Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 15

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς αὐτοι̃ς ἀνδρὶ ἀνδρί ὡ̨̃ ἐὰν γένηται ῥύσις ἐκ του̃ σώματος αὐτου̃ ἡ ῥύσις αὐτου̃ ἀκάθαρτός ἐστιν
3 καὶ οὑ̃τος ὁ νόμος τη̃ς ἀκαθαρσίας αὐτου̃ ῥέων γόνον ἐκ σώματος αὐτου̃ ἐκ τη̃ς ῥύσεως ἡ̃ς συνέστηκεν τὸ σω̃μα αὐτου̃ διὰ τη̃ς ῥύσεως αὕτη ἡ ἀκαθαρσία αὐτου̃ ἐν αὐτω̨̃ πα̃σαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτου̃ ἡ̨̃ συνέστηκεν τὸ σω̃μα αὐτου̃ διὰ τη̃ς ῥύσεως ἀκαθαρσία αὐτου̃ ἐστιν
4 πα̃σα κοίτη ἐφ' ἡ̨̃ ἐὰν κοιμηθη̨̃ ἐπ' αὐτη̃ς ὁ γονορρυής ἀκάθαρτός ἐστιν καὶ πα̃ν σκευ̃ος ἐφ' ὃ ἐὰν καθίση̨ ἐπ' αὐτὸ ὁ γονορρυής ἀκάθαρτον ἔσται
5 καὶ ἄνθρωπος ὃς ἂν ἅψηται τη̃ς κοίτης αὐτου̃ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
6 καὶ ὁ καθήμενος ἐπὶ του̃ σκεύους ἐφ' ὃ ἐὰν καθίση̨ ὁ γονορρυής πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
7 καὶ ὁ ἁπτόμενος του̃ χρωτὸς του̃ γονορρυου̃ς πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
8 ἐὰν δὲ προσσιελίση̨ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
9 καὶ πα̃ν ἐπίσαγμα ὄνου ἐφ' ὃ ἂν ἐπιβη̨̃ ἐπ' αὐτὸ ὁ γονορρυής ἀκάθαρτον ἔσται ἕως ἑσπέρας
10 καὶ πα̃ς ὁ ἁπτόμενος ὅσα ἐὰν ἠ̨̃ ὑποκάτω αὐτου̃ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων αὐτὰ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
11 καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χει̃ρας οὐ νένιπται πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
12 καὶ σκευ̃ος ὀστράκινον οὑ̃ ἂν ἅψηται ὁ γονορρυής συντριβήσεται καὶ σκευ̃ος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται
13 ἐὰν δὲ καθαρισθη̨̃ ὁ γονορρυὴς ἐκ τη̃ς ῥύσεως αὐτου̃ καὶ ἐξαριθμήσεται αὐτω̨̃ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν καὶ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται τὸ σω̃μα ὕδατι καὶ καθαρὸς ἔσται
14 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ λήμψεται ἑαυτω̨̃ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν καὶ οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ δώσει αὐτὰ τω̨̃ ἱερει̃
15 καὶ ποιήσει αὐτὰ ὁ ἱερεύς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ τη̃ς ῥύσεως αὐτου̃
16 καὶ ἄνθρωπος ὡ̨̃ ἐὰν ἐξέλθη̨ ἐξ αὐτου̃ κοίτη σπέρματος καὶ λούσεται ὕδατι πα̃ν τὸ σω̃μα αὐτου̃ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
17 καὶ πα̃ν ἱμάτιον καὶ πα̃ν δέρμα ἐφ' ὃ ἐὰν ἠ̨̃ ἐπ' αὐτὸ κοίτη σπέρματος καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας
18 καὶ γυνή ἐὰν κοιμηθη̨̃ ἀνὴρ μετ' αὐτη̃ς κοίτην σπέρματος καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας
19 καὶ γυνή ἥτις ἐὰν ἠ̨̃ ῥέουσα αἵματι ἔσται ἡ ῥύσις αὐτη̃ς ἐν τω̨̃ σώματι αὐτη̃ς ἑπτὰ ἡμέρας ἔσται ἐν τη̨̃ ἀφέδρω̨ αὐτη̃ς πα̃ς ὁ ἁπτόμενος αὐτη̃ς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
20 καὶ πα̃ν ἐφ' ὃ ἂν κοιτάζηται ἐπ' αὐτὸ ἐν τη̨̃ ἀφέδρω̨ αὐτη̃ς ἀκάθαρτον ἔσται καὶ πα̃ν ἐφ' ὃ ἂν ἐπικαθίση̨ ἐπ' αὐτό ἀκάθαρτον ἔσται
21 καὶ πα̃ς ὃς ἐὰν ἅψηται τη̃ς κοίτης αὐτη̃ς πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
22 καὶ πα̃ς ὁ ἁπτόμενος παντὸς σκεύους οὑ̃ ἐὰν καθίση̨ ἐπ' αὐτό πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
23 ἐὰν δὲ ἐν τη̨̃ κοίτη̨ αὐτη̃ς οὔσης ἢ ἐπὶ του̃ σκεύους οὑ̃ ἐὰν καθίση̨ ἐπ' αὐτω̨̃ ἐν τω̨̃ ἅπτεσθαι αὐτὸν αὐτη̃ς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
24 ἐὰν δὲ κοίτη̨ τις κοιμηθη̨̃ μετ' αὐτη̃ς καὶ γένηται ἡ ἀκαθαρσία αὐτη̃ς ἐπ' αὐτω̨̃ καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας καὶ πα̃σα κοίτη ἐφ' ἡ̨̃ ἂν κοιμηθη̨̃ ἐπ' αὐτη̃ς ἀκάθαρτος ἔσται
25 καὶ γυνή ἐὰν ῥέη̨ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρω̨̃ τη̃ς ἀφέδρου αὐτη̃ς ἐὰν καὶ ῥέη̨ μετὰ τὴν ἄφεδρον αὐτη̃ς πα̃σαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτη̃ς καθάπερ αἱ ἡμέραι τη̃ς ἀφέδρου ἀκάθαρτος ἔσται
26 καὶ πα̃σαν κοίτην ἐφ' ἣν ἂν κοιμηθη̨̃ ἐπ' αὐτη̃ς πάσας τὰς ἡμέρας τη̃ς ῥύσεως κατὰ τὴν κοίτην τη̃ς ἀφέδρου ἔσται αὐτη̨̃ καὶ πα̃ν σκευ̃ος ἐφ' ὃ ἐὰν καθίση̨ ἐπ' αὐτό ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τη̃ς ἀφέδρου
27 πα̃ς ὁ ἁπτόμενος αὐτη̃ς ἀκάθαρτος ἔσται καὶ πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
28 ἐὰν δὲ καθαρισθη̨̃ ἀπὸ τη̃ς ῥύσεως καὶ ἐξαριθμήσεται αὐτη̨̃ ἑπτὰ ἡμέρας καὶ μετὰ ταυ̃τα καθαρισθήσεται
29 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ λήμψεται αὐτη̨̃ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
30 καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτη̃ς ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτη̃ς
31 καὶ εὐλαβει̃ς ποιήσετε τοὺς υἱοὺς Ισραηλ ἀπὸ τω̃ν ἀκαθαρσιω̃ν αὐτω̃ν καὶ οὐκ ἀποθανου̃νται διὰ τὴν ἀκαθαρσίαν αὐτω̃ν ἐν τω̨̃ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοι̃ς
32 οὑ̃τος ὁ νόμος του̃ γονορρυου̃ς καὶ ἐάν τινι ἐξέλθη̨ ἐξ αὐτου̃ κοίτη σπέρματος ὥστε μιανθη̃ναι ἐν αὐτη̨̃
33 καὶ τη̨̃ αἱμορροούση̨ ἐν τη̨̃ ἀφέδρω̨ αὐτη̃ς καὶ ὁ γονορρυὴς ἐν τη̨̃ ῥύσει αὐτου̃ τω̨̃ ἄρσενι ἢ τη̨̃ θηλεία̨ καὶ τω̨̃ ἀνδρί ὃς ἂν κοιμηθη̨̃ μετὰ ἀποκαθημένης
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.