Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 13

ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐξελθὼν ὁ ’Ιησου̃ς τη̃ς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν
καὶ συνήχθησαν πρòς αὐτòν ὄχλοι πολλοί ὥστε αὐτòν εἰς πλοι̃ον ἐμβάντα καθη̃σθαι καὶ πα̃ς ὁ ὄχλος ἐπὶ τòν αἰγιαλòν εἱστήκει
καὶ ἐλάλησεν αὐτοι̃ς πολλὰ ἐν παραβολαι̃ς λέγων ἰδοὺ ἐξη̃λθεν ὁ σπείρων του̃ σπείρειν
καὶ ἐν τω̨̃ σπείρειν αὐτòν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἰ̃χεν γη̃ν πολλήν καὶ εὐθέως ἐξανέτειλεν διὰ τò μὴ ἔχειν βάθος γη̃ς
ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τò μὴ ἔχειν ῥίζαν ἐξηράνθη
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γη̃ν τὴν καλὴν καὶ ἐδίδου καρπόν ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα
ὁ ἔχων ὠ̃τα ἀκουέτω
10 καὶ προσελθόντες οἱ μαθηταὶ εἰ̃παν αὐτω̨̃ διὰ τί ἐν παραβολαι̃ς λαλει̃ς αὐτοι̃ς
11 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς ὅτι ὑμι̃ν δέδοται γνω̃ναι τὰ μυστήρια τη̃ς βασιλείας τω̃ν οὐρανω̃ν ἐκείνοις δὲ οὐ δέδοται
12 ὅστις γὰρ ἔχει δοθήσεται αὐτω̨̃ καὶ περισσευθήσεται ὅστις δὲ οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτου̃
13 διὰ του̃το ἐν παραβολαι̃ς αὐτοι̃ς λαλω̃ ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν
14 καὶ ἀναπληρου̃ται αὐτοι̃ς ἡ προφητεία ’Ησαΐου ἡ λέγουσα ἀκοη̨̃ ἀκούσετε καὶ οὐ μὴ συνη̃τε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε
15 ἐπαχύνθη γὰρ ἡ καρδία του̃ λαου̃ τούτου καὶ τοι̃ς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἐκάμμυσαν μήποτε ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ τοι̃ς ὠσὶν ἀκούσωσιν καὶ τη̨̃ καρδία̨ συνω̃σιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς
16 ὑμω̃ν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὠ̃τα ὑμω̃ν ὅτι ἀκούουσιν
17 ἀμὴν γὰρ λέγω ὑμι̃ν ὅτι πολλοὶ προφη̃ται καὶ δίκαιοι ἐπεθύμησαν ἰδει̃ν ἃ βλέπετε καὶ οὐκ εἰ̃δαν καὶ ἀκου̃σαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν
18 ὑμει̃ς οὐ̃ν ἀκούσατε τὴν παραβολὴν του̃ σπείραντος
19 παντòς ἀκούοντος τòν λόγον τη̃ς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρòς καὶ ἁρπάζει τò ἐσπαρμένον ἐν τη̨̃ καρδία̨ αὐτου̃ οὑ̃τός ἐστιν ὁ παρὰ τὴν ὁδòν σπαρείς
20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς οὑ̃τός ἐστιν ὁ τòν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρα̃ς λαμβάνων αὐτόν
21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτω̨̃ ἀλλὰ πρόσκαιρός ἐστιν γενομένης δὲ θλίψεως ἢ διωγμου̃ διὰ τòν λόγον εὐθὺς σκανδαλίζεται
22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς οὑ̃τός ἐστιν ὁ τòν λόγον ἀκούων καὶ ἡ μέριμνα του̃ αἰω̃νος καὶ ἡ ἀπάτη του̃ πλούτου συμπνίγει τòν λόγον καὶ ἄκαρπος γίνεται
23 ὁ δὲ ἐπὶ τὴν καλὴν γη̃ν σπαρείς οὑ̃τός ἐστιν ὁ τòν λόγον ἀκούων καὶ συνιείς ὃς δὴ καρποφορει̃ καὶ ποιει̃ ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα
24 ἄλλην παραβολὴν παρέθηκεν αὐτοι̃ς λέγων ὡμοιώθη ἡ βασιλεία τω̃ν οὐρανω̃ν ἀνθρώπω̨ σπείραντι καλòν σπέρμα ἐν τω̨̃ ἀγρω̨̃ αὐτου̃
25 ἐν δὲ τω̨̃ καθεύδειν τοὺς ἀνθρώπους ἠ̃λθεν αὐτου̃ ὁ ἐχθρòς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον του̃ σίτου καὶ ἀπη̃λθεν
26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπòν ἐποίησεν τότε ἐφάνη καὶ τὰ ζιζάνια
27 προσελθόντες δὲ οἱ δου̃λοι του̃ οἰκοδεσπότου εἰ̃πον αὐτω̨̃ κύριε οὐχὶ καλòν σπέρμα ἔσπειρας ἐν τω̨̃ σω̨̃ ἀγρω̨̃ πόθεν οὐ̃ν ἔχει ζιζάνια
28 ὁ δὲ ἔφη αὐτοι̃ς ἐχθρòς ἄνθρωπος του̃το ἐποίησεν οἱ δὲ δου̃λοι λέγουσιν αὐτω̨̃ θέλεις οὐ̃ν ἀπελθόντες συλλέξωμεν αὐτά
29 ὁ δέ φησιν οὔ μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοι̃ς τòν σι̃τον
30 ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως του̃ θερισμου̃ καὶ ἐν καιρω̨̃ του̃ θερισμου̃ ἐρω̃ τοι̃ς θερισται̃ς συλλέξατε πρω̃τον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρòς τò κατακαυ̃σαι αὐτά τòν δὲ σι̃τον συναγάγετε εἰς τὴν ἀποθήκην μου
31 ἄλλην παραβολὴν παρέθηκεν αὐτοι̃ς λέγων ὁμοία ἐστὶν ἡ βασιλεία τω̃ν οὐρανω̃ν κόκκω̨ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τω̨̃ ἀγρω̨̃ αὐτου̃
32 ὃ μικρότερον μέν ἐστιν πάντων τω̃ν σπερμάτων ὅταν δὲ αὐξηθη̨̃ μει̃ζον τω̃ν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ὥστε ἐλθει̃ν τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ κατασκηνου̃ν ἐν τοι̃ς κλάδοις αὐτου̃
33 ἄλλην παραβολὴν ἐλάλησεν αὐτοι̃ς ὁμοία ἐστὶν ἡ βασιλεία τω̃ν οὐρανω̃ν ζύμη̨ ἣν λαβου̃σα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὑ̃ ἐζυμώθη ὅλον
34 ταυ̃τα πάντα ἐλάλησεν ὁ ’Ιησου̃ς ἐν παραβολαι̃ς τοι̃ς ὄχλοις καὶ χωρὶς παραβολη̃ς οὐδὲν ἐλάλει αὐτοι̃ς
35 ὅπως πληρωθη̨̃ τò ῥηθὲν διὰ του̃ προφήτου λέγοντος ἀνοίξω ἐν παραβολαι̃ς τò στόμα μου ἐρεύξομαι κεκρυμμένα ἀπò καταβολη̃ς κόσμου
36 τότε ἀφεὶς τοὺς ὄχλους ἠ̃λθεν εἰς τὴν οἰκίαν καὶ προση̃λθον αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ λέγοντες διασάφησον ἡμι̃ν τὴν παραβολὴν τω̃ν ζιζανίων του̃ ἀγρου̃
37 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ὁ σπείρων τò καλòν σπέρμα ἐστὶν ὁ υἱòς του̃ ἀνθρώπου
38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος τò δὲ καλòν σπέρμα οὑ̃τοί εἰσιν οἱ υἱοὶ τη̃ς βασιλείας τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ του̃ πονηρου̃
39 ὁ δὲ ἐχθρòς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος ὁ δὲ θερισμòς συντέλεια αἰω̃νός ἐστιν οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν
40 ὥσπερ οὐ̃ν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται οὕτως ἔσται ἐν τη̨̃ συντελεία̨ του̃ αἰω̃νος
41 ἀποστελει̃ ὁ υἱòς του̃ ἀνθρώπου τοὺς ἀγγέλους αὐτου̃ καὶ συλλέξουσιν ἐκ τη̃ς βασιλείας αὐτου̃ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιου̃ντας τὴν ἀνομίαν
42 καὶ βαλου̃σιν αὐτοὺς εἰς τὴν κάμινον του̃ πυρός ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων
43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τη̨̃ βασιλεία̨ του̃ πατρòς αὐτω̃ν ὁ ἔχων ὠ̃τα ἀκουέτω
44 ὁμοία ἐστὶν ἡ βασιλεία τω̃ν οὐρανω̃ν θησαυρω̨̃ κεκρυμμένω̨ ἐν τω̨̃ ἀγρω̨̃ ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν καὶ ἀπò τη̃ς χαρα̃ς αὐτου̃ ὑπάγει καὶ πωλει̃ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τòν ἀγρòν ἐκει̃νον
45 πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τω̃ν οὐρανω̃ν ἀνθρώπω̨ ἐμπόρω̨ ζητου̃ντι καλοὺς μαργαρίτας
46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἰ̃χεν καὶ ἠγόρασεν αὐτόν
47 πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τω̃ν οὐρανω̃ν σαγήνη̨ βληθείση̨ εἰς τὴν θάλασσαν καὶ ἐκ παντòς γένους συναγαγούση̨
48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τòν αἰγιαλòν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη τὰ δὲ σαπρὰ ἔξω ἔβαλον
49 οὕτως ἔσται ἐν τη̨̃ συντελεία̨ του̃ αἰω̃νος ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριου̃σιν τοὺς πονηροὺς ἐκ μέσου τω̃ν δικαίων
50 καὶ βαλου̃σιν αὐτοὺς εἰς τὴν κάμινον του̃ πυρός ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων
51 συνήκατε ταυ̃τα πάντα λέγουσιν αὐτω̨̃ ναί
52 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς διὰ του̃το πα̃ς γραμματεὺς μαθητευθεὶς τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν ὅμοιός ἐστιν ἀνθρώπω̨ οἰκοδεσπότη̨ ὅστις ἐκβάλλει ἐκ του̃ θησαυρου̃ αὐτου̃ καινὰ καὶ παλαιά
53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς τὰς παραβολὰς ταύτας μετη̃ρεν ἐκει̃θεν
54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτου̃ ἐδίδασκεν αὐτοὺς ἐν τη̨̃ συναγωγη̨̃ αὐτω̃ν ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν πόθεν τούτω̨ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις
55 οὐχ οὑ̃τός ἐστιν ὁ του̃ τέκτονος υἱός οὐχ ἡ μήτηρ αὐτου̃ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ’Ιάκωβος καὶ ’Ιωσὴφ καὶ Σίμων καὶ ’Ιούδας
56 καὶ αἱ ἀδελφαὶ αὐτου̃ οὐχὶ πα̃σαι πρòς ἡμα̃ς εἰσιν πόθεν οὐ̃ν τούτω̨ ταυ̃τα πάντα
57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτω̨̃ ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τη̨̃ πατρίδι καὶ ἐν τη̨̃ οἰκία̨ αὐτου̃
58 καὶ οὐκ ἐποίησεν ἐκει̃ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.