Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 9,  στἰχοι 28-36

28 ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ ’Ιωάννην καὶ ’Ιάκωβον ἀνέβη εἰς τò ὄρος προσεύξασθαι
29 καὶ ἐγένετο ἐν τω̨̃ προσεύχεσθαι αὐτòν τò εἰ̃δος του̃ προσώπου αὐτου̃ ἕτερον καὶ ὁ ἱματισμòς αὐτου̃ λευκòς ἐξαστράπτων
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτω̨̃ οἵτινες ἠ̃σαν Μωϋση̃ς καὶ ’Ηλίας
31 οἳ ὀφθέντες ἐν δόξη̨ ἔλεγον τὴν ἔξοδον αὐτου̃ ἣν ἤμελλεν πληρου̃ν ἐν ’Ιερουσαλήμ
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτω̨̃ ἠ̃σαν βεβαρημένοι ὕπνω̨ διαγρηγορήσαντες δὲ εἰ̃δον τὴν δόξαν αὐτου̃ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστω̃τας αὐτω̨̃
33 καὶ ἐγένετο ἐν τω̨̃ διαχωρίζεσθαι αὐτοὺς ἀπ' αὐτου̃ εἰ̃πεν ὁ Πέτρος πρòς τòν ’Ιησου̃ν ἐπιστάτα καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν σκηνὰς τρει̃ς μίαν σοὶ καὶ μίαν Μωϋσει̃ καὶ μίαν ’Ηλία̨ μὴ εἰδὼς ὃ λέγει
34 ταυ̃τα δὲ αὐτου̃ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τω̨̃ εἰσελθει̃ν αὐτοὺς εἰς τὴν νεφέλην
35 καὶ φωνὴ ἐγένετο ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος αὐτου̃ ἀκούετε
36 καὶ ἐν τω̨̃ γενέσθαι τὴν φωνὴν εὑρέθη ’Ιησου̃ς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ται̃ς ἡμέραις οὐδὲν ὡ̃ν ἑώρακαν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.