Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 3,  στἰχοι 7-19

7 ἔλεγεν οὐ̃ν τοι̃ς ἐκπορευομένοις ὄχλοις βαπτισθη̃ναι ὑπ' αὐτου̃ γεννήματα ἐχιδνω̃ν τίς ὑπέδειξεν ὑμι̃ν φυγει̃ν ἀπò τη̃ς μελλούσης ὀργη̃ς
8 ποιήσατε οὐ̃ν καρποὺς ἀξίους τη̃ς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοι̃ς πατέρα ἔχομεν τòν ’Αβραάμ λέγω γὰρ ὑμι̃ν ὅτι δύναται ὁ θεòς ἐκ τω̃ν λίθων τούτων ἐγει̃ραι τέκνα τω̨̃ ’Αβραάμ
9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρòς τὴν ῥίζαν τω̃ν δένδρων κει̃ται πα̃ν οὐ̃ν δένδρον μὴ ποιου̃ν καρπòν καλòν ἐκκόπτεται καὶ εἰς πυ̃ρ βάλλεται
10 καὶ ἐπηρώτων αὐτòν οἱ ὄχλοι λέγοντες τί οὐ̃ν ποιήσωμεν
11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοι̃ς ὁ ἔχων δύο χιτω̃νας μεταδότω τω̨̃ μὴ ἔχοντι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω
12 ἠ̃λθον δὲ καὶ τελω̃ναι βαπτισθη̃ναι καὶ εἰ̃παν πρòς αὐτόν διδάσκαλε τί ποιήσωμεν
13 ὁ δὲ εἰ̃πεν πρòς αὐτούς μηδὲν πλέον παρὰ τò διατεταγμένον ὑμι̃ν πράσσετε
14 ἐπηρώτων δὲ αὐτòν καὶ στρατευόμενοι λέγοντες τί ποιήσωμεν καὶ ἡμει̃ς καὶ εἰ̃πεν αὐτοι̃ς μηδένα διασείσητε μηδὲ συκοφαντήσητε καὶ ἀρκει̃σθε τοι̃ς ὀψωνίοις ὑμω̃ν
15 προσδοκω̃ντος δὲ του̃ λαου̃ καὶ διαλογιζομένων πάντων ἐν ται̃ς καρδίαις αὐτω̃ν περὶ του̃ ’Ιωάννου μήποτε αὐτòς εἴη ὁ Χριστός
16 ἀπεκρίνατο λέγων πα̃σιν ὁ ’Ιωάννης ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμα̃ς ἔρχεται δὲ ὁ ἰσχυρότερός μου οὑ̃ οὐκ εἰμὶ ἱκανòς λυ̃σαι τòν ἱμάντα τω̃ν ὑποδημάτων αὐτου̃ αὐτòς ὑμα̃ς βαπτίσει ἐν πνεύματι ἁγίω̨ καὶ πυρί
17 οὑ̃ τò πτύον ἐν τη̨̃ χειρὶ αὐτου̃ διακαθα̃ραι τὴν ἅλωνα αὐτου̃ καὶ συναγαγει̃ν τòν σι̃τον εἰς τὴν ἀποθήκην αὐτου̃ τò δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστω̨
18 πολλὰ μὲν οὐ̃ν καὶ ἕτερα παρακαλω̃ν εὐηγγελίζετο τòν λαόν
19 ὁ δὲ ‘Ηρώ̨δης ὁ τετραάρχης ἐλεγχόμενος ὑπ' αὐτου̃ περὶ ‘Ηρω̨διάδος τη̃ς γυναικòς του̃ ἀδελφου̃ αὐτου̃ καὶ περὶ πάντων ὡ̃ν ἐποίησεν πονηρω̃ν ὁ ‘Ηρώ̨δης
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.