ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 2,
στἰχοι 23-28
23 καὶ ἐγένετο αὐτòν ἐν τοι̃ς σάββασιν παραπορεύεσθαι διὰ τω̃ν σπορίμων καὶ οἱ μαθηταὶ αὐτου̃ ἤρξαντο ὁδòν ποιει̃ν τίλλοντες τοὺς στάχυας |
24 καὶ οἱ Φαρισαι̃οι ἔλεγον αὐτω̨̃ ἴδε τί ποιου̃σιν τοι̃ς σάββασιν ὃ οὐκ ἔξεστιν |
25 καὶ λέγει αὐτοι̃ς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτòς καὶ οἱ μετ' αὐτου̃ |
26 πω̃ς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ ἐπὶ ’Αβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τη̃ς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγει̃ν εἰ μὴ τοὺς ἱερει̃ς καὶ ἔδωκεν καὶ τοι̃ς σὺν αὐτω̨̃ οὐ̃σιν |
27 καὶ ἔλεγεν αὐτοι̃ς τò σάββατον διὰ τòν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τò σάββατον |
28 ὥστε κύριός ἐστιν ὁ υἱòς του̃ ἀνθρώπου καὶ του̃ σαββάτου |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.