2 οὑ̃τος ὁ νόμος του̃ λεπρου̃ ἡ̨̃ ἂν ἡμέρα̨ καθαρισθη̨̃ καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα |
3 καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τη̃ς παρεμβολη̃ς καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἰα̃ται ἡ ἁφὴ τη̃ς λέπρας ἀπὸ του̃ λεπρου̃ |
4 καὶ προστάξει ὁ ἱερεὺς καὶ λήμψονται τω̨̃ κεκαθαρισμένω̨ δύο ὀρνίθια ζω̃ντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον |
5 καὶ προστάξει ὁ ἱερεὺς καὶ σφάξουσιν τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγει̃ον ὀστράκινον ἐφ' ὕδατι ζω̃ντι |
6 καὶ τὸ ὀρνίθιον τὸ ζω̃ν λήμψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζω̃ν εἰς τὸ αἱ̃μα του̃ ὀρνιθίου του̃ σφαγέντος ἐφ' ὕδατι ζω̃ντι |
7 καὶ περιρρανει̃ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τη̃ς λέπρας ἑπτάκις καὶ καθαρὸς ἔσται καὶ ἐξαποστελει̃ τὸ ὀρνίθιον τὸ ζω̃ν εἰς τὸ πεδίον |
8 καὶ πλυνει̃ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτου̃ καὶ ξυρηθήσεται αὐτου̃ πα̃σαν τὴν τρίχα καὶ λούσεται ἐν ὕδατι καὶ καθαρὸς ἔσται καὶ μετὰ ταυ̃τα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν καὶ διατρίψει ἔξω του̃ οἴκου αὐτου̃ ἑπτὰ ἡμέρας |
9 καὶ ἔσται τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ξυρηθήσεται πα̃σαν τὴν τρίχα αὐτου̃ τὴν κεφαλὴν αὐτου̃ καὶ τὸν πώγωνα καὶ τὰς ὀφρύας καὶ πα̃σαν τὴν τρίχα αὐτου̃ ξυρηθήσεται καὶ πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ καθαρὸς ἔσται |
10 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ λήμψεται δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ πρόβατον ἐνιαύσιον ἄμωμον καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίω̨ καὶ κοτύλην ἐλαίου μίαν |
11 καὶ στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον καὶ ταυ̃τα ἔναντι κυρίου ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
12 καὶ λήμψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα καὶ προσάξει αὐτὸν τη̃ς πλημμελείας καὶ τὴν κοτύλην του̃ ἐλαίου καὶ ἀφοριει̃ αὐτὸ ἀφόρισμα ἔναντι κυρίου |
13 καὶ σφάξουσιν τὸν ἀμνὸν ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα καὶ τὰ περὶ ἁμαρτίας ἐν τόπω̨ ἁγίω̨ ἔστιν γὰρ τὸ περὶ ἁμαρτίας ὥσπερ τὸ τη̃ς πλημμελείας ἔστιν τω̨̃ ἱερει̃ ἅγια ἁγίων ἐστίν |
14 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς πλημμελείας καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ |
15 καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τη̃ς κοτύλης του̃ ἐλαίου ἐπιχεει̃ ἐπὶ τὴν χει̃ρα του̃ ἱερέως τὴν ἀριστερὰν |
16 καὶ βάψει τὸν δάκτυλον τὸν δεξιὸν ἀπὸ του̃ ἐλαίου του̃ ὄντος ἐπὶ τη̃ς χειρὸς τη̃ς ἀριστερα̃ς καὶ ῥανει̃ ἑπτάκις τω̨̃ δακτύλω̨ ἔναντι κυρίου |
17 τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ὂν ἐν τη̨̃ χειρὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ ἐπὶ τὸν τόπον του̃ αἵματος του̃ τη̃ς πλημμελείας |
18 τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ἐπὶ τη̃ς χειρὸς του̃ ἱερέως ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὴν κεφαλὴν του̃ καθαρισθέντος καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου |
19 καὶ ποιήσει ὁ ἱερεὺς τὸ περὶ τη̃ς ἁμαρτίας καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ του̃ ἀκαθάρτου του̃ καθαριζομένου ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ μετὰ του̃το σφάξει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα |
20 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα καὶ τὴν θυσίαν ἐπὶ τὸ θυσιαστήριον ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεύς καὶ καθαρισθήσεται |
21 ἐὰν δὲ πένηται καὶ ἡ χεὶρ αὐτου̃ μὴ εὑρίσκη̨ λήμψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα ὥστε ἐξιλάσασθαι περὶ αὐτου̃ καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίω̨ εἰς θυσίαν καὶ κοτύλην ἐλαίου μίαν |
22 καὶ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν ὅσα εὑ̃ρεν ἡ χεὶρ αὐτου̃ καὶ ἔσται ἡ μία περὶ ἁμαρτίας καὶ ἡ μία εἰς ὁλοκαύτωμα |
23 καὶ προσοίσει αὐτὰ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ εἰς τὸ καθαρίσαι αὐτὸν πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔναντι κυρίου |
24 καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἀμνὸν τη̃ς πλημμελείας καὶ τὴν κοτύλην του̃ ἐλαίου ἐπιθήσει αὐτὰ ἐπίθεμα ἔναντι κυρίου |
25 καὶ σφάξει τὸν ἀμνὸν τη̃ς πλημμελείας καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς πλημμελείας καὶ ἐπιθήσει ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ |
26 καὶ ἀπὸ του̃ ἐλαίου ἐπιχεει̃ ὁ ἱερεὺς ἐπὶ τὴν χει̃ρα του̃ ἱερέως τὴν ἀριστεράν |
27 καὶ ῥανει̃ ὁ ἱερεὺς τω̨̃ δακτύλω̨ τω̨̃ δεξιω̨̃ ἀπὸ του̃ ἐλαίου του̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ τη̨̃ ἀριστερα̨̃ ἑπτάκις ἔναντι κυρίου |
28 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ του̃ ἐλαίου του̃ ἐπὶ τη̃ς χειρὸς αὐτου̃ ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς αὐτου̃ τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς αὐτου̃ του̃ δεξιου̃ ἐπὶ τὸν τόπον του̃ αἵματος του̃ τη̃ς πλημμελείας |
29 τὸ δὲ καταλειφθὲν ἀπὸ του̃ ἐλαίου τὸ ὂν ἐπὶ τη̃ς χειρὸς του̃ ἱερέως ἐπιθήσει ἐπὶ τὴν κεφαλὴν του̃ καθαρισθέντος καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου |
30 καὶ ποιήσει μίαν τω̃ν τρυγόνων ἢ ἀπὸ τω̃ν νεοσσω̃ν τω̃ν περιστερω̃ν καθότι εὑ̃ρεν αὐτου̃ ἡ χείρ |
31 τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα σὺν τη̨̃ θυσία̨ καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ του̃ καθαριζομένου ἔναντι κυρίου |
32 οὑ̃τος ὁ νόμος ἐν ὡ̨̃ ἐστιν ἡ ἁφὴ τη̃ς λέπρας καὶ του̃ μὴ εὑρίσκοντος τη̨̃ χειρὶ εἰς τὸν καθαρισμὸν αὐτου̃ |