Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 8

ἐν ἐκείναις ται̃ς ἡμέραις πάλιν πολλου̃ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοι̃ς
σπλαγχνίζομαι ἐπὶ τòν ὄχλον ὅτι ἤδη ἡμέραι τρει̃ς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν
καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἰ̃κον αὐτω̃ν ἐκλυθήσονται ἐν τη̨̃ ὁδω̨̃ καί τινες αὐτω̃ν ἀπò μακρόθεν ἥκασιν
καὶ ἀπεκρίθησαν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ ὅτι πόθεν τούτους δυνήσεταί τις ὡ̃δε χορτάσαι ἄρτων ἐπ' ἐρημίας
καὶ ἠρώτα αὐτούς πόσους ἔχετε ἄρτους οἱ δὲ εἰ̃παν ἑπτά
καὶ παραγγέλλει τω̨̃ ὄχλω̨ ἀναπεσει̃ν ἐπὶ τη̃ς γη̃ς καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα παρατιθω̃σιν καὶ παρέθηκαν τω̨̃ ὄχλω̨
καὶ εἰ̃χον ἰχθύδια ὀλίγα καὶ εὐλογήσας αὐτὰ εἰ̃πεν καὶ ταυ̃τα παρατιθέναι
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν καὶ ἠ̃ραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας
ἠ̃σαν δὲ ὡς τετρακισχίλιοι καὶ ἀπέλυσεν αὐτούς
10 καὶ εὐθὺς ἐμβὰς εἰς τò πλοι̃ον μετὰ τω̃ν μαθητω̃ν αὐτου̃ ἠ̃λθεν εἰς τὰ μέρη Δαλμανουθά
11 καὶ ἐξη̃λθον οἱ Φαρισαι̃οι καὶ ἤρξαντο συζητει̃ν αὐτω̨̃ ζητου̃ντες παρ' αὐτου̃ σημει̃ον ἀπò του̃ οὐρανου̃ πειράζοντες αὐτόν
12 καὶ ἀναστενάξας τω̨̃ πνεύματι αὐτου̃ λέγει τί ἡ γενεὰ αὕτη ζητει̃ σημει̃ον ἀμὴν λέγω ὑμι̃ν εἰ δοθήσεται τη̨̃ γενεα̨̃ ταύτη̨ σημει̃ον
13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπη̃λθεν εἰς τò πέραν
14 καὶ ἐπελάθοντο λαβει̃ν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἰ̃χον μεθ' ἑαυτω̃ν ἐν τω̨̃ πλοίω̨
15 καὶ διεστέλλετο αὐτοι̃ς λέγων ὁρα̃τε βλέπετε ἀπò τη̃ς ζύμης τω̃ν Φαρισαίων καὶ τη̃ς ζύμης ‘Ηρώ̨δου
16 καὶ διελογίζοντο πρòς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν
17 καὶ γνοὺς λέγει αὐτοι̃ς τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε οὔπω νοει̃τε οὐδὲ συνίετε πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμω̃ν
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὠ̃τα ἔχοντες οὐκ ἀκούετε καὶ οὐ μνημονεύετε
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε λέγουσιν αὐτω̨̃ δώδεκα
20 ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε καὶ λέγουσιν αὐτω̨̃ ἑπτά
21 καὶ ἔλεγεν αὐτοι̃ς οὔπω συνίετε
22 καὶ ἔρχονται εἰς Βηθσαϊδάν καὶ φέρουσιν αὐτω̨̃ τυφλòν καὶ παρακαλου̃σιν αὐτòν ἵνα αὐτου̃ ἅψηται
23 καὶ ἐπιλαβόμενος τη̃ς χειρòς του̃ τυφλου̃ ἐξήνεγκεν αὐτòν ἔξω τη̃ς κώμης καὶ πτύσας εἰς τὰ ὄμματα αὐτου̃ ἐπιθεὶς τὰς χει̃ρας αὐτω̨̃ ἐπηρώτα αὐτόν εἴ τι βλέπεις
24 καὶ ἀναβλέψας ἔλεγεν βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρω̃ περιπατου̃ντας
25 εἰ̃τα πάλιν ἐπέθηκεν τὰς χει̃ρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγω̃ς ἅπαντα
26 καὶ ἀπέστειλεν αὐτòν εἰς οἰ̃κον αὐτου̃ λέγων μηδὲ εἰς τὴν κώμην εἰσέλθη̨ς
27 καὶ ἐξη̃λθεν ὁ ’Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τὰς κώμας Καισαρείας τη̃ς Φιλίππου καὶ ἐν τη̨̃ ὁδω̨̃ ἐπηρώτα τοὺς μαθητὰς αὐτου̃ λέγων αὐτοι̃ς τίνα με λέγουσιν οἱ ἄνθρωποι εἰ̃ναι
28 οἱ δὲ εἰ̃παν αὐτω̨̃ λέγοντες ὅτι ’Ιωάννην τòν βαπτιστήν καὶ ἄλλοι ’Ηλίαν ἄλλοι δὲ ὅτι εἱ̃ς τω̃ν προφητω̃ν
29 καὶ αὐτòς ἐπηρώτα αὐτούς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτω̨̃ σὺ εἰ̃ ὁ Χριστός
30 καὶ ἐπετίμησεν αὐτοι̃ς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτου̃
31 καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δει̃ τòν υἱòν του̃ ἀνθρώπου πολλὰ παθει̃ν καὶ ἀποδοκιμασθη̃ναι ὑπò τω̃ν πρεσβυτέρων καὶ τω̃ν ἀρχιερέων καὶ τω̃ν γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ μετὰ τρει̃ς ἡμέρας ἀναστη̃ναι
32 καὶ παρρησία̨ τòν λόγον ἐλάλει καὶ προσλαβόμενος ὁ Πέτρος αὐτòν ἤρξατο ἐπιτιμα̃ν αὐτω̨̃
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτου̃ ἐπετίμησεν Πέτρω̨ καὶ λέγει ὕπαγε ὀπίσω μου Σατανα̃ ὅτι οὐ φρονει̃ς τὰ του̃ θεου̃ ἀλλὰ τὰ τω̃ν ἀνθρώπων
34 καὶ προσκαλεσάμενος τòν ὄχλον σὺν τοι̃ς μαθηται̃ς αὐτου̃ εἰ̃πεν αὐτοι̃ς εἴ τις θέλει ὀπίσω μου ἀκολουθει̃ν ἀπαρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθείτω μοι
35 ὃς γὰρ ἐὰν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέσει τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ καὶ του̃ εὐαγγελίου σώσει αὐτήν
36 τί γὰρ ὠφελει̃ ἄνθρωπον κερδη̃σαι τòν κόσμον ὅλον καὶ ζημιωθη̃ναι τὴν ψυχὴν αὐτου̃
37 τί γὰρ δοι̃ ἄνθρωπος ἀντάλλαγμα τη̃ς ψυχη̃ς αὐτου̃
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθη̨̃ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τη̨̃ γενεα̨̃ ταύτη̨ τη̨̃ μοιχαλίδι καὶ ἁμαρτωλω̨̃ καὶ ὁ υἱòς του̃ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτòν ὅταν ἔλθη̨ ἐν τη̨̃ δόξη̨ του̃ πατρòς αὐτου̃ μετὰ τω̃ν ἀγγέλων τω̃ν ἁγίων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.