς γη̃ς ἔσται δεδεμένον ἐν τοι̃ς οὐρανοι̃ς καὶ ὃ ἐὰν λύση̨ς ἐπὶ τη̃ς γη̃ς ἔσται λελυμένον ἐν τοι̃ς οὐρανοι̃ς |
20 τότε διεστείλατο τοι̃ς μαθηται̃ς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός |
21 ἀπò τότε ἤρξατο ὁ ’Ιησου̃ς δεικνύειν τοι̃ς μαθηται̃ς αὐτου̃ ὅτι δει̃ αὐτòν εἰς ‘Ιεροσόλυμα ἀπελθει̃ν καὶ πολλὰ παθει̃ν ἀπò τω̃ν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθη̃ναι |
22 καὶ προσλαβόμενος αὐτòν ὁ Πέτρος ἤρξατο ἐπιτιμα̃ν αὐτω̨̃ λέγων ἵλεώς σοι κύριε οὐ μὴ ἔσται σοι του̃το |
23 ὁ δὲ στραφεὶς εἰ̃πεν τω̨̃ Πέτρω̨ ὕπαγε ὀπίσω μου Σατανα̃ σκάνδαλον εἰ̃ ἐμου̃ ὅτι οὐ φρονει̃ς τὰ του̃ θεου̃ ἀλλὰ τὰ τω̃ν ἀνθρώπων |
24 τότε ὁ ’Ιησου̃ς εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ εἴ τις θέλει ὀπίσω μου ἐλθει̃ν ἀπαρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθείτω μοι |
25 ὃς γὰρ ἐὰν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ εὑρήσει αὐτήν |
26 τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τòν κόσμον ὅλον κερδήση̨ τὴν δὲ ψυχὴν αὐτου̃ ζημιωθη̨̃ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τη̃ς ψυχη̃ς αὐτου̃ |
27 μέλλει γὰρ ὁ υἱòς του̃ ἀνθρώπου ἔρχεσθαι ἐν τη̨̃ δόξη̨ του̃ πατρòς αὐτου̃ μετὰ τω̃ν ἀγγέλων αὐτου̃ καὶ τότε ἀποδώσει ἑκάστω̨ κατὰ τὴν πρα̃ξιν αὐτου̃ |
28 ἀμὴν λέγω ὑμι̃ν ὅτι εἰσίν τινες τω̃ν ὡ̃δε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ |