IHSOUS NAUH,
κεφαλίς 23
1 καὶ ἐγένετο μεθ' ἡμέρας πλείους μετὰ τὸ καταπαυ̃σαι κύριον τὸν Ισραηλ ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν αὐτω̃ν κυκλόθεν καὶ 'Ιησου̃ς πρεσβύτερος προβεβηκὼς ται̃ς ἡμέραις |
2 καὶ συνεκάλεσεν 'Ιησου̃ς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτω̃ν καὶ τοὺς ἄρχοντας αὐτω̃ν καὶ τοὺς γραμματει̃ς αὐτω̃ν καὶ τοὺς δικαστὰς αὐτω̃ν καὶ εἰ̃πεν πρὸς αὐτούς ἐγὼ γεγήρακα καὶ προβέβηκα ται̃ς ἡμέραις |
3 ὑμει̃ς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ὑμω̃ν πα̃σιν τοι̃ς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμω̃ν ὅτι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐκπολεμήσας ὑμι̃ν |
4 ἴδετε ὅτι ἐπέρριφα ὑμι̃ν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμι̃ν ταυ̃τα ἐν τοι̃ς κλήροις εἰς τὰς φυλὰς ὑμω̃ν ἀπὸ του̃ Ιορδάνου πάντα τὰ ἔθνη ἃ ἐξωλέθρευσα καὶ ἀπὸ τη̃ς θαλάσσης τη̃ς μεγάλης ὁριει̃ ἐπὶ δυσμὰς ἡλίου |
5 κύριος δὲ ὁ θεὸς ὑμω̃ν οὑ̃τος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν ἕως ἂν ἀπόλωνται καὶ ἀποστελει̃ αὐτοι̃ς τὰ θηρία τὰ ἄγρια ἕως ἂν ἐξολεθρεύση̨ αὐτοὺς καὶ τοὺς βασιλει̃ς αὐτω̃ν ἀπὸ προσώπου ὑμω̃ν καὶ κατακληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ὑμω̃ν ὑμι̃ν |
6 κατισχύσατε οὐ̃ν σφόδρα φυλάσσειν καὶ ποιει̃ν πάντα τὰ γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου Μωυση̃ ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα |
7 ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταυ̃τα καὶ τὰ ὀνόματα τω̃ν θεω̃ν αὐτω̃ν οὐκ ὀνομασθήσεται ἐν ὑμι̃ν οὐδὲ μὴ προσκυνήσητε αὐτοι̃ς οὐδὲ μὴ λατρεύσητε αὐτοι̃ς |
8 ἀλλὰ κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν προσκολληθήσεσθε καθάπερ ἐποιήσατε ἕως τη̃ς ἡμέρας ταύτης |
9 καὶ ἐξωλέθρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμω̃ν ἔθνη μεγάλα καὶ ἰσχυρά καὶ ὑμι̃ν οὐθεὶς ἀντέστη κατενώπιον ὑμω̃ν ἕως τη̃ς ἡμέρας ταύτης |
10 εἱ̃ς ὑμω̃ν ἐδίωξεν χιλίους ὅτι κύριος ὁ θεὸς ὑμω̃ν ἐξεπολέμει ὑμι̃ν καθάπερ εἰ̃πεν ὑμι̃ν |
11 καὶ φυλάξασθε σφόδρα του̃ ἀγαπα̃ν κύριον τὸν θεὸν ὑμω̃ν |
12 ἐὰν γὰρ ἀποστραφη̃τε καὶ προσθη̃σθε τοι̃ς ὑπολειφθει̃σιν ἔθνεσιν τούτοις τοι̃ς μεθ' ὑμω̃ν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγη̃τε αὐτοι̃ς καὶ αὐτοὶ ὑμι̃ν |
13 γινώσκετε ὅτι οὐ μὴ προσθη̨̃ κύριος του̃ ἐξολεθρευ̃σαι τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ται̃ς πτέρναις ὑμω̃ν καὶ εἰς βολίδας ἐν τοι̃ς ὀφθαλμοι̃ς ὑμω̃ν ἕως ἂν ἀπόλησθε ἀπὸ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ταύτης ἣν ἔδωκεν ὑμι̃ν κύριος ὁ θεὸς ὑμω̃ν |
14 ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τη̃ς γη̃ς καὶ γνώσεσθε τη̨̃ καρδία̨ ὑμω̃ν καὶ τη̨̃ ψυχη̨̃ ὑμω̃ν διότι οὐ διέπεσεν εἱ̃ς λόγος ἀπὸ πάντων τω̃ν λόγων ὡ̃ν εἰ̃πεν κύριος ὁ θεὸς ὑμω̃ν πρὸς πάντα τὰ ἀνήκοντα ὑμι̃ν οὐ διεφώνησεν ἐξ αὐτω̃ν |
15 καὶ ἔσται ὃν τρόπον ἥκει ἐφ' ὑμα̃ς πάντα τὰ ῥήματα τὰ καλά ἃ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς οὕτως ἐπάξει κύριος ὁ θεὸς ἐφ' ὑμα̃ς πάντα τὰ ῥήματα τὰ πονηρά ἕως ἂν ἐξολεθρεύση̨ ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ταύτης ἡ̃ς ἔδωκεν κύριος ὑμι̃ν |
16 ἐν τω̨̃ παραβη̃ναι ὑμα̃ς τὴν διαθήκην κυρίου του̃ θεου̃ ὑμω̃ν ἣν ἐνετείλατο ὑμι̃ν καὶ πορευθέντες λατρεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.