Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 11

καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς διατάσσων τοι̃ς δώδεκα μαθηται̃ς αὐτου̃ μετέβη ἐκει̃θεν του̃ διδάσκειν καὶ κηρύσσειν ἐν ται̃ς πόλεσιν αὐτω̃ν
ὁ δὲ ’Ιωάννης ἀκούσας ἐν τω̨̃ δεσμωτηρίω̨ τὰ ἔργα του̃ Χριστου̃ πέμψας διὰ τω̃ν μαθητω̃ν αὐτου̃
εἰ̃πεν αὐτω̨̃ σὺ εἰ̃ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκω̃μεν
καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πορευθέντες ἀπαγγείλατε ’Ιωάννη̨ ἃ ἀκούετε καὶ βλέπετε
τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατου̃σιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθη̨̃ ἐν ἐμοί
τούτων δὲ πορευομένων ἤρξατο ὁ ’Ιησου̃ς λέγειν τοι̃ς ὄχλοις περὶ ’Ιωάννου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπò ἀνέμου σαλευόμενον
ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν ἄνθρωπον ἐν μαλακοι̃ς ἠμφιεσμένον ἰδοὺ οἱ τὰ μαλακὰ φορου̃ντες ἐν τοι̃ς οἴκοις τω̃ν βασιλέων εἰσίν
ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν προφήτην ναί λέγω ὑμι̃ν καὶ περισσότερον προφήτου
10 οὑ̃τός ἐστιν περὶ οὑ̃ γέγραπται ἰδοὺ ἐγὼ ἀποστέλλω τòν ἄγγελόν μου πρò προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
11 ἀμὴν λέγω ὑμι̃ν οὐκ ἐγήγερται ἐν γεννητοι̃ς γυναικω̃ν μείζων ’Ιωάννου του̃ βαπτιστου̃ ὁ δὲ μικρότερος ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν μείζων αὐτου̃ ἐστιν
12 ἀπò δὲ τω̃ν ἡμερω̃ν ’Ιωάννου του̃ βαπτιστου̃ ἕως ἄρτι ἡ βασιλεία τω̃ν οὐρανω̃ν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν
13 πάντες γὰρ οἱ προφη̃ται καὶ ὁ νόμος ἕως ’Ιωάννου ἐπροφήτευσαν
14 καὶ εἰ θέλετε δέξασθαι αὐτός ἐστιν ’Ηλίας ὁ μέλλων ἔρχεσθαι
15 ὁ ἔχων ὠ̃τα ἀκουέτω
16 τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ται̃ς ἀγοραι̃ς ἃ προσφωνου̃ντα τοι̃ς ἑτέροις
17 λέγουσιν ηὐλήσαμεν ὑμι̃ν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε
18 ἠ̃λθεν γὰρ ’Ιωάννης μήτε ἐσθίων μήτε πίνων καὶ λέγουσιν δαιμόνιον ἔχει
19 ἠ̃λθεν ὁ υἱòς του̃ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγουσιν ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνω̃ν φίλος καὶ ἁμαρτωλω̃ν καὶ ἐδικαιώθη ἡ σοφία ἀπò τω̃ν ἔργων αὐτη̃ς
20 τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἱ̃ς ἐγένοντο αἱ πλει̃σται δυνάμεις αὐτου̃ ὅτι οὐ μετενόησαν
21 οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρω̨ καὶ Σιδω̃νι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμι̃ν πάλαι ἂν ἐν σάκκω̨ καὶ σποδω̨̃ μετενόησαν
22 πλὴν λέγω ὑμι̃ν Τύρω̨ καὶ Σιδω̃νι ἀνεκτότερον ἔσται ἐν ἡμέρα̨ κρίσεως ἢ ὑμι̃ν
23 καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανου̃ ὑψωθήση̨ ἕως ἅ̨δου καταβήση̨ ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί ἔμεινεν ἂν μέχρι τη̃ς σήμερον
24 πλὴν λέγω ὑμι̃ν ὅτι γη̨̃ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρα̨ κρίσεως ἢ σοί
25 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν ἐξομολογου̃μαί σοι πάτερ κύριε του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς ὅτι ἔκρυψας ταυ̃τα ἀπò σοφω̃ν καὶ συνετω̃ν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις
26 ναί ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου
27 πάντα μοι παρεδόθη ὑπò του̃ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τòν υἱòν εἰ μὴ ὁ πατήρ οὐδὲ τòν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱòς καὶ ὡ̨̃ ἐὰν βούληται ὁ υἱòς ἀποκαλύψαι
28 δευ̃τε πρός με πάντες οἱ κοπιω̃ντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμα̃ς
29 ἄρατε τòν ζυγόν μου ἐφ' ὑμα̃ς καὶ μάθετε ἀπ' ἐμου̃ ὅτι πραΰς εἰμι καὶ ταπεινòς τη̨̃ καρδία̨ καὶ εὑρήσετε ἀνάπαυσιν ται̃ς ψυχαι̃ς ὑμω̃ν
30 ὁ γὰρ ζυγός μου χρηστòς καὶ τò φορτίον μου ἐλαφρόν ἐστιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.