Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 9

καὶ ἐγενήθη τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐκάλεσεν Μωυση̃ς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὴν γερουσίαν Ισραηλ
καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων λαβὲ σεαυτω̨̃ μοσχάριον ἐκ βοω̃ν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα ἄμωμα καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου
καὶ τη̨̃ γερουσία̨ Ισραηλ λάλησον λέγων λάβετε χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν ἄμωμα
καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίω̨ ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμι̃ν
καὶ ἔλαβον καθὸ ἐνετείλατο Μωυση̃ς ἀπέναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προση̃λθεν πα̃σα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου
καὶ εἰ̃πεν Μωυση̃ς του̃το τὸ ῥη̃μα ὃ εἰ̃πεν κύριος ποιήσατε καὶ ὀφθήσεται ἐν ὑμι̃ν δόξα κυρίου
καὶ εἰ̃πεν Μωυση̃ς τω̨̃ Ααρων πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τη̃ς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτου̃ καὶ του̃ οἴκου σου καὶ ποίησον τὰ δω̃ρα του̃ λαου̃ καὶ ἐξίλασαι περὶ αὐτω̃ν καθάπερ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
καὶ προση̃λθεν Ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τη̃ς ἁμαρτίας
καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἱ̃μα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου καὶ τὸ αἱ̃μα ἐξέχεεν ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου
10 καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν του̃ ἥπατος του̃ περὶ τη̃ς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
11 καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τη̃ς παρεμβολη̃ς
12 καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλω̨
13 καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτω̨̃ κατὰ μέλη αὐτὰ καὶ τὴν κεφαλήν καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον
14 καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον
15 καὶ προσήνεγκαν τὸ δω̃ρον του̃ λαου̃ καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας του̃ λαου̃ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρω̃τον
16 καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό ὡς καθήκει
17 καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χει̃ρας ἀπ' αὐτη̃ς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς του̃ ὁλοκαυτώματος του̃ πρωινου̃
18 καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τη̃ς θυσίας του̃ σωτηρίου τη̃ς του̃ λαου̃ καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλω̨
19 καὶ τὸ στέαρ τὸ ἀπὸ του̃ μόσχου καὶ του̃ κριου̃ τὴν ὀσφὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τη̃ς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος
20 καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον
21 καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφει̃λεν Ααρων ἀφαίρεμα ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
22 καὶ ἐξάρας Ααρων τὰς χει̃ρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς καὶ κατέβη ποιήσας τὸ περὶ τη̃ς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ του̃ σωτηρίου
23 καὶ εἰση̃λθεν Μωυση̃ς καὶ Ααρων εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τω̨̃ λαω̨̃
24 καὶ ἐξη̃λθεν πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ του̃ θυσιαστηρίου τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα καὶ εἰ̃δεν πα̃ς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.