ΚΡΙΤΑΙ,
κεφαλίς 6,
στἰχοι 36-40
36 καὶ εἰ̃πεν Γεδεων πρὸς τὸν θεόν εἰ σὺ σώ̨ζεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας |
37 ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον του̃ ἐρίου ἐν τη̨̃ ἅλωνι ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ξηρασία γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας |
38 καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τη̨̃ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ του̃ πόκου πλήρης λεκάνη ὕδατος |
39 καὶ εἰ̃πεν Γεδεων πρὸς τὸν θεόν μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τω̨̃ πόκω̨ καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν γενηθήτω δρόσος |
40 καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἐγενήθη δρόσος |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.