ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 11,
στἰχοι 25-30
25 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν ἐξομολογου̃μαί σοι πάτερ κύριε του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς ὅτι ἔκρυψας ταυ̃τα ἀπò σοφω̃ν καὶ συνετω̃ν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις |
26 ναί ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου |
27 πάντα μοι παρεδόθη ὑπò του̃ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τòν υἱòν εἰ μὴ ὁ πατήρ οὐδὲ τòν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱòς καὶ ὡ̨̃ ἐὰν βούληται ὁ υἱòς ἀποκαλύψαι |
28 δευ̃τε πρός με πάντες οἱ κοπιω̃ντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμα̃ς |
29 ἄρατε τòν ζυγόν μου ἐφ' ὑμα̃ς καὶ μάθετε ἀπ' ἐμου̃ ὅτι πραΰς εἰμι καὶ ταπεινòς τη̨̃ καρδία̨ καὶ εὑρήσετε ἀνάπαυσιν ται̃ς ψυχαι̃ς ὑμω̃ν |
30 ὁ γὰρ ζυγός μου χρηστòς καὶ τò φορτίον μου ἐλαφρόν ἐστιν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.