Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 14,  στἰχοι 32-42

32 καὶ ἔρχονται εἰς χωρίον οὑ̃ τò ὄνομα Γεθσημανί καὶ λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ καθίσατε ὡ̃δε ἕως προσεύξωμαι
33 καὶ παραλαμβάνει τòν Πέτρον καὶ τòν ’Ιάκωβον καὶ τòν ’Ιωάννην μετ' αὐτου̃ καὶ ἤρξατο ἐκθαμβει̃σθαι καὶ ἀδημονει̃ν
34 καὶ λέγει αὐτοι̃ς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὡ̃δε καὶ γρηγορει̃τε
35 καὶ προελθὼν μικρòν ἔπιπτεν ἐπὶ τη̃ς γη̃ς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθη̨ ἀπ' αὐτου̃ ἡ ὥρα
36 καὶ ἔλεγεν αββα ὁ πατήρ πάντα δυνατά σοι παρένεγκε τò ποτήριον του̃το ἀπ' ἐμου̃ ἀλλ' οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τω̨̃ Πέτρω̨ Σίμων καθεύδεις οὐκ ἴσχυσας μίαν ὥραν γρηγορη̃σαι
38 γρηγορει̃τε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν τò μὲν πνευ̃μα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τòν αὐτòν λόγον εἰπών
40 καὶ πάλιν ἐλθὼν εὑ̃ρεν αὐτοὺς καθεύδοντας ἠ̃σαν γὰρ αὐτω̃ν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι καὶ οὐκ ἤ̨δεισαν τί ἀποκριθω̃σιν αὐτω̨̃
41 καὶ ἔρχεται τò τρίτον καὶ λέγει αὐτοι̃ς καθεύδετε τò λοιπòν καὶ ἀναπαύεσθε ἀπέχει ἠ̃λθεν ἡ ὥρα ἰδοὺ παραδίδοται ὁ υἱòς του̃ ἀνθρώπου εἰς τὰς χει̃ρας τω̃ν ἁμαρτωλω̃ν
42 ἐγείρεσθε ἄγωμεν ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.