ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 2,
στἰχοι 18-28
18 καὶ ἠ̃σαν οἱ μαθηταὶ ’Ιωάννου καὶ οἱ Φαρισαι̃οι νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτω̨̃ διὰ τί οἱ μαθηταὶ ’Ιωάννου καὶ οἱ μαθηταὶ τω̃ν Φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν |
19 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς μὴ δύνανται οἱ υἱοὶ του̃ νυμφω̃νος ἐν ὡ̨̃ ὁ νυμφίος μετ' αὐτω̃ν ἐστιν νηστεύειν ὅσον χρόνον ἔχουσιν τòν νυμφίον μετ' αὐτω̃ν οὐ δύνανται νηστεύειν |
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ |
21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή αἴρει τò πλήρωμα ἀπ' αὐτου̃ τò καινòν του̃ παλαιου̃ καὶ χει̃ρον σχίσμα γίνεται |
22 καὶ οὐδεὶς βάλλει οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή ῥήξει ὁ οἰ̃νος τοὺς ἀσκούς καὶ ὁ οἰ̃νος ἀπόλλυται καὶ οἱ ἀσκοί ἀλλὰ οἰ̃νον νέον εἰς ἀσκοὺς καινούς |
23 καὶ ἐγένετο αὐτòν ἐν τοι̃ς σάββασιν παραπορεύεσθαι διὰ τω̃ν σπορίμων καὶ οἱ μαθηταὶ αὐτου̃ ἤρξαντο ὁδòν ποιει̃ν τίλλοντες τοὺς στάχυας |
24 καὶ οἱ Φαρισαι̃οι ἔλεγον αὐτω̨̃ ἴδε τί ποιου̃σιν τοι̃ς σάββασιν ὃ οὐκ ἔξεστιν |
25 καὶ λέγει αὐτοι̃ς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτòς καὶ οἱ μετ' αὐτου̃ |
26 πω̃ς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ ἐπὶ ’Αβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τη̃ς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγει̃ν εἰ μὴ τοὺς ἱερει̃ς καὶ ἔδωκεν καὶ τοι̃ς σὺν αὐτω̨̃ οὐ̃σιν |
27 καὶ ἔλεγεν αὐτοι̃ς τò σάββατον διὰ τòν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τò σάββατον |
28 ὥστε κύριός ἐστιν ὁ υἱòς του̃ ἀνθρώπου καὶ του̃ σαββάτου |
ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 3,
στἰχοι 1-6
1 καὶ εἰση̃λθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἠ̃ν ἐκει̃ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χει̃ρα |
2 καὶ παρετήρουν αὐτòν εἰ τοι̃ς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτου̃ |
3 καὶ λέγει τω̨̃ ἀνθρώπω̨ τω̨̃ τὴν ξηρὰν χει̃ρα ἔχοντι ἔγειρε εἰς τò μέσον |
4 καὶ λέγει αὐτοι̃ς ἔξεστιν τοι̃ς σάββασιν ἀγαθòν ποιη̃σαι ἢ κακοποιη̃σαι ψυχὴν σω̃σαι ἢ ἀποκτει̃ναι οἱ δὲ ἐσιώπων |
5 καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργη̃ς συλλυπούμενος ἐπὶ τη̨̃ πωρώσει τη̃ς καρδίας αὐτω̃ν λέγει τω̨̃ ἀνθρώπω̨ ἔκτεινον τὴν χει̃ρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου̃ |
6 καὶ ἐξελθόντες οἱ Φαρισαι̃οι εὐθὺς μετὰ τω̃ν ‘Ηρω̨διανω̃ν συμβούλιον ἐδίδουν κατ' αὐτου̃ ὅπως αὐτòν ἀπολέσωσιν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.