Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

IHSOUS NAUH, κεφαλίς 21

1 καὶ προσήλθοσαν οἱ ἀρχιπατριω̃ται τω̃ν υἱω̃ν Λευι πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς 'Ιησου̃ν τὸν του̃ Ναυη καὶ πρὸς τοὺς ἀρχιφύλους πατριω̃ν ἐκ τω̃ν φυλω̃ν Ισραηλ
2 καὶ εἰ̃πον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γη̨̃ Χανααν λέγοντες ἐνετείλατο κύριος ἐν χειρὶ Μωυση̃ δου̃ναι ἡμι̃ν πόλεις κατοικει̃ν καὶ τὰ περισπόρια τοι̃ς κτήνεσιν ἡμω̃ν
3 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοι̃ς Λευίταις ἐν τω̨̃ κατακληρονομει̃ν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτω̃ν
4 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος τω̨̃ δήμω̨ Κααθ καὶ ἐγένετο τοι̃ς υἱοι̃ς Ααρων τοι̃ς ἱερευ̃σιν τοι̃ς Λευίταις ἀπὸ φυλη̃ς Ιουδα καὶ ἀπὸ φυλη̃ς Συμεων καὶ ἀπὸ φυλη̃ς Βενιαμιν κληρωτὶ πόλεις δέκα τρει̃ς
5 καὶ τοι̃ς υἱοι̃ς Κααθ τοι̃ς καταλελειμμένοις ἐκ τη̃ς φυλη̃ς Εφραιμ καὶ ἐκ τη̃ς φυλη̃ς Δαν καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση κληρωτὶ πόλεις δέκα
6 καὶ τοι̃ς υἱοι̃ς Γεδσων ἀπὸ τη̃ς φυλη̃ς Ισσαχαρ καὶ ἀπὸ τη̃ς φυλη̃ς Ασηρ καὶ ἀπὸ τη̃ς φυλη̃ς Νεφθαλι καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση ἐν τω̨̃ Βασαν πόλεις δέκα τρει̃ς
7 καὶ τοι̃ς υἱοι̃ς Μεραρι κατὰ δήμους αὐτω̃ν ἀπὸ φυλη̃ς Ρουβην καὶ ἀπὸ φυλη̃ς Γαδ καὶ ἀπὸ φυλη̃ς Ζαβουλων κληρωτὶ πόλεις δώδεκα
8 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοι̃ς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτω̃ν ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ κληρωτί
9 καὶ ἔδωκεν ἡ φυλὴ υἱω̃ν Ιουδα καὶ ἡ φυλὴ υἱω̃ν Συμεων καὶ ἀπὸ τη̃ς φυλη̃ς υἱω̃ν Βενιαμιν τὰς πόλεις καὶ ἐπεκλήθησαν
10 τοι̃ς υἱοι̃ς Ααρων ἀπὸ του̃ δήμου του̃ Κααθ τω̃ν υἱω̃ν Λευι ὅτι τούτοις ἐγενήθη ὁ κλη̃ρος
11 καὶ ἔδωκεν αὐτοι̃ς τὴν Καριαθαρβοκ μητρόπολιν τω̃ν Ενακ αὕτη ἐστὶν Χεβρων ἐν τω̨̃ ὄρει Ιουδα τὰ δὲ περισπόρια κύκλω̨ αὐτη̃ς
12 καὶ τοὺς ἀγροὺς τη̃ς πόλεως καὶ τὰς κώμας αὐτη̃ς ἔδωκεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Χαλεβ υἱου̃ Ιεφοννη ἐν κατασχέσει
13 καὶ τοι̃ς υἱοι̃ς Ααρων τὴν πόλιν φυγαδευτήριον τω̨̃ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτη̨̃ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτη̨̃
14 καὶ τὴν Αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Τεμα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃
15 καὶ τὴν Γελλα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃
16 καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις ἐννέα παρὰ τω̃ν δύο φυλω̃ν τούτων
17 καὶ παρὰ τη̃ς φυλη̃ς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃
18 καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες
19 πα̃σαι αἱ πόλεις υἱω̃ν Ααρων τω̃ν ἱερέων δέκα τρει̃ς
20 καὶ τοι̃ς δήμοις υἱοι̃ς Κααθ τοι̃ς Λευίταις τοι̃ς καταλελειμμένοις ἀπὸ τω̃ν υἱω̃ν Κααθ καὶ ἐγενήθη πόλις τω̃ν ὁρίων αὐτω̃ν ἀπὸ φυλη̃ς Εφραιμ
21 καὶ ἔδωκαν αὐτοι̃ς τὴν πόλιν του̃ φυγαδευτηρίου τὴν του̃ φονεύσαντος τὴν Συχεμ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτη̨̃
22 καὶ τὴν Καβσαϊμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτη̨̃ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες
23 καὶ ἐκ τη̃ς φυλη̃ς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτη̨̃
24 καὶ Αιλων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες
25 καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση τὴν Ταναχ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις δύο
26 πα̃σαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐται̃ς τοι̃ς δήμοις υἱω̃ν Κααθ τοι̃ς ὑπολελειμμένοις
27 καὶ τοι̃ς υἱοι̃ς Γεδσων τοι̃ς Λευίταις ἐκ του̃ ἡμίσους φυλη̃ς Μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοι̃ς φονεύσασι τὴν Γαυλων ἐν τη̨̃ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις δύο
28 καὶ ἐκ τη̃ς φυλη̃ς Ισσαχαρ τὴν Κισων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Δεββα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃
29 καὶ τὴν Ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες
30 καὶ ἐκ τη̃ς φυλη̃ς Ασηρ τὴν Βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Δαββων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃
31 καὶ Χελκατ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Ρααβ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες
32 καὶ ἐκ τη̃ς φυλη̃ς Νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τω̨̃ φονεύσαντι τὴν Καδες ἐν τη̨̃ Γαλιλαία̨ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Θεμμων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τρει̃ς
33 πα̃σαι αἱ πόλεις του̃ Γεδσων κατὰ δήμους αὐτω̃ν πόλεις δέκα τρει̃ς
34 καὶ τω̨̃ δήμω̨ υἱω̃ν Μεραρι τοι̃ς Λευίταις τοι̃ς λοιποι̃ς ἐκ τη̃ς φυλη̃ς υἱω̃ν Ζαβουλων τὴν Μααν καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Καδης καὶ τὰ περισπόρια αὐτη̃ς
35 καὶ Δεμνα καὶ τὰ περισπόρια αὐτη̃ς καὶ Σελλα καὶ τὰ περισπόρια αὐτη̃ς πόλεις τέσσαρες
36 καὶ πέραν του̃ Ιορδάνου του̃ κατὰ Ιεριχω ἐκ τη̃ς φυλη̃ς Ρουβην τὴν πόλιν τὸ φυγαδευτήριον του̃ φονεύσαντος τὴν Βοσορ ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Μισωρ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτη̃ς
37 καὶ τὴν Δεκμων καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Μαφα καὶ τὰ περισπόρια αὐτη̃ς πόλεις τέσσαρες
38 καὶ ἀπὸ τη̃ς φυλη̃ς Γαδ τὴν πόλιν τὸ φυγαδευτήριον του̃ φονεύσαντος τὴν Ραμωθ ἐν τη̨̃ Γαλααδ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Καμιν καὶ τὰ περισπόρια αὐτη̃ς
39 καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτη̃ς αἱ πα̃σαι πόλεις τέσσαρες
40 πα̃σαι πόλεις τοι̃ς υἱοι̃ς Μεραρι κατὰ δήμους αὐτω̃ν τω̃ν καταλελειμμένων ἀπὸ τη̃ς φυλη̃ς Λευι καὶ ἐγενήθη τὰ ὅρια πόλεις δέκα δύο
41 πα̃σαι αἱ πόλεις τω̃ν Λευιτω̃ν ἐν μέσω̨ κατασχέσεως υἱω̃ν Ισραηλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτω̃ν
42 κύκλω̨ τω̃ν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλω̨ τη̃ς πόλεως πάσαις ται̃ς πόλεσιν ταύταις
43 καὶ ἔδωκεν κύριος τω̨̃ Ισραηλ πα̃σαν τὴν γη̃ν ἣν ὤμοσεν δου̃ναι τοι̃ς πατράσιν αὐτω̃ν καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατώ̨κησαν ἐν αὐτη̨̃
44 καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν καθότι ὤμοσεν τοι̃ς πατράσιν αὐτω̃ν οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτω̃ν ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν αὐτω̃ν πάντας τοὺς ἐχθροὺς αὐτω̃ν παρέδωκεν κύριος εἰς τὰς χει̃ρας αὐτω̃ν
45 οὐ διέπεσεν ἀπὸ πάντων τω̃ν ῥημάτων τω̃ν καλω̃ν ὡ̃ν ἐλάλησεν κύριος τοι̃ς υἱοι̃ς Ισραηλ πάντα παρεγένετο
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.