Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 1

βίβλος γενέσεως ’Ιησου̃ Χριστου̃ υἱου̃ Δαυὶδ υἱου̃ ’Αβραάμ
’Αβραὰμ ἐγέννησεν τòν ’Ισαάκ ’Ισαὰκ δὲ ἐγέννησεν τòν ’Ιακώβ ’Ιακὼβ δὲ ἐγέννησεν τòν ’Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτου̃
’Ιούδας δὲ ἐγέννησεν τòν Φάρες καὶ τòν Ζάρα ἐκ τη̃ς Θαμάρ Φάρες δὲ ἐγέννησεν τòν ‘Εσρώμ ‘Εσρὼμ δὲ ἐγέννησεν τòν ’Αράμ
’Αρὰμ δὲ ἐγέννησεν τòν ’Αμιναδάβ ’Αμιναδὰβ δὲ ἐγέννησεν τòν Ναασσών Ναασσὼν δὲ ἐγέννησεν τòν Σαλμών
Σαλμὼν δὲ ἐγέννησεν τòν Βόες ἐκ τη̃ς ‘Ραχάβ Βόες δὲ ἐγέννησεν τòν ’Ιωβὴδ ἐκ τη̃ς ‘Ρούθ ’Ιωβὴδ δὲ ἐγέννησεν τòν ’Ιεσσαί
’Ιεσσαὶ δὲ ἐγέννησεν τòν Δαυὶδ τòν βασιλέα Δαυὶδ δὲ ἐγέννησεν τòν Σολομω̃να ἐκ τη̃ς του̃ Οὐρίου
Σολομὼν δὲ ἐγέννησεν τòν ‘Ροβοάμ ‘Ροβοὰμ δὲ ἐγέννησεν τòν ’Αβιά ’Αβιὰ δὲ ἐγέννησεν τòν ’Ασάφ
’Ασὰφ δὲ ἐγέννησεν τòν ’Ιωσαφάτ ’Ιωσαφὰτ δὲ ἐγέννησεν τòν ’Ιωράμ ’Ιωρὰμ δὲ ἐγέννησεν τòν ’Οζίαν
’Οζίας δὲ ἐγέννησεν τòν ’Ιωαθάμ ’Ιωαθὰμ δὲ ἐγέννησεν τòν ’Αχάζ ’Αχὰζ δὲ ἐγέννησεν τòν ‘Εζεκίαν
10 ‘Εζεκίας δὲ ἐγέννησεν τòν Μανασση̃ Μανασση̃ς δὲ ἐγέννησεν τòν ’Αμώς ’Αμὼς δὲ ἐγέννησεν τòν ’Ιωσίαν
11 ’Ιωσίας δὲ ἐγέννησεν τòν ’Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτου̃ ἐπὶ τη̃ς μετοικεσίας Βαβυλω̃νος
12 μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλω̃νος ’Ιεχονίας ἐγέννησεν τòν Σαλαθιήλ Σαλαθιὴλ δὲ ἐγέννησεν τòν Ζοροβαβέλ
13 Ζοροβαβὲλ δὲ ἐγέννησεν τòν ’Αβιούδ ’Αβιοὺδ δὲ ἐγέννησεν τòν ’Ελιακίμ ’Ελιακὶμ δὲ ἐγέννησεν τòν ’Αζώρ
14 ’Αζὼρ δὲ ἐγέννησεν τòν Σαδώκ Σαδὼκ δὲ ἐγέννησεν τòν ’Αχίμ ’Αχὶμ δὲ ἐγέννησεν τòν ’Ελιούδ
15 ’Ελιοὺδ δὲ ἐγέννησεν τòν ’Ελεάζαρ ’Ελεάζαρ δὲ ἐγέννησεν τòν Ματθάν Ματθὰν δὲ ἐγέννησεν τòν ’Ιακώβ
16 ’Ιακὼβ δὲ ἐγέννησεν τòν ’Ιωσὴφ τòν ἄνδρα Μαρίας ἐξ ἡ̃ς ἐγεννήθη ’Ιησου̃ς ὁ λεγόμενος Χριστός
17 πα̃σαι οὐ̃ν αἱ γενεαὶ ἀπò ’Αβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες καὶ ἀπò Δαυὶδ ἕως τη̃ς μετοικεσίας Βαβυλω̃νος γενεαὶ δεκατέσσαρες καὶ ἀπò τη̃ς μετοικεσίας Βαβυλω̃νος ἕως του̃ Χριστου̃ γενεαὶ δεκατέσσαρες
18 του̃ δὲ ’Ιησου̃ Χριστου̃ ἡ γένεσις οὕτως ἠ̃ν μνηστευθείσης τη̃ς μητρòς αὐτου̃ Μαρίας τω̨̃ ’Ιωσήφ πρὶν ἢ συνελθει̃ν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου
19 ’Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτη̃ς δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι ἐβουλήθη λάθρα̨ ἀπολυ̃σαι αὐτήν
20 ταυ̃τα δὲ αὐτου̃ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ' ὄναρ ἐφάνη αὐτω̨̃ λέγων ’Ιωσὴφ υἱòς Δαυίδ μὴ φοβηθη̨̃ς παραλαβει̃ν Μαριὰμ τὴν γυναι̃κά σου τò γὰρ ἐν αὐτη̨̃ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου
21 τέξεται δὲ υἱòν καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιησου̃ν αὐτòς γὰρ σώσει τòν λαòν αὐτου̃ ἀπò τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν
22 του̃το δὲ ὅλον γέγονεν ἵνα πληρωθη̨̃ τò ῥηθὲν ὑπò κυρίου διὰ του̃ προφήτου λέγοντος
23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσουσιν τò ὄνομα αὐτου̃ ’Εμμανουήλ ὅ ἐστιν μεθερμηνευόμενον μεθ' ἡμω̃ν ὁ θεός
24 ἐγερθεὶς δὲ ὁ ’Ιωσὴφ ἀπò του̃ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτω̨̃ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναι̃κα αὐτου̃
25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὑ̃ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τò ὄνομα αὐτου̃ ’Ιησου̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.