Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΜΙΧΑΙΑΣ, κεφαλίς 1

1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν του̃ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ ὡ̃ν εἰ̃δεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ
2 ἀκούσατε λαοί λόγους καὶ προσεχέτω ἡ γη̃ καὶ πάντες οἱ ἐν αὐτη̨̃ καὶ ἔσται κύριος ἐν ὑμι̃ν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτου̃
3 διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ του̃ τόπου αὐτου̃ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τη̃ς γη̃ς
4 καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτου̃ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει
5 διὰ ἀσέβειαν Ιακωβ πάντα ταυ̃τα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ τίς ἡ ἀσέβεια του̃ Ιακωβ οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα οὐχὶ Ιερουσαλημ
6 καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγρου̃ καὶ εἰς φυτείαν ἀμπελω̃νος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτη̃ς καὶ τὰ θεμέλια αὐτη̃ς ἀποκαλύψω
7 καὶ πάντα τὰ γλυπτὰ αὐτη̃ς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτη̃ς ἐμπρήσουσιν ἐν πυρί καὶ πάντα τὰ εἴδωλα αὐτη̃ς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν
8 ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων
9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτη̃ς διότι ἠ̃λθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαου̃ μου ἕως Ιερουσαλημ
10 οἱ ἐν Γεθ μὴ μεγαλύνεσθε οἱ ἐν Ακιμ μὴ ἀνοικοδομει̃τε ἐξ οἴκου κατὰ γέλωτα γη̃ν καταπάσασθε κατὰ γέλωτα ὑμω̃ν
11 κατοικου̃σα καλω̃ς τὰς πόλεις αὐτη̃ς οὐκ ἐξη̃λθεν κατοικου̃σα Σεννααν κόψασθαι οἰ̃κον ἐχόμενον αὐτη̃ς λήμψεται ἐξ ὑμω̃ν πληγὴν ὀδύνης
12 τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούση̨ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ
13 ψόφος ἁρμάτων καὶ ἱππευόντων κατοικου̃σα Λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τη̨̃ θυγατρὶ Σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι του̃ Ισραηλ
14 διὰ του̃το δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοι̃ς βασιλευ̃σιν του̃ Ισραηλ
15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι κατοικου̃σα Λαχις κληρονομία ἕως Οδολλαμ ἥξει ἡ δόξα τη̃ς θυγατρὸς Ισραηλ
16 ξύρησαι καὶ κει̃ραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ἠ̨χμαλωτεύθησαν ἀπὸ σου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.