Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 21

1 καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν ἐν Μασσηφα λέγοντες ἀνὴρ ἐξ ἡμω̃ν οὐ δώσει θυγατέρα αὐτου̃ τω̨̃ Βενιαμιν εἰς γυναι̃κα
2 καὶ ἠ̃λθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκει̃ ἕως ἑσπέρας ἐνώπιον του̃ θεου̃ καὶ ἠ̃ραν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
3 καὶ εἰ̃παν εἰς τί κύριε θεὲ Ισραηλ ἐγενήθη αὕτη του̃ ἐπισκεπη̃ναι σήμερον ἀπὸ Ισραηλ φυλὴν μίαν
4 καὶ ἐγένετο τη̨̃ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ὠ̨κοδόμησαν ἐκει̃ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας
5 καὶ εἰ̃πον οἱ υἱοὶ Ισραηλ τίς οὐκ ἀνέβη ἐν τη̨̃ ἐκκλησία̨ ἀπὸ πασω̃ν φυλω̃ν Ισραηλ πρὸς κύριον ὅτι ὁ ὅρκος μέγας ἠ̃ν τοι̃ς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτω̨ θανατωθήσεται
6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἀδελφὸν αὐτω̃ν καὶ εἰ̃παν ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ισραηλ
7 τί ποιήσωμεν αὐτοι̃ς τοι̃ς περισσοι̃ς τοι̃ς ὑπολειφθει̃σιν εἰς γυναι̃κας καὶ ἡμει̃ς ὠμόσαμεν ἐν κυρίω̨ του̃ μὴ δου̃ναι αὐτοι̃ς ἀπὸ τω̃ν θυγατέρων ἡμω̃ν εἰς γυναι̃κας
8 καὶ εἰ̃παν τίς εἱ̃ς ἀπὸ φυλω̃ν Ισραηλ ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἠ̃λθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν
9 καὶ ἐπεσκέπη ὁ λαός καὶ οὐκ ἠ̃ν ἐκει̃ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβις Γαλααδ
10 καὶ ἀπέστειλεν ἐκει̃ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρω̃ν ἀπὸ υἱω̃ν τη̃ς δυνάμεως καὶ ἐνετείλαντο αὐτοι̃ς λέγοντες πορεύεσθε καὶ πατάξατε τοὺς οἰκου̃ντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας
11 καὶ του̃το ποιήσετε πα̃ν ἄρσεν καὶ πα̃σαν γυναι̃κα εἰδυι̃αν κοίτην ἄρσενος ἀναθεματιει̃τε τὰς δὲ παρθένους περιποιήσεσθε καὶ ἐποίησαν οὕτως
12 καὶ εὑ̃ρον ἀπὸ οἰκούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλων τὴν ἐν γη̨̃ Χανααν
13 καὶ ἀπέστειλεν πα̃σα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμιν ἐν τη̨̃ πέτρα̨ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην
14 καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἔδωκαν αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ τὰς γυναι̃κας ἃς ἐζωοποίησαν ἀπὸ τω̃ν θυγατέρων Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοι̃ς οὕτως
15 καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τω̨̃ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ται̃ς φυλαι̃ς Ισραηλ
16 καὶ εἰ̃πον οἱ πρεσβύτεροι τη̃ς συναγωγη̃ς τί ποιήσωμεν τοι̃ς περισσοι̃ς εἰς γυναι̃κας ὅτι ἠφανίσθη ἀπὸ Βενιαμιν γυνή
17 καὶ εἰ̃παν κληρονομία διασω̨ζομένων τω̨̃ Βενιαμιν καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ισραηλ
18 ὅτι ἡμει̃ς οὐ δυνησόμεθα δου̃ναι αὐτοι̃ς γυναι̃κας ἀπὸ τω̃ν θυγατέρων ἡμω̃ν ὅτι ὠμόσαμεν ἐν υἱοι̃ς Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναι̃κα τω̨̃ Βενιαμιν
19 καὶ εἰ̃παν ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλων ἀφ' ἡμερω̃ν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρα̃ τη̃ς Βαιθηλ κατ' ἀνατολὰς ἡλίου ἐπὶ τη̃ς ὁδου̃ τη̃ς ἀναβαινούσης ἀπὸ Βαιθηλ εἰς Συχεμ καὶ ἀπὸ νότου τη̃ς Λεβωνα
20 καὶ ἐνετείλαντο τοι̃ς υἱοι̃ς Βενιαμιν λέγοντες πορεύεσθε ἐνεδρεύσατε ἐν τοι̃ς ἀμπελω̃σιν
21 καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τω̃ν οἰκούντων Σηλων χορεύειν ἐν τοι̃ς χοροι̃ς καὶ ἐξελεύσεσθε ἐκ τω̃ν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοι̃ς ἀνὴρ γυναι̃κα ἀπὸ τω̃ν θυγατέρων Σηλων καὶ πορεύεσθε εἰς γη̃ν Βενιαμιν
22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτω̃ν ἢ οἱ ἀδελφοὶ αὐτω̃ν κρίνεσθαι πρὸς ὑμα̃ς καὶ ἐρου̃μεν αὐτοι̃ς ἔλεος ποιήσατε ἡμι̃ν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναι̃κα αὐτου̃ ἐν τη̨̃ παρατάξει ὅτι οὐχ ὑμει̃ς ἐδώκατε αὐτοι̃ς ὡς καιρὸς πλημμελήσατε
23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναι̃κας εἰς ἀριθμὸν αὐτω̃ν ἀπὸ τω̃ν χορευουσω̃ν ὡ̃ν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτω̃ν καὶ ὠ̨κοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐται̃ς
24 καὶ περιεπάτησαν ἐκει̃θεν οἱ υἱοὶ Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνὴρ εἰς φυλὴν αὐτου̃ καὶ εἰς συγγένειαν αὐτου̃ καὶ ἐξη̃λθον ἐκει̃θεν ἀνὴρ εἰς κληρονομίαν αὐτου̃
25 ἐν δὲ ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτου̃ ἐποίει
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.