1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων |
2 ἀνθρώπω̨ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτου̃ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτου̃ ἁφὴ λέπρας καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἢ ἕνα τω̃ν υἱω̃ν αὐτου̃ τω̃ν ἱερέων |
3 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι του̃ χρωτὸς αὐτου̃ καὶ ἡ θρὶξ ἐν τη̨̃ ἁφη̨̃ μεταβάλη̨ λευκή καὶ ἡ ὄψις τη̃ς ἁφη̃ς ταπεινὴ ἀπὸ του̃ δέρματος του̃ χρωτός ἁφὴ λέπρας ἐστίν καὶ ὄψεται ὁ ἱερεὺς καὶ μιανει̃ αὐτόν |
4 ἐὰν δὲ τηλαυγὴς λευκὴ ἠ̨̃ ἐν τω̨̃ δέρματι του̃ χρωτός καὶ ταπεινὴ μὴ ἠ̨̃ ἡ ὄψις αὐτη̃ς ἀπὸ του̃ δέρματος καὶ ἡ θρὶξ αὐτου̃ οὐ μετέβαλεν τρίχα λευκήν αὐτὴ δέ ἐστιν ἀμαυρά καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας |
5 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτου̃ οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τω̨̃ δέρματι καὶ ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον |
6 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ τὸ δεύτερον καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τω̨̃ δέρματι καθαριει̃ αὐτὸν ὁ ἱερεύς σημασία γάρ ἐστιν καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται |
7 ἐὰν δὲ μεταβαλου̃σα μεταπέση̨ ἡ σημασία ἐν τω̨̃ δέρματι μετὰ τὸ ἰδει̃ν αὐτὸν τὸν ἱερέα του̃ καθαρίσαι αὐτόν καὶ ὀφθήσεται τὸ δεύτερον τω̨̃ ἱερει̃ |
8 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν |
9 καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπω̨ καὶ ἥξει πρὸς τὸν ἱερέα |
10 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τω̨̃ δέρματι καὶ αὕτη μετέβαλεν τρίχα λευκήν καὶ ἀπὸ του̃ ὑγιου̃ς τη̃ς σαρκὸς τη̃ς ζώσης ἐν τη̨̃ οὐλη̨̃ |
11 λέπρα παλαιουμένη ἐστίν ἐν τω̨̃ δέρματι του̃ χρωτός ἐστιν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριει̃ αὐτόν ὅτι ἀκάθαρτός ἐστιν |
12 ἐὰν δὲ ἐξανθου̃σα ἐξανθήση̨ ἡ λέπρα ἐν τω̨̃ δέρματι καὶ καλύψη̨ ἡ λέπρα πα̃ν τὸ δέρμα τη̃ς ἁφη̃ς ἀπὸ κεφαλη̃ς ἕως ποδω̃ν καθ' ὅλην τὴν ὅρασιν του̃ ἱερέως |
13 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πα̃ν τὸ δέρμα του̃ χρωτός καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν ὅτι πα̃ν μετέβαλεν λευκόν καθαρόν ἐστιν |
14 καὶ ἡ̨̃ ἂν ἡμέρα̨ ὀφθη̨̃ ἐν αὐτω̨̃ χρὼς ζω̃ν μιανθήσεται |
15 καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρω̃τα τὸν ὑγιη̃ καὶ μιανει̃ αὐτὸν ὁ χρὼς ὁ ὑγιής ὅτι ἀκάθαρτός ἐστιν λέπρα ἐστίν |
16 ἐὰν δὲ ἀποκαταστη̨̃ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλη̨ λευκή καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα |
17 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν καὶ καθαριει̃ ὁ ἱερεὺς τὴν ἁφήν καθαρός ἐστιν |
18 καὶ σὰρξ ἐὰν γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ ἕλκος καὶ ὑγιασθη̨̃ |
19 καὶ γένηται ἐν τω̨̃ τόπω̨ του̃ ἕλκους οὐλὴ λευκὴ ἢ τηλαυγὴς λευκαίνουσα ἢ πυρρίζουσα καὶ ὀφθήσεται τω̨̃ ἱερει̃ |
20 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα του̃ δέρματος καὶ ἡ θρὶξ αὐτη̃ς μετέβαλεν εἰς λευκήν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν |
21 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτω̨̃ θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἠ̨̃ ἀπὸ του̃ δέρματος του̃ χρωτός καὶ αὐτὴ ἠ̨̃ ἀμαυρά ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας |
22 ἐὰν δὲ διαχέηται ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν |
23 ἐὰν δὲ κατὰ χώραν μείνη̨ τὸ τηλαύγημα καὶ μὴ διαχέηται οὐλὴ του̃ ἕλκους ἐστίν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς |
24 καὶ σὰρξ ἐὰν γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ κατάκαυμα πυρός καὶ γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ τὸ ὑγιασθὲν του̃ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἢ ἔκλευκον |
25 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον καὶ ἡ ὄψις αὐτου̃ ταπεινὴ ἀπὸ του̃ δέρματος λέπρα ἐστίν ἐν τω̨̃ κατακαύματι ἐξήνθησεν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν |
26 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τω̨̃ αὐγάζοντι θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἠ̨̃ ἀπὸ του̃ δέρματος αὐτὸ δὲ ἀμαυρόν καὶ ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας |
27 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐὰν δὲ διαχύσει διαχέηται ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν |
28 ἐὰν δὲ κατὰ χώραν μείνη̨ τὸ αὐγάζον καὶ μὴ διαχυθη̨̃ ἐν τω̨̃ δέρματι αὐτὴ δὲ ἠ̨̃ ἀμαυρά ἡ οὐλὴ του̃ κατακαύματός ἐστιν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς ὁ γὰρ χαρακτὴρ του̃ κατακαύματός ἐστιν |
29 καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοι̃ς ἁφὴ λέπρας ἐν τη̨̃ κεφαλη̨̃ ἢ ἐν τω̨̃ πώγωνι |
30 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν καὶ ἰδοὺ ἡ ὄψις αὐτη̃ς ἐγκοιλοτέρα του̃ δέρματος ἐν αὐτη̨̃ δὲ θρὶξ ξανθίζουσα λεπτή καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς θραυ̃σμά ἐστιν λέπρα τη̃ς κεφαλη̃ς ἢ λέπρα του̃ πώγωνός ἐστιν |
31 καὶ ἐὰν ἴδη̨ ὁ ἱερεὺς τὴν ἁφὴν του̃ θραύσματος καὶ ἰδοὺ οὐχ ἡ ὄψις ἐγκοιλοτέρα του̃ δέρματος καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτη̨̃ καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν του̃ θραύσματος ἑπτὰ ἡμέρας |
32 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραυ̃σμα καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτη̨̃ καὶ ἡ ὄψις του̃ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ του̃ δέρματος |
33 καὶ ξυρηθήσεται τὸ δέρμα τὸ δὲ θραυ̃σμα οὐ ξυρηθήσεται καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὸ θραυ̃σμα ἑπτὰ ἡμέρας τὸ δεύτερον |
34 καὶ ὄψεται ὁ ἱερεὺς τὸ θραυ̃σμα τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι μετὰ τὸ ξυρηθη̃ναι αὐτόν καὶ ἡ ὄψις του̃ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ του̃ δέρματος καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται |
35 ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι μετὰ τὸ καθαρισθη̃ναι αὐτόν |
36 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι οὐκ ἐπισκέψεται ὁ ἱερεὺς περὶ τη̃ς τριχὸς τη̃ς ξανθη̃ς ὅτι ἀκάθαρτός ἐστιν |
37 ἐὰν δὲ ἐνώπιον μείνη̨ τὸ θραυ̃σμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλη̨ ἐν αὐτω̨̃ ὑγίακεν τὸ θραυ̃σμα καθαρός ἐστιν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς |
38 καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα |
39 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα ἀλφός ἐστιν καθαρός ἐστιν ἐξανθει̃ ἐν τω̨̃ δέρματι τη̃ς σαρκὸς αὐτου̃ καθαρός ἐστιν |
40 ἐὰν δέ τινι μαδήση̨ ἡ κεφαλὴ αὐτου̃ φαλακρός ἐστιν καθαρός ἐστιν |
41 ἐὰν δὲ κατὰ πρόσωπον μαδήση̨ ἡ κεφαλὴ αὐτου̃ ἀναφάλαντός ἐστιν καθαρός ἐστιν |
42 ἐὰν δὲ γένηται ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ ἁφὴ λευκὴ ἢ πυρρίζουσα λέπρα ἐστὶν ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ |
43 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις τη̃ς ἁφη̃ς λευκὴ πυρρίζουσα ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ ὡς εἰ̃δος λέπρας ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ |
44 ἄνθρωπος λεπρός ἐστιν μιάνσει μιανει̃ αὐτὸν ὁ ἱερεύς ἐν τη̨̃ κεφαλη̨̃ αὐτου̃ ἡ ἁφὴ αὐτου̃ |
45 καὶ ὁ λεπρός ἐν ὡ̨̃ ἐστιν ἡ ἁφή τὰ ἱμάτια αὐτου̃ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτου̃ ἀκατακάλυπτος καὶ περὶ τὸ στόμα αὐτου̃ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται |
46 πάσας τὰς ἡμέρας ὅσας ἂν ἠ̨̃ ἐπ' αὐτου̃ ἡ ἁφή ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται κεχωρισμένος καθήσεται ἔξω τη̃ς παρεμβολη̃ς ἔσται αὐτου̃ ἡ διατριβή |
47 καὶ ἱματίω̨ ἐὰν γένηται ἐν αὐτω̨̃ ἁφὴ λέπρας ἐν ἱματίω̨ ἐρεω̨̃ ἢ ἐν ἱματίω̨ στιππυίνω̨ |
48 ἢ ἐν στήμονι ἢ ἐν κρόκη̨ ἢ ἐν τοι̃ς λινοι̃ς ἢ ἐν τοι̃ς ἐρεοι̃ς ἢ ἐν δέρματι ἢ ἐν παντὶ ἐργασίμω̨ δέρματι |
49 καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυρρίζουσα ἐν τω̨̃ δέρματι ἢ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει ἐργασίμω̨ δέρματος ἁφὴ λέπρας ἐστίν καὶ δείξει τω̨̃ ἱερει̃ |
50 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας |
51 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν τω̨̃ δέρματι κατὰ πάντα ὅσα ἂν ποιηθη̨̃ δέρματα ἐν τη̨̃ ἐργασία̨ λέπρα ἔμμονός ἐστιν ἡ ἁφή ἀκάθαρτός ἐστιν |
52 κατακαύσει τὸ ἱμάτιον ἢ τὸν στήμονα ἢ τὴν κρόκην ἐν τοι̃ς ἐρεοι̃ς ἢ ἐν τοι̃ς λινοι̃ς ἢ ἐν παντὶ σκεύει δερματίνω̨ ἐν ὡ̨̃ ἐὰν ἠ̨̃ ἐν αὐτω̨̃ ἡ ἁφή ὅτι λέπρα ἔμμονός ἐστιν ἐν πυρὶ κατακαυθήσεται |
53 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει δερματίνω̨ |
54 καὶ συντάξει ὁ ἱερεύς καὶ πλυνει̃ ἐφ' οὑ̃ ἐὰν ἠ̨̃ ἐπ' αὐτου̃ ἡ ἁφή καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον |
55 καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθη̃ναι αὐτὸ τὴν ἁφήν καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἡ ἁφή καὶ ἡ ἁφὴ οὐ διαχει̃ται ἀκάθαρτόν ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐστήρισται ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ |
56 καὶ ἐὰν ἴδη̨ ὁ ἱερεὺς καὶ ἠ̨̃ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθη̃ναι αὐτό ἀπορρήξει αὐτὸ ἀπὸ του̃ ἱματίου ἢ ἀπὸ του̃ δέρματος ἢ ἀπὸ του̃ στήμονος ἢ ἀπὸ τη̃ς κρόκης |
57 ἐὰν δὲ ὀφθη̨̃ ἔτι ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει δερματίνω̨ λέπρα ἐξανθου̃σά ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐν ὡ̨̃ ἐστὶν ἡ ἁφή |
58 καὶ τὸ ἱμάτιον ἢ ὁ στήμων ἢ ἡ κρόκη ἢ πα̃ν σκευ̃ος δερμάτινον ὃ πλυθήσεται καὶ ἀποστήσεται ἀπ' αὐτου̃ ἡ ἁφή καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται |
59 οὑ̃τος ὁ νόμος ἁφη̃ς λέπρας ἱματίου ἐρεου̃ ἢ στιππυίνου ἢ στήμονος ἢ κρόκης ἢ παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ ἢ μια̃ναι αὐτό |