Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 5

1 ἐὰν δὲ ψυχὴ ἁμάρτη̨ καὶ ἀκούση̨ φωνὴν ὁρκισμου̃ καὶ οὑ̃τος μάρτυς ἢ ἑώρακεν ἢ σύνοιδεν ἐὰν μὴ ἀπαγγείλη̨ λήμψεται τὴν ἁμαρτίαν
2 ἢ ψυχή ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου ἢ θνησιμαίου ἢ θηριαλώτου ἀκαθάρτου ἢ τω̃ν θνησιμαίων ἢ τω̃ν βδελυγμάτων τω̃ν ἀκαθάρτων ἢ τω̃ν θνησιμαίων κτηνω̃ν τω̃ν ἀκαθάρτων
3 ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἀπὸ πάσης ἀκαθαρσίας αὐτου̃ ἡ̃ς ἂν ἁψάμενος μιανθη̨̃ καὶ ἔλαθεν αὐτόν μετὰ του̃το δὲ γνω̨̃ καὶ πλημμελήση̨
4 ἢ ψυχή ἡ ἂν ὀμόση̨ διαστέλλουσα τοι̃ς χείλεσιν κακοποιη̃σαι ἢ καλω̃ς ποιη̃σαι κατὰ πάντα ὅσα ἐὰν διαστείλη̨ ὁ ἄνθρωπος μεθ' ὅρκου καὶ λάθη̨ αὐτὸν πρὸ ὀφθαλμω̃ν καὶ οὑ̃τος γνω̨̃ καὶ ἁμάρτη̨ ἕν τι τούτων
5 καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὡ̃ν ἡμάρτηκεν κατ' αὐτη̃ς
6 καὶ οἴσει περὶ ὡ̃ν ἐπλημμέλησεν κυρίω̨ περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν θη̃λυ ἀπὸ τω̃ν προβάτων ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγω̃ν περὶ ἁμαρτίας καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ ἡ ἁμαρτία
7 ἐὰν δὲ μὴ ἰσχύση̨ ἡ χεὶρ αὐτου̃ τὸ ἱκανὸν εἰς τὸ πρόβατον οἴσει περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν κυρίω̨ ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα
8 καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τη̃ς ἁμαρτίας πρότερον καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτου̃ ἀπὸ του̃ σφονδύλου καὶ οὐ διελει̃
9 καὶ ῥανει̃ ἀπὸ του̃ αἵματος του̃ περὶ τη̃ς ἁμαρτίας ἐπὶ τὸν τοι̃χον του̃ θυσιαστηρίου τὸ δὲ κατάλοιπον του̃ αἵματος καταστραγγιει̃ ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου ἁμαρτίας γάρ ἐστιν
10 καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα ὡς καθήκει καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃
11 ἐὰν δὲ μὴ εὑρίσκη̨ αὐτου̃ ἡ χεὶρ ζευ̃γος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερω̃ν καὶ οἴσει τὸ δω̃ρον αὐτου̃ περὶ οὑ̃ ἥμαρτεν τὸ δέκατον του̃ οιφι σεμίδαλιν περὶ ἁμαρτίας οὐκ ἐπιχεει̃ ἐπ' αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον ὅτι περὶ ἁμαρτίας ἐστίν
12 καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ' αὐτη̃ς πλήρη τὴν δράκα τὸ μνημόσυνον αὐτη̃ς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων κυρίω̨ ἁμαρτία ἐστίν
13 καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν ἐφ' ἑνὸς τούτων καὶ ἀφεθήσεται αὐτω̨̃ τὸ δὲ καταλειφθὲν ἔσται τω̨̃ ἱερει̃ ὡς ἡ θυσία τη̃ς σεμιδάλεως
14 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
15 ψυχὴ ἐὰν λάθη̨ αὐτὸν λήθη καὶ ἁμάρτη̨ ἀκουσίως ἀπὸ τω̃ν ἁγίων κυρίου καὶ οἴσει τη̃ς πλημμελείας αὐτου̃ τω̨̃ κυρίω̨ κριὸν ἄμωμον ἐκ τω̃ν προβάτων τιμη̃ς ἀργυρίου σίκλων τω̨̃ σίκλω̨ τω̃ν ἁγίων περὶ οὑ̃ ἐπλημμέλησεν
16 καὶ ὃ ἥμαρτεν ἀπὸ τω̃ν ἁγίων ἀποτείσαι αὐτὸ καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ' αὐτὸ καὶ δώσει αὐτὸ τω̨̃ ἱερει̃ καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτου̃ ἐν τω̨̃ κριω̨̃ τη̃ς πλημμελείας καὶ ἀφεθήσεται αὐτω̨̃
17 καὶ ἡ ψυχή ἣ ἂν ἁμάρτη̨ καὶ ποιήση̨ μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου ὡ̃ν οὐ δει̃ ποιει̃ν καὶ οὐκ ἔγνω καὶ πλημμελήση̨ καὶ λάβη̨ τὴν ἁμαρτίαν
18 καὶ οἴσει κριὸν ἄμωμον ἐκ τω̃ν προβάτων τιμη̃ς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἀγνοίας αὐτου̃ ἡ̃ς ἠγνόησεν καὶ αὐτὸς οὐκ ἤ̨δει καὶ ἀφεθήσεται αὐτω̨̃
19 ἐπλημμέλησεν γὰρ πλημμέλησιν ἔναντι κυρίου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.