1 καὶ εἰ̃παν πρὸς Γεδεων ἀνὴρ Εφραιμ τί τὸ ῥη̃μα του̃το ἐποίησας ἡμι̃ν του̃ μὴ καλέσαι ἡμα̃ς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιαμ καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρω̃ς |
2 καὶ εἰ̃πεν πρὸς αὐτούς τί ἐποίησα νυ̃ν καθὼς ὑμει̃ς ἢ οὐχὶ κρει̃σσον ἐπιφυλλὶς Εφραιμ ἢ τρυγητὸς Αβιεζερ |
3 ἐν χειρὶ ὑμω̃ν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνήθην ποιη̃σαι ὡς ὑμει̃ς τότε ἀνέθη τὸ πνευ̃μα αὐτω̃ν ἀπ' αὐτου̃ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν τὸν λόγον του̃τον |
4 καὶ ἠ̃λθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ' αὐτου̃ πεινω̃ντες καὶ διώκοντες |
5 καὶ εἰ̃πεν τοι̃ς ἀνδράσιν Σοκχωθ δότε δὴ ἄρτους εἰς τροφὴν τω̨̃ λαω̨̃ τούτω̨ τω̨̃ ἐν ποσίν μου ὅτι ἐκλείπουσιν καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω του̃ Ζεβεε καὶ Σελμανα βασιλέων Μαδιαμ |
6 καὶ εἰ̃πον οἱ ἄρχοντες Σοκχωθ μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νυ̃ν ἐν χειρί σου οὐ δώσομεν τη̨̃ δυνάμει σου ἄρτους |
7 καὶ εἰ̃πεν Γεδεων διὰ του̃το ἐν τω̨̃ δου̃ναι κύριον τὸν Ζεβεε καὶ Σελμανα ἐν χειρί μου καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμω̃ν ἐν ται̃ς ἀκάνθαις τη̃ς ἐρήμου καὶ ἐν ται̃ς αβαρκηνιν |
8 καὶ ἀνέβη ἐκει̃θεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως καὶ ἀπεκρίθησαν αὐτω̨̃ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχωθ |
9 καὶ εἰ̃πεν Γεδεων πρὸς ἄνδρας Φανουηλ ἐν ἐπιστροφη̨̃ μου μετ' εἰρήνης τὸν πύργον του̃τον κατασκάψω |
10 καὶ Ζεβεε καὶ Σελμανα ἐν Καρκαρ καὶ ἡ παρεμβολὴ αὐτω̃ν μετ' αὐτω̃ν ὡσεὶ δέκα πέντε χιλιάδες πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολη̃ς ἀλλοφύλων καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρω̃ν σπωμένων ῥομφαίαν |
11 καὶ ἀνέβη Γεδεων ὁδὸν τω̃ν σκηνούντων ἐν σκηναι̃ς ἀπὸ ἀνατολω̃ν τη̃ς Ναβαι καὶ Ιεγεβαλ καὶ ἐπάταξεν τὴν παρεμβολήν καὶ ἡ παρεμβολὴ ἠ̃ν πεποιθυι̃α |
12 καὶ ἔφυγον Ζεβεε καὶ Σελμανα καὶ ἐδίωξεν ὀπίσω αὐτω̃ν καὶ ἐκράτησεν τοὺς δύο βασιλει̃ς Μαδιαμ τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ πα̃σαν τὴν παρεμβολὴν ἐξέστησεν |
13 καὶ ἐπέστρεψεν Γεδεων υἱὸς Ιωας ἀπὸ τη̃ς παρατάξεως ἀπὸ ἐπάνωθεν τη̃ς παρατάξεως Αρες |
14 καὶ συνέλαβεν παιδάριον ἀπὸ τω̃ν ἀνδρω̃ν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τω̃ν ἀρχόντων Σοκχωθ καὶ τω̃ν πρεσβυτέρων αὐτω̃ν ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας |
15 καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἰ̃πεν ἰδοὺ Ζεβεε καὶ Σελμανα ἐν οἱ̃ς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νυ̃ν ἐν χειρί σου ὅτι δώσομεν τοι̃ς ἀνδράσιν τοι̃ς ἐκλείπουσιν ἄρτους |
16 καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τη̃ς πόλεως ἐν ται̃ς ἀκάνθαις τη̃ς ἐρήμου καὶ ται̃ς βαρακηνιμ καὶ ἠλόησεν ἐν αὐτοι̃ς τοὺς ἄνδρας τη̃ς πόλεως |
17 καὶ τὸν πύργον Φανουηλ κατέστρεψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τη̃ς πόλεως |
18 καὶ εἰ̃πεν πρὸς Ζεβεε καὶ Σελμανα που̃ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβωρ καὶ εἰ̃παν ὡς σύ ὣς αὐτοὶ εἰς ὁμοίωμα υἱου̃ βασιλέως |
19 καὶ εἰ̃πεν Γεδεων ἀδελφοί μου καὶ υἱοὶ τη̃ς μητρός μου ἠ̃σαν ζη̨̃ κύριος εἰ ἐζωογονήκειτε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμα̃ς |
20 καὶ εἰ̃πεν Ιεθερ τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτου̃ ὅτι ἐφοβήθη ὅτι ἔτι νεώτερος ἠ̃ν |
21 καὶ εἰ̃πεν Ζεβεε καὶ Σελμανα ἀνάστα σὺ καὶ συνάντησον ἡμι̃ν ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου καὶ ἀνέστη Γεδεων καὶ ἀπέκτεινεν τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοι̃ς τραχήλοις τω̃ν καμήλων αὐτω̃ν |
22 καὶ εἰ̃πον ἀνὴρ Ισραηλ πρὸς Γεδεων κύριε ἄρξον ἡμω̃ν καὶ σὺ καὶ ὁ υἱός σου ὅτι σὺ ἔσωσας ἡμα̃ς ἐκ χειρὸς Μαδιαμ |
23 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Γεδεων οὐκ ἄρξω ἐγώ καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμι̃ν κύριος ἄρξει ὑμω̃ν |
24 καὶ εἰ̃πεν Γεδεων πρὸς αὐτούς αἰτήσομαι παρ' ὑμω̃ν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτου̃ ὅτι ἐνώτια χρυσα̃ αὐτοι̃ς ὅτι Ισμαηλι̃ται ἠ̃σαν |
25 καὶ εἰ̃παν διδόντες δώσομεν καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτου̃ καὶ ἔβαλεν ἐκει̃ ἀνὴρ ἐνώτιον σκύλων αὐτου̃ |
26 καὶ ἐγένετο ὁ σταθμὸς τω̃ν ἐνωτίων τω̃ν χρυσω̃ν ὡ̃ν ἤ̨τησεν χίλιοι καὶ πεντακόσιοι χρυσοι̃ πάρεξ τω̃ν μηνίσκων καὶ τω̃ν στραγγαλίδων καὶ τω̃ν ἱματίων καὶ πορφυρίδων τω̃ν ἐπὶ βασιλευ̃σι Μαδιαμ καὶ ἐκτὸς τω̃ν περιθεμάτων ἃ ἠ̃ν ἐν τοι̃ς τραχήλοις τω̃ν καμήλων αὐτω̃ν |
27 καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφωθ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτου̃ Εφραθα καὶ ἐξεπόρνευσεν πα̃ς Ισραηλ ὀπίσω αὐτου̃ ἐκει̃ καὶ ἐγένετο τω̨̃ Γεδεων καὶ τω̨̃ οἴκω̨ αὐτου̃ εἰς σκω̃λον |
28 καὶ συνεστάλη Μαδιαμ ἐνώπιον υἱω̃ν Ισραηλ καὶ οὐ προσέθηκαν ἀ̃ραι κεφαλὴν αὐτω̃ν καὶ ἡσύχασεν ἡ γη̃ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεων |
29 καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ ἐκάθισεν ἐν οἴκω̨ αὐτου̃ |
30 καὶ τω̨̃ Γεδεων ἠ̃σαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρω̃ν αὐτου̃ ὅτι γυναι̃κες πολλαὶ ἠ̃σαν αὐτω̨̃ |
31 καὶ παλλακὴ αὐτου̃ ἠ̃ν ἐν Συχεμ καὶ ἔτεκεν αὐτω̨̃ καί γε αὐτὴ υἱόν καὶ ἔθηκεν τὸ ὄνομα αὐτου̃ Αβιμελεχ |
32 καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πόλει αὐτου̃ καὶ ἐτάφη ἐν τω̨̃ τάφω̨ Ιωας του̃ πατρὸς αὐτου̃ ἐν Εφραθα Αβιεσδρι |
33 καὶ ἐγένετο καθὼς ἀπέθανεν Γεδεων καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τω̃ν Βααλιμ καὶ ἔθηκαν ἑαυτοι̃ς τω̨̃ Βααλ διαθήκην του̃ εἰ̃ναι αὐτοι̃ς αὐτὸν εἰς θεόν |
34 καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου του̃ θεου̃ του̃ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τω̃ν θλιβόντων αὐτοὺς κυκλόθεν |
35 καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ του̃ οἴκου Ιεροβααλ αὐτός ἐστιν Γεδεων κατὰ πάντα τὰ ἀγαθά ἃ ἐποίησεν μετὰ Ισραηλ |