ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 1,
στἰχοι 40-44
40 καὶ ἔρχεται πρòς αὐτòν λεπρòς παρακαλω̃ν αὐτòν καὶ γονυπετω̃ν καὶ λέγων αὐτω̨̃ ὅτι ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι |
41 καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χει̃ρα αὐτου̃ ἥψατο καὶ λέγει αὐτω̨̃ θέλω καθαρίσθητι |
42 καὶ εὐθὺς ἀπη̃λθεν ἀπ' αὐτου̃ ἡ λέπρα καὶ ἐκαθαρίσθη |
43 καὶ ἐμβριμησάμενος αὐτω̨̃ εὐθὺς ἐξέβαλεν αὐτόν |
44 καὶ λέγει αὐτω̨̃ ὅρα μηδενὶ μηδὲν εἴπη̨ς ἀλλὰ ὕπαγε σεαυτòν δει̃ξον τω̨̃ ἱερει̃ καὶ προσένεγκε περὶ του̃ καθαρισμου̃ σου ἃ προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.