Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

IHSOUS NAUH, κεφαλίς 6

καὶ Ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτη̃ς οὐδὲ εἰσεπορεύετο
καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς τὸν ἐν αὐτη̨̃ δυνατοὺς ὄντας ἐν ἰσχύι
σὺ δὲ περίστησον αὐτη̨̃ τοὺς μαχίμους κύκλω̨
...
καὶ ἔσται ὡς ἂν σαλπίσητε τη̨̃ σάλπιγγι ἀνακραγέτω πα̃ς ὁ λαὸς ἅμα καὶ ἀνακραγόντων αὐτω̃ν πεσει̃ται αὐτόματα τὰ τείχη τη̃ς πόλεως καὶ εἰσελεύσεται πα̃ς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν
καὶ εἰση̃λθεν 'Ιησου̃ς ὁ του̃ Ναυη πρὸς τοὺς ἱερει̃ς
καὶ εἰ̃πεν αὐτοι̃ς λέγων παραγγείλατε τω̨̃ λαω̨̃ περιελθει̃ν καὶ κυκλω̃σαι τὴν πόλιν καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου
καὶ ἑπτὰ ἱερει̃ς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον του̃ κυρίου καὶ σημαινέτωσαν εὐτόνως καὶ ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου ἐπακολουθείτω
οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερει̃ς οἱ οὐραγου̃ντες ὀπίσω τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες
10 τω̨̃ δὲ λαω̨̃ ἐνετείλατο 'Ιησου̃ς λέγων μὴ βοα̃τε μηδὲ ἀκουσάτω μηθεὶς ὑμω̃ν τὴν φωνήν ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλη̨ ἀναβοη̃σαι καὶ τότε ἀναβοήσετε
11 καὶ περιελθου̃σα ἡ κιβωτὸς τη̃ς διαθήκης του̃ θεου̃ τὴν πόλιν εὐθέως ἀπη̃λθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκει̃
12 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ ἀνέστη 'Ιησου̃ς τὸ πρωί καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου
13 καὶ οἱ ἑπτὰ ἱερει̃ς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου καὶ μετὰ ταυ̃τα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου καὶ οἱ ἱερει̃ς ἐσάλπισαν ται̃ς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν
14 καὶ ἀπη̃λθεν πάλιν εἰς τὴν παρεμβολήν οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας
15 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις
16 καὶ τη̨̃ περιόδω̨ τη̨̃ ἑβδόμη̨ ἐσάλπισαν οἱ ἱερει̃ς καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ κεκράξατε παρέδωκεν γὰρ κύριος ὑμι̃ν τὴν πόλιν
17 καὶ ἔσται ἡ πόλις ἀνάθεμα αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ κυρίω̨ σαβαωθ πλὴν Ρααβ τὴν πόρνην περιποιήσασθε αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τω̨̃ οἴκω̨ αὐτη̃ς
18 ἀλλὰ ὑμει̃ς φυλάξασθε σφόδρα ἀπὸ του̃ ἀναθέματος μήποτε ἐνθυμηθέντες ὑμει̃ς αὐτοὶ λάβητε ἀπὸ του̃ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τω̃ν υἱω̃ν Ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμα̃ς
19 καὶ πα̃ν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τω̨̃ κυρίω̨ εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται
20 καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν οἱ ἱερει̃ς ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τω̃ν σαλπίγγων ἠλάλαξεν πα̃ς ὁ λαὸς ἅμα ἀλαλαγμω̨̃ μεγάλω̨ καὶ ἰσχυρω̨̃ καὶ ἔπεσεν ἅπαν τὸ τει̃χος κύκλω̨ καὶ ἀνέβη πα̃ς ὁ λαὸς εἰς τὴν πόλιν
21 καὶ ἀνεθεμάτισεν αὐτὴν 'Ιησου̃ς καὶ ὅσα ἠ̃ν ἐν τη̨̃ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας
22 καὶ τοι̃ς δυσὶν νεανίσκοις τοι̃ς κατασκοπεύσασιν εἰ̃πεν 'Ιησου̃ς εἰσέλθατε εἰς τὴν οἰκίαν τη̃ς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκει̃θεν καὶ ὅσα ἐστὶν αὐτη̨̃
23 καὶ εἰση̃λθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τη̃ς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτη̃ς καὶ τὴν μητέρα αὐτη̃ς καὶ τοὺς ἀδελφοὺς αὐτη̃ς καὶ πάντα ὅσα ἠ̃ν αὐτη̨̃ καὶ πα̃σαν τὴν συγγένειαν αὐτη̃ς καὶ κατέστησαν αὐτὴν ἔξω τη̃ς παρεμβολη̃ς Ισραηλ
24 καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμω̨̃ σὺν πα̃σιν τοι̃ς ἐν αὐτη̨̃ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκου̃ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθη̃ναι
25 καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἰ̃κον τὸν πατρικὸν αὐτη̃ς ἐζώγρησεν 'Ιησου̃ς καὶ κατώ̨κησεν ἐν τω̨̃ Ισραηλ ἕως τη̃ς σήμερον ἡμέρας διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν 'Ιησου̃ς κατασκοπευ̃σαι τὴν Ιεριχω
26 καὶ ὥρκισεν 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τω̨̃ πρωτοτόκω̨ αὐτου̃ θεμελιώσει αὐτὴν καὶ ἐν τω̨̃ ἐλαχίστω̨ αὐτου̃ ἐπιστήσει τὰς πύλας αὐτη̃ς καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ ἐν τω̨̃ Αβιρων τω̨̃ πρωτοτόκω̨ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τω̨̃ ἐλαχίστω̨ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτη̃ς
27 καὶ ἠ̃ν κύριος μετὰ 'Ιησου̃ καὶ ἠ̃ν τὸ ὄνομα αὐτου̃ κατὰ πα̃σαν τὴν γη̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.