Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 9,  στἰχοι 33-50

33 καὶ ἠ̃λθον εἰς Καφαρναούμ καὶ ἐν τη̨̃ οἰκία̨ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τη̨̃ ὁδω̨̃ διελογίζεσθε
34 οἱ δὲ ἐσιώπων πρòς ἀλλήλους γὰρ διελέχθησαν ἐν τη̨̃ ὁδω̨̃ τίς μείζων
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοι̃ς εἴ τις θέλει πρω̃τος εἰ̃ναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτò ἐν μέσω̨ αὐτω̃ν καὶ ἐναγκαλισάμενος αὐτò εἰ̃πεν αὐτοι̃ς
37 ὃς ἂν ἓν τω̃ν τοιούτων παιδίων δέξηται ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τòν ἀποστείλαντά με
38 ἔφη αὐτω̨̃ ὁ ’Ιωάννης διδάσκαλε εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμι̃ν
39 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογη̃σαί με
40 ὃς γὰρ οὐκ ἔστιν καθ' ἡμω̃ν ὑπὲρ ἡμω̃ν ἐστιν
41 ὃς γὰρ ἂν ποτίση̨ ὑμα̃ς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστου̃ ἐστε ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ ἀπολέση̨ τòν μισθòν αὐτου̃
42 καὶ ὃς ἂν σκανδαλίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων τω̃ν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτω̨̃ μα̃λλον εἰ περίκειται μύλος ὀνικòς περὶ τòν τράχηλον αὐτου̃ καὶ βέβληται εἰς τὴν θάλασσαν
43 καὶ ἐὰν σκανδαλίζη̨ σε ἡ χείρ σου ἀπόκοψον αὐτήν καλόν ἐστίν σε κυλλòν εἰσελθει̃ν εἰς τὴν ζωὴν ἢ τὰς δύο χει̃ρας ἔχοντα ἀπελθει̃ν εἰς τὴν γέενναν εἰς τò πυ̃ρ τò ἄσβεστον
44 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζη̨ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σε εἰσελθει̃ν εἰς τὴν ζωὴν χωλòν ἢ τοὺς δύο πόδας ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν
45 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζη̨ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν
46 ὅπου ὁ σκώληξ αὐτω̃ν οὐ τελευτα̨̃ καὶ τò πυ̃ρ οὐ σβέννυται
47 ...
48 ...
49 πα̃ς γὰρ πυρὶ ἁλισθήσεται
50 καλòν τò ἅλας ἐὰν δὲ τò ἅλας ἄναλον γένηται ἐν τίνι αὐτò ἀρτύσετε ἔχετε ἐν ἑαυτοι̃ς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 10,  στἰχοι 1-16

καὶ ἐκει̃θεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τη̃ς ’Ιουδαίας καὶ πέραν του̃ ’Ιορδάνου καὶ συμπορεύονται πάλιν ὄχλοι πρòς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς
καὶ προσελθόντες Φαρισαι̃οι ἐπηρώτων αὐτòν εἰ ἔξεστιν ἀνδρὶ γυναι̃κα ἀπολυ̃σαι πειράζοντες αὐτόν
ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς τί ὑμι̃ν ἐνετείλατο Μωϋση̃ς
οἱ δὲ εἰ̃παν ἐπέτρεψεν Μωϋση̃ς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολυ̃σαι
ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πρòς τὴν σκληροκαρδίαν ὑμω̃ν ἔγραψεν ὑμι̃ν τὴν ἐντολὴν ταύτην
ἀπò δὲ ἀρχη̃ς κτίσεως ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς
ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τòν πατέρα αὐτου̃ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρòς τὴν γυναι̃κα αὐτου̃
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ
ὃ οὐ̃ν ὁ θεòς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω
10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν
11 καὶ λέγει αὐτοι̃ς ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ καὶ γαμήση̨ ἄλλην μοιχα̃ται ἐπ' αὐτήν
12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τòν ἄνδρα αὐτη̃ς γαμήση̨ ἄλλον μοιχα̃ται
13 καὶ προσέφερον αὐτω̨̃ παιδία ἵνα αὐτω̃ν ἅψηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοι̃ς
14 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ἠγανάκτησεν καὶ εἰ̃πεν αὐτοι̃ς ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με μὴ κωλύετε αὐτά τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία του̃ θεου̃
15 ἀμὴν λέγω ὑμι̃ν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν του̃ θεου̃ ὡς παιδίον οὐ μὴ εἰσέλθη̨ εἰς αὐτήν
16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χει̃ρας ἐπ' αὐτά
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.