1 καὶ οὑ̃τος ὁ νόμος του̃ κριου̃ του̃ περὶ τη̃ς πλημμελείας ἅγια ἁγίων ἐστίν |
2 ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὸν κριὸν τη̃ς πλημμελείας ἔναντι κυρίου καὶ τὸ αἱ̃μα προσχεει̃ ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου κύκλω̨ |
3 καὶ πα̃ν τὸ στέαρ αὐτου̃ προσοίσει ἀπ' αὐτου̃ καὶ τὴν ὀσφὺν καὶ πα̃ν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τω̃ν ἐνδοσθίων |
4 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν τὸ ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελει̃ αὐτά |
5 καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τω̨̃ κυρίω̨ περὶ πλημμελείας ἐστίν |
6 πα̃ς ἄρσην ἐκ τω̃ν ἱερέων ἔδεται αὐτά ἐν τόπω̨ ἁγίω̨ ἔδονται αὐτά ἅγια ἁγίων ἐστίν |
7 ὥσπερ τὸ περὶ τη̃ς ἁμαρτίας οὕτω καὶ τὸ τη̃ς πλημμελείας νόμος εἱ̃ς αὐτω̃ν ὁ ἱερεύς ὅστις ἐξιλάσεται ἐν αὐτω̨̃ αὐτω̨̃ ἔσται |
8 καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου τὸ δέρμα τη̃ς ὁλοκαυτώσεως ἡ̃ς αὐτὸς προσφέρει αὐτω̨̃ ἔσται |
9 καὶ πα̃σα θυσία ἥτις ποιηθήσεται ἐν τω̨̃ κλιβάνω̨ καὶ πα̃σα ἥτις ποιηθήσεται ἐπ' ἐσχάρας ἢ ἐπὶ τηγάνου του̃ ἱερέως του̃ προσφέροντος αὐτήν αὐτω̨̃ ἔσται |
10 καὶ πα̃σα θυσία ἀναπεποιημένη ἐν ἐλαίω̨ καὶ μὴ ἀναπεποιημένη πα̃σι τοι̃ς υἱοι̃ς Ααρων ἔσται ἑκάστω̨ τὸ ἴσον |
11 οὑ̃τος ὁ νόμος θυσίας σωτηρίου ἣν προσοίσουσιν κυρίω̨ |
12 ἐὰν μὲν περὶ αἰνέσεως προσφέρη̨ αὐτήν καὶ προσοίσει ἐπὶ τη̃ς θυσίας τη̃ς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίω̨ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίω̨ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίω̨ |
13 ἐπ' ἄρτοις ζυμίταις προσοίσει τὰ δω̃ρα αὐτου̃ ἐπὶ θυσία̨ αἰνέσεως σωτηρίου |
14 καὶ προσάξει ἓν ἀπὸ πάντων τω̃ν δώρων αὐτου̃ ἀφαίρεμα κυρίω̨ τω̨̃ ἱερει̃ τω̨̃ προσχέοντι τὸ αἱ̃μα του̃ σωτηρίου αὐτω̨̃ ἔσται |
15 καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτω̨̃ ἔσται καὶ ἐν ἡ̨̃ ἡμέρα̨ δωρει̃ται βρωθήσεται οὐ καταλείψουσιν ἀπ' αὐτου̃ εἰς τὸ πρωί |
16 κἂν εὐχή ἢ ἑκούσιον θυσιάζη̨ τὸ δω̃ρον αὐτου̃ ἡ̨̃ ἂν ἡμέρα̨ προσαγάγη̨ τὴν θυσίαν αὐτου̃ βρωθήσεται καὶ τη̨̃ αὔριον |
17 καὶ τὸ καταλειφθὲν ἀπὸ τω̃ν κρεω̃ν τη̃ς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται |
18 ἐὰν δὲ φαγὼν φάγη̨ ἀπὸ τω̃ν κρεω̃ν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ οὐ δεχθήσεται αὐτω̨̃ τω̨̃ προσφέροντι αὐτό οὐ λογισθήσεται αὐτω̨̃ μίασμά ἐστιν ἡ δὲ ψυχή ἥτις ἐὰν φάγη̨ ἀπ' αὐτου̃ τὴν ἁμαρτίαν λήμψεται |
19 καὶ κρέα ὅσα ἂν ἅψηται παντὸς ἀκαθάρτου οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται πα̃ς καθαρὸς φάγεται κρέα |
20 ἡ δὲ ψυχή ἥτις ἐὰν φάγη̨ ἀπὸ τω̃ν κρεω̃ν τη̃ς θυσίας του̃ σωτηρίου ὅ ἐστιν κυρίου καὶ ἡ ἀκαθαρσία αὐτου̃ ἐπ' αὐτου̃ ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς |
21 καὶ ψυχή ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἢ τω̃ν τετραπόδων τω̃ν ἀκαθάρτων ἢ παντὸς βδελύγματος ἀκαθάρτου καὶ φάγη̨ ἀπὸ τω̃ν κρεω̃ν τη̃ς θυσίας του̃ σωτηρίου ὅ ἐστιν κυρίου ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς |
22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
23 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων πα̃ν στέαρ βοω̃ν καὶ προβάτων καὶ αἰγω̃ν οὐκ ἔδεσθε |
24 καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πα̃ν ἔργον καὶ εἰς βρω̃σιν οὐ βρωθήσεται |
25 πα̃ς ὁ ἔσθων στέαρ ἀπὸ τω̃ν κτηνω̃ν ὡ̃ν προσάξει αὐτω̃ν κάρπωμα κυρίω̨ ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἀπὸ του̃ λαου̃ αὐτη̃ς |
26 πα̃ν αἱ̃μα οὐκ ἔδεσθε ἐν πάση̨ τη̨̃ κατοικία̨ ὑμω̃ν ἀπό τε τω̃ν πετεινω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν |
27 πα̃σα ψυχή ἣ ἄν φάγη̨ αἱ̃μα ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἀπὸ του̃ λαου̃ αὐτη̃ς |
28 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
29 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις λέγων ὁ προσφέρων θυσίαν σωτηρίου κυρίω̨ οἴσει τὸ δω̃ρον αὐτου̃ κυρίω̨ ἀπὸ τη̃ς θυσίας του̃ σωτηρίου |
30 αἱ χει̃ρες αὐτου̃ προσοίσουσιν τὰ καρπώματα κυρίω̨ τὸ στέαρ τὸ ἐπὶ του̃ στηθυνίου καὶ τὸν λοβὸν του̃ ἥπατος προσοίσει αὐτὰ ὥστε ἐπιθει̃ναι δόμα ἔναντι κυρίου |
31 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ του̃ θυσιαστηρίου καὶ ἔσται τὸ στηθύνιον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ |
32 καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τω̨̃ ἱερει̃ ἀπὸ τω̃ν θυσιω̃ν του̃ σωτηρίου ὑμω̃ν |
33 ὁ προσφέρων τὸ αἱ̃μα του̃ σωτηρίου καὶ τὸ στέαρ ἀπὸ τω̃ν υἱω̃ν Ααρων αὐτω̨̃ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι |
34 τὸ γὰρ στηθύνιον του̃ ἐπιθέματος καὶ τὸν βραχίονα του̃ ἀφαιρέματος εἴληφα παρὰ τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ τω̃ν θυσιω̃ν του̃ σωτηρίου ὑμω̃ν καὶ ἔδωκα αὐτὰ Ααρων τω̨̃ ἱερει̃ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ νόμιμον αἰώνιον παρὰ τω̃ν υἱω̃ν Ισραηλ |
35 αὕτη ἡ χρι̃σις Ααρων καὶ ἡ χρι̃σις τω̃ν υἱω̃ν αὐτου̃ ἀπὸ τω̃ν καρπωμάτων κυρίου ἐν ἡ̨̃ ἡμέρα̨ προσηγάγετο αὐτοὺς του̃ ἱερατεύειν τω̨̃ κυρίω̨ |
36 καθὰ ἐνετείλατο κύριος δου̃ναι αὐτοι̃ς ἡ̨̃ ἡμέρα̨ ἔχρισεν αὐτούς παρὰ τω̃ν υἱω̃ν Ισραηλ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτω̃ν |
37 οὑ̃τος ὁ νόμος τω̃ν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τη̃ς πλημμελείας καὶ τη̃ς τελειώσεως καὶ τη̃ς θυσίας του̃ σωτηρίου |
38 ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ ἐν τω̨̃ ὄρει Σινα ἡ̨̃ ἡμέρα̨ ἐνετείλατο τοι̃ς υἱοι̃ς Ισραηλ προσφέρειν τὰ δω̃ρα αὐτω̃ν ἔναντι κυρίου ἐν τη̨̃ ἐρήμω̨ Σινα |