Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

IHSOUS NAUH, κεφαλίς 2

1 καὶ ἀπέστειλεν 'Ιησου̃ς υἱὸς Ναυη ἐκ Σαττιν δύο νεανίσκους κατασκοπευ̃σαι λέγων ἀνάβητε καὶ ἴδετε τὴν γη̃ν καὶ τὴν Ιεριχω καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ἡ̨̃ ὄνομα Ρααβ καὶ κατέλυσαν ἐκει̃
2 καὶ ἀπηγγέλη τω̨̃ βασιλει̃ Ιεριχω λέγοντες εἰσπεπόρευνται ὡ̃δε ἄνδρες τω̃ν υἱω̃ν Ισραηλ κατασκοπευ̃σαι τὴν γη̃ν
3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ιεριχω καὶ εἰ̃πεν πρὸς Ρααβ λέγων ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα κατασκοπευ̃σαι γὰρ τὴν γη̃ν ἥκασιν
4 καὶ λαβου̃σα ἡ γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἰ̃πεν αὐτοι̃ς λέγουσα εἰσεληλύθασιν πρός με οἱ ἄνδρες
5 ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τω̨̃ σκότει καὶ οἱ ἄνδρες ἐξη̃λθον οὐκ ἐπίσταμαι που̃ πεπόρευνται καταδιώξατε ὀπίσω αὐτω̃ν εἰ καταλήμψεσθε αὐτούς
6 αὐτὴ δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δω̃μα καὶ ἔκρυψεν αὐτοὺς ἐν τη̨̃ λινοκαλάμη̨ τη̨̃ ἐστοιβασμένη̨ αὐτη̨̃ ἐπὶ του̃ δώματος
7 καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτω̃ν ὁδὸν τὴν ἐπὶ του̃ Ιορδάνου ἐπὶ τὰς διαβάσεις καὶ ἡ πύλη ἐκλείσθη καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτω̃ν
8 καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθη̃ναι αὐτούς καὶ αὐτὴ ἀνέβη ἐπὶ τὸ δω̃μα πρὸς αὐτοὺς
9 καὶ εἰ̃πεν πρὸς αὐτούς ἐπίσταμαι ὅτι δέδωκεν ὑμι̃ν κύριος τὴν γη̃ν ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμω̃ν ἐφ' ἡμα̃ς
10 ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμω̃ν ὅτε ἐξεπορεύεσθε ἐκ γη̃ς Αἰγύπτου καὶ ὅσα ἐποίησεν τοι̃ς δυσὶ βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου τω̨̃ Σηων καὶ Ωγ οὓς ἐξωλεθρεύσατε αὐτούς
11 καὶ ἀκούσαντες ἡμει̃ς ἐξέστημεν τη̨̃ καρδία̨ ἡμω̃ν καὶ οὐκ ἔστη ἔτι πνευ̃μα ἐν οὐδενὶ ἡμω̃ν ἀπὸ προσώπου ὑμω̃ν ὅτι κύριος ὁ θεὸς ὑμω̃ν θεὸς ἐν οὐρανω̨̃ ἄνω καὶ ἐπὶ τη̃ς γη̃ς κάτω
12 καὶ νυ̃ν ὀμόσατέ μοι κύριον τὸν θεόν ὅτι ποιω̃ ὑμι̃ν ἔλεος καὶ ποιήσετε καὶ ὑμει̃ς ἔλεος ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου
13 καὶ ζωγρήσετε τὸν οἰ̃κον του̃ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἰ̃κόν μου καὶ πάντα ὅσα ἐστὶν αὐτοι̃ς καὶ ἐξελει̃σθε τὴν ψυχήν μου ἐκ θανάτου
14 καὶ εἰ̃παν αὐτη̨̃ οἱ ἄνδρες ἡ ψυχὴ ἡμω̃ν ἀνθ' ὑμω̃ν εἰς θάνατον καὶ αὐτὴ εἰ̃πεν ὡς ἂν παραδω̨̃ κύριος ὑμι̃ν τὴν πόλιν ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν
15 καὶ κατεχάλασεν αὐτοὺς διὰ τη̃ς θυρίδος
16 καὶ εἰ̃πεν αὐτοι̃ς εἰς τὴν ὀρεινὴν ἀπέλθετε μὴ συναντήσωσιν ὑμι̃ν οἱ καταδιώκοντες καὶ κρυβήσεσθε ἐκει̃ τρει̃ς ἡμέρας ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμω̃ν καὶ μετὰ ταυ̃τα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμω̃ν
17 καὶ εἰ̃παν οἱ ἄνδρες πρὸς αὐτήν ἀθω̨̃οί ἐσμεν τω̨̃ ὅρκω̨ σου τούτω̨
18 ἰδοὺ ἡμει̃ς εἰσπορευόμεθα εἰς μέρος τη̃ς πόλεως καὶ θήσεις τὸ σημει̃ον τὸ σπαρτίον τὸ κόκκινον του̃το ἐκδήσεις εἰς τὴν θυρίδα δι' ἡ̃ς κατεβίβασας ἡμα̃ς δι' αὐτη̃ς τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἰ̃κον του̃ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου
19 καὶ ἔσται πα̃ς ὃς ἂν ἐξέλθη̨ τὴν θύραν τη̃ς οἰκίας σου ἔξω ἔνοχος ἑαυτω̨̃ ἔσται ἡμει̃ς δὲ ἀθω̨̃οι τω̨̃ ὅρκω̨ σου τούτω̨ καὶ ὅσοι ἐὰν γένωνται μετὰ σου̃ ἐν τη̨̃ οἰκία̨ σου ἡμει̃ς ἔνοχοι ἐσόμεθα
20 ἐὰν δέ τις ἡμα̃ς ἀδικήση̨ ἢ καὶ ἀποκαλύψη̨ τοὺς λόγους ἡμω̃ν τούτους ἐσόμεθα ἀθω̨̃οι τω̨̃ ὅρκω̨ σου τούτω̨
21 καὶ εἰ̃πεν αὐτοι̃ς κατὰ τὸ ῥη̃μα ὑμω̃ν οὕτως ἔστω καὶ ἐξαπέστειλεν αὐτούς
22 καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκει̃ τρει̃ς ἡμέρας καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν
23 καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ του̃ ὄρους καὶ διέβησαν πρὸς 'Ιησου̃ν υἱὸν Ναυη καὶ διηγήσαντο αὐτω̨̃ πάντα τὰ συμβεβηκότα αὐτοι̃ς
24 καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν ὅτι παρέδωκεν κύριος πα̃σαν τὴν γη̃ν ἐν χειρὶ ἡμω̃ν καὶ κατέπτηκεν πα̃ς ὁ κατοικω̃ν τὴν γη̃ν ἐκείνην ἀφ' ἡμω̃ν

IHSOUS NAUH, κεφαλίς 3

1 καὶ ὤρθρισεν 'Ιησου̃ς τὸ πρωί καὶ ἀπη̃ραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως του̃ Ιορδάνου καὶ κατέλυσαν ἐκει̃ πρὸ του̃ διαβη̃ναι
2 καὶ ἐγένετο μετὰ τρει̃ς ἡμέρας διη̃λθον οἱ γραμματει̃ς διὰ τη̃ς παρεμβολη̃ς
3 καὶ ἐνετείλαντο τω̨̃ λαω̨̃ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου του̃ θεου̃ ἡμω̃ν καὶ τοὺς ἱερει̃ς ἡμω̃ν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν ἀπαρει̃τε ἀπὸ τω̃ν τόπων ὑμω̃ν καὶ πορεύεσθε ὀπίσω αὐτη̃ς
4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμω̃ν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτη̨̃ ἵν' ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας
5 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ λαω̨̃ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμι̃ν κύριος θαυμαστά
6 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς ἱερευ̃σιν ἄρατε τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ προπορεύεσθε του̃ λαου̃ καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν του̃ λαου̃
7 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἄρχομαι ὑψω̃σαί σε κατενώπιον πάντων υἱω̃ν Ισραηλ ἵνα γνω̃σιν καθότι ἤμην μετὰ Μωυση̃ οὕτως ἔσομαι καὶ μετὰ σου̃
8 καὶ νυ̃ν ἔντειλαι τοι̃ς ἱερευ̃σιν τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους του̃ ὕδατος του̃ Ιορδάνου καὶ ἐν τω̨̃ Ιορδάνη̨ στήσεσθε
9 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ προσαγάγετε ὡ̃δε καὶ ἀκούσατε τὸ ῥη̃μα κυρίου του̃ θεου̃ ἡμω̃ν
10 ἐν τούτω̨ γνώσεσθε ὅτι θεὸς ζω̃ν ἐν ὑμι̃ν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμω̃ν τὸν Χαναναι̃ον καὶ τὸν Χετται̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ευαι̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Γεργεσαι̃ον καὶ τὸν Ιεβουσαι̃ον
11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τη̃ς γη̃ς διαβαίνει τὸν Ιορδάνην
12 προχειρίσασθε ὑμι̃ν δώδεκα ἄνδρας ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἕνα ἀφ' ἑκάστης φυλη̃ς
13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου πάσης τη̃ς γη̃ς ἐν τω̨̃ ὕδατι του̃ Ιορδάνου τὸ ὕδωρ του̃ Ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαι̃νον στήσεται
14 καὶ ἀπη̃ρεν ὁ λαὸς ἐκ τω̃ν σκηνωμάτων αὐτω̃ν διαβη̃ναι τὸν Ιορδάνην οἱ δὲ ἱερει̃ς ἤροσαν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου πρότεροι του̃ λαου̃
15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος του̃ ὕδατος του̃ Ιορδάνου ὁ δὲ Ιορδάνης ἐπλήρου καθ' ὅλην τὴν κρηπι̃δα αὐτου̃ ὡσεὶ ἡμέραι θερισμου̃ πυρω̃ν
16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πη̃γμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρω̃ς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαι̃νον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω
17 καὶ ἔστησαν οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐπὶ ξηρα̃ς ἐν μέσω̨ του̃ Ιορδάνου καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρα̃ς ἕως συνετέλεσεν πα̃ς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην

IHSOUS NAUH, κεφαλίς 4

1 καὶ ἐπεὶ συνετέλεσεν πα̃ς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων
2 παραλαβὼν ἄνδρας ἀπὸ του̃ λαου̃ ἕνα ἀφ' ἑκάστης φυλη̃ς
3 σύνταξον αὐτοι̃ς λέγων ἀνέλεσθε ἐκ μέσου του̃ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμι̃ν αὐτοι̃ς θέτε αὐτοὺς ἐν τη̨̃ στρατοπεδεία̨ ὑμω̃ν οὑ̃ ἐὰν παρεμβάλητε ἐκει̃ τὴν νύκτα
4 καὶ ἀνακαλεσάμενος 'Ιησου̃ς δώδεκα ἄνδρας τω̃ν ἐνδόξων ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἕνα ἀφ' ἑκάστης φυλη̃ς
5 εἰ̃πεν αὐτοι̃ς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον του̃ Ιορδάνου καὶ ἀνελόμενος ἐκει̃θεν ἕκαστος λίθον ἀράτω ἐπὶ τω̃ν ὤμων αὐτου̃ κατὰ τὸν ἀριθμὸν τω̃ν δώδεκα φυλω̃ν του̃ Ισραηλ
6 ἵνα ὑπάρχωσιν ὑμι̃ν οὑ̃τοι εἰς σημει̃ον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτα̨̃ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὑ̃τοι ὑμι̃ν
7 καὶ σὺ δηλώσεις τω̨̃ υἱω̨̃ σου λέγων ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτου̃ διαθήκης κυρίου πάσης τη̃ς γη̃ς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὑ̃τοι ὑμι̃ν μνημόσυνον τοι̃ς υἱοι̃ς Ισραηλ ἕως του̃ αἰω̃νος
8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τω̨̃ 'Ιησοι̃ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου του̃ Ιορδάνου καθάπερ συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃ ἐν τη̨̃ συντελεία̨ τη̃ς διαβάσεως τω̃ν υἱω̃ν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοι̃ς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκει̃
9 ἔστησεν δὲ 'Ιησου̃ς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτω̨̃ τω̨̃ Ιορδάνη̨ ἐν τω̨̃ γενομένω̨ τόπω̨ ὑπὸ τοὺς πόδας τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καί εἰσιν ἐκει̃ ἕως τη̃ς σήμερον ἡμέρας
10 εἱστήκεισαν δὲ οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐν τω̨̃ Ιορδάνη̨ ἕως οὑ̃ συνετέλεσεν 'Ιησου̃ς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγει̃λαι τω̨̃ λαω̨̃ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν
11 καὶ ἐγένετο ὡς συνετέλεσεν πα̃ς ὁ λαὸς διαβη̃ναι καὶ διέβη ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτω̃ν
12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλη̃ς Μανασση διεσκευασμένοι ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοι̃ς Μωυση̃ς
13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν
14 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ηὔξησεν κύριος τὸν 'Ιησου̃ν ἐναντίον παντὸς του̃ γένους Ισραηλ καὶ ἐφοβου̃ντο αὐτὸν ὥσπερ Μωυση̃ν ὅσον χρόνον ἔζη
15 καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων
16 ἔντειλαι τοι̃ς ἱερευ̃σιν τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης του̃ μαρτυρίου κυρίου ἐκβη̃ναι ἐκ του̃ Ιορδάνου
17 καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς ἱερευ̃σιν λέγων ἔκβητε ἐκ του̃ Ιορδάνου
18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐκ του̃ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τη̃ς γη̃ς ὥρμησεν τὸ ὕδωρ του̃ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τη̃ς κρηπι̃δος
19 καὶ ὁ λαὸς ἀνέβη ἐκ του̃ Ιορδάνου δεκάτη̨ του̃ μηνὸς του̃ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τη̃ς Ιεριχω
20 καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ του̃ Ιορδάνου ἔστησεν 'Ιησου̃ς ἐν Γαλγαλοις
21 λέγων ὅταν ἐρωτω̃σιν ὑμα̃ς οἱ υἱοὶ ὑμω̃ν λέγοντες τί εἰσιν οἱ λίθοι οὑ̃τοι
22 ἀναγγείλατε τοι̃ς υἱοι̃ς ὑμω̃ν ὅτι ἐπὶ ξηρα̃ς διέβη Ισραηλ τὸν Ιορδάνην
23 ἀποξηράναντος κυρίου του̃ θεου̃ ἡμω̃ν τὸ ὕδωρ του̃ Ιορδάνου ἐκ του̃ ἔμπροσθεν αὐτω̃ν μέχρι οὑ̃ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμω̃ν ἔμπροσθεν ἡμω̃ν ἕως παρήλθομεν
24 ὅπως γνω̃σιν πάντα τὰ ἔθνη τη̃ς γη̃ς ὅτι ἡ δύναμις του̃ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμει̃ς σέβησθε κύριον τὸν θεὸν ὑμω̃ν ἐν παντὶ χρόνω̨

IHSOUS NAUH, κεφαλίς 5

1 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου καὶ οἱ βασιλει̃ς τη̃ς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν Ιορδάνην ποταμὸν ἐκ τω̃ν ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ διαβαίνειν αὐτούς καὶ ἐτάκησαν αὐτω̃ν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἠ̃ν ἐν αὐτοι̃ς φρόνησις οὐδεμία ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ
2 ὑπὸ δὲ του̃τον τὸν καιρὸν εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ ποίησον σεαυτω̨̃ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ισραηλ
3 καὶ ἐποίησεν 'Ιησου̃ς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐπὶ του̃ καλουμένου τόπου Βουνὸς τω̃ν ἀκροβυστιω̃ν
4 ὃν δὲ τρόπον περιεκάθαρεν 'Ιησου̃ς τοὺς υἱοὺς Ισραηλ ὅσοι ποτὲ ἐγένοντο ἐν τη̨̃ ὁδω̨̃ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἠ̃σαν τω̃ν ἐξεληλυθότων ἐξ Αἰγύπτου
5 πάντας τούτους περιέτεμεν 'Ιησου̃ς
6 τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Μαδβαρίτιδι διὸ ἀπερίτμητοι ἠ̃σαν οἱ πλει̃στοι αὐτω̃ν τω̃ν μαχίμων τω̃ν ἐξεληλυθότων ἐκ γη̃ς Αἰγύπτου οἱ ἀπειθήσαντες τω̃ν ἐντολω̃ν του̃ θεου̃ οἱ̃ς καὶ διώρισεν μὴ ἰδει̃ν αὐτοὺς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι ἡμι̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι
7 ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτω̃ν οὓς 'Ιησου̃ς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενη̃σθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους
8 περιτμηθέντες δὲ ἡσυχίαν εἰ̃χον αὐτόθι καθήμενοι ἐν τη̨̃ παρεμβολη̨̃ ἕως ὑγιάσθησαν
9 καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ υἱω̨̃ Ναυη ἐν τη̨̃ σήμερον ἡμέρα̨ ἀφει̃λον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμω̃ν καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Γαλγαλα
10 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμω̃ν Ιεριχω ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν τω̨̃ πεδίω̨
11 καὶ ἐφάγοσαν ἀπὸ του̃ σίτου τη̃ς γη̃ς ἄζυμα καὶ νέα ἐν ταύτη̨ τη̨̃ ἡμέρα̨
12 ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ του̃ σίτου τη̃ς γη̃ς καὶ οὐκέτι ὑπη̃ρχεν τοι̃ς υἱοι̃ς Ισραηλ μαννα ἐκαρπίσαντο δὲ τὴν χώραν τω̃ν Φοινίκων ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨
13 καὶ ἐγένετο ὡς ἠ̃ν 'Ιησου̃ς ἐν Ιεριχω καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτου̃ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ προσελθὼν 'Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἡμέτερος εἰ̃ ἢ τω̃ν ὑπεναντίων
14 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα καὶ 'Ιησου̃ς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ εἰ̃πεν αὐτω̨̃ δέσποτα τί προστάσσεις τω̨̃ σω̨̃ οἰκέτη̨
15 καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς 'Ιησου̃ν λυ̃σαι τὸ ὑπόδημα ἐκ τω̃ν ποδω̃ν σου ὁ γὰρ τόπος ἐφ' ὡ̨̃ σὺ ἕστηκας ἅγιός ἐστιν

IHSOUS NAUH, κεφαλίς 6

1 καὶ Ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτη̃ς οὐδὲ εἰσεπορεύετο
2 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς τὸν ἐν αὐτη̨̃ δυνατοὺς ὄντας ἐν ἰσχύι
3 σὺ δὲ περίστησον αὐτη̨̃ τοὺς μαχίμους κύκλω̨
4 ...
5 καὶ ἔσται ὡς ἂν σαλπίσητε τη̨̃ σάλπιγγι ἀνακραγέτω πα̃ς ὁ λαὸς ἅμα καὶ ἀνακραγόντων αὐτω̃ν πεσει̃ται αὐτόματα τὰ τείχη τη̃ς πόλεως καὶ εἰσελεύσεται πα̃ς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν
6 καὶ εἰση̃λθεν 'Ιησου̃ς ὁ του̃ Ναυη πρὸς τοὺς ἱερει̃ς
7 καὶ εἰ̃πεν αὐτοι̃ς λέγων παραγγείλατε τω̨̃ λαω̨̃ περιελθει̃ν καὶ κυκλω̃σαι τὴν πόλιν καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου
8 καὶ ἑπτὰ ἱερει̃ς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον του̃ κυρίου καὶ σημαινέτωσαν εὐτόνως καὶ ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου ἐπακολουθείτω
9 οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερει̃ς οἱ οὐραγου̃ντες ὀπίσω τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες
10 τω̨̃ δὲ λαω̨̃ ἐνετείλατο 'Ιησου̃ς λέγων μὴ βοα̃τε μηδὲ ἀκουσάτω μηθεὶς ὑμω̃ν τὴν φωνήν ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλη̨ ἀναβοη̃σαι καὶ τότε ἀναβοήσετε
11 καὶ περιελθου̃σα ἡ κιβωτὸς τη̃ς διαθήκης του̃ θεου̃ τὴν πόλιν εὐθέως ἀπη̃λθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκει̃
12 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ ἀνέστη 'Ιησου̃ς τὸ πρωί καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου
13 καὶ οἱ ἑπτὰ ἱερει̃ς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου καὶ μετὰ ταυ̃τα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου καὶ οἱ ἱερει̃ς ἐσάλπισαν ται̃ς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν
14 καὶ ἀπη̃λθεν πάλιν εἰς τὴν παρεμβολήν οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας
15 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις
16 καὶ τη̨̃ περιόδω̨ τη̨̃ ἑβδόμη̨ ἐσάλπισαν οἱ ἱερει̃ς καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ κεκράξατε παρέδωκεν γὰρ κύριος ὑμι̃ν τὴν πόλιν
17 καὶ ἔσται ἡ πόλις ἀνάθεμα αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ κυρίω̨ σαβαωθ πλὴν Ρααβ τὴν πόρνην περιποιήσασθε αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τω̨̃ οἴκω̨ αὐτη̃ς
18 ἀλλὰ ὑμει̃ς φυλάξασθε σφόδρα ἀπὸ του̃ ἀναθέματος μήποτε ἐνθυμηθέντες ὑμει̃ς αὐτοὶ λάβητε ἀπὸ του̃ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τω̃ν υἱω̃ν Ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμα̃ς
19 καὶ πα̃ν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τω̨̃ κυρίω̨ εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται
20 καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν οἱ ἱερει̃ς ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τω̃ν σαλπίγγων ἠλάλαξεν πα̃ς ὁ λαὸς ἅμα ἀλαλαγμω̨̃ μεγάλω̨ καὶ ἰσχυρω̨̃ καὶ ἔπεσεν ἅπαν τὸ τει̃χος κύκλω̨ καὶ ἀνέβη πα̃ς ὁ λαὸς εἰς τὴν πόλιν
21 καὶ ἀνεθεμάτισεν αὐτὴν 'Ιησου̃ς καὶ ὅσα ἠ̃ν ἐν τη̨̃ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας
22 καὶ τοι̃ς δυσὶν νεανίσκοις τοι̃ς κατασκοπεύσασιν εἰ̃πεν 'Ιησου̃ς εἰσέλθατε εἰς τὴν οἰκίαν τη̃ς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκει̃θεν καὶ ὅσα ἐστὶν αὐτη̨̃
23 καὶ εἰση̃λθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τη̃ς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτη̃ς καὶ τὴν μητέρα αὐτη̃ς καὶ τοὺς ἀδελφοὺς αὐτη̃ς καὶ πάντα ὅσα ἠ̃ν αὐτη̨̃ καὶ πα̃σαν τὴν συγγένειαν αὐτη̃ς καὶ κατέστησαν αὐτὴν ἔξω τη̃ς παρεμβολη̃ς Ισραηλ
24 καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμω̨̃ σὺν πα̃σιν τοι̃ς ἐν αὐτη̨̃ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκου̃ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθη̃ναι
25 καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἰ̃κον τὸν πατρικὸν αὐτη̃ς ἐζώγρησεν 'Ιησου̃ς καὶ κατώ̨κησεν ἐν τω̨̃ Ισραηλ ἕως τη̃ς σήμερον ἡμέρας διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν 'Ιησου̃ς κατασκοπευ̃σαι τὴν Ιεριχω
26 καὶ ὥρκισεν 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τω̨̃ πρωτοτόκω̨ αὐτου̃ θεμελιώσει αὐτὴν καὶ ἐν τω̨̃ ἐλαχίστω̨ αὐτου̃ ἐπιστήσει τὰς πύλας αὐτη̃ς καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ ἐν τω̨̃ Αβιρων τω̨̃ πρωτοτόκω̨ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τω̨̃ ἐλαχίστω̨ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτη̃ς
27 καὶ ἠ̃ν κύριος μετὰ 'Ιησου̃ καὶ ἠ̃ν τὸ ὄνομα αὐτου̃ κατὰ πα̃σαν τὴν γη̃ν

IHSOUS NAUH, κεφαλίς 7

1 καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ του̃ ἀναθέματος καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱου̃ Ζαμβρι υἱου̃ Ζαρα ἐκ τη̃ς φυλη̃ς Ιουδα ἀπὸ του̃ ἀναθέματος καὶ ἐθυμώθη ὀργη̨̃ κύριος τοι̃ς υἱοι̃ς Ισραηλ
2 καὶ ἀπέστειλεν 'Ιησου̃ς ἄνδρας εἰς Γαι ἥ ἐστιν κατὰ Βαιθηλ λέγων κατασκέψασθε τὴν Γαι καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαι
3 καὶ ἀνέστρεψαν πρὸς 'Ιησου̃ν καὶ εἰ̃παν πρὸς αὐτόν μὴ ἀναβήτω πα̃ς ὁ λαός ἀλλ' ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν μὴ ἀναγάγη̨ς ἐκει̃ τὸν λαὸν πάντα ὀλίγοι γάρ εἰσιν
4 καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τω̃ν ἀνδρω̃ν Γαι
5 καὶ ἀπέκτειναν ἀπ' αὐτω̃ν ἄνδρες Γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τη̃ς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ του̃ καταφερου̃ς καὶ ἐπτοήθη ἡ καρδία του̃ λαου̃ καὶ ἐγένετο ὥσπερ ὕδωρ
6 καὶ διέρρηξεν 'Ιησου̃ς τὰ ἱμάτια αὐτου̃ καὶ ἔπεσεν 'Ιησου̃ς ἐπὶ τὴν γη̃ν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ ἐπεβάλοντο χου̃ν ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν
7 καὶ εἰ̃πεν 'Ιησου̃ς δέομαι κύριε ἵνα τί διεβίβασεν ὁ παι̃ς σου τὸν λαὸν του̃τον τὸν Ιορδάνην παραδου̃ναι αὐτὸν τω̨̃ Αμορραίω̨ ἀπολέσαι ἡμα̃ς καὶ εἰ κατεμείναμεν καὶ κατω̨κίσθημεν παρὰ τὸν Ιορδάνην
8 καὶ τί ἐρω̃ ἐπεὶ μετέβαλεν Ισραηλ αὐχένα ἀπέναντι του̃ ἐχθρου̃ αὐτου̃
9 καὶ ἀκούσας ὁ Χαναναι̃ος καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν περικυκλώσουσιν ἡμα̃ς καὶ ἐκτρίψουσιν ἡμα̃ς ἀπὸ τη̃ς γη̃ς καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα
10 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἀνάστηθι ἵνα τί του̃το σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου
11 ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς καὶ κλέψαντες ἀπὸ του̃ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτω̃ν
12 οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστη̃ναι κατὰ πρόσωπον τω̃ν ἐχθρω̃ν αὐτω̃ν αὐχένα ἐπιστρέψουσιν ἔναντι τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἰ̃ναι μεθ' ὑμω̃ν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμω̃ν αὐτω̃ν
13 ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθη̃ναι εἰς αὔριον τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ τὸ ἀνάθεμα ἐν ὑμι̃ν ἐστιν οὐ δυνήσεσθε ἀντιστη̃ναι ἀπέναντι τω̃ν ἐχθρω̃ν ὑμω̃ν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμω̃ν
14 καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς καὶ ἔσται ἡ φυλή ἣν ἂν δείξη̨ κύριος προσάξετε κατὰ δήμους καὶ τὸν δη̃μον ὃν ἐὰν δείξη̨ κύριος προσάξετε κατ' οἰ̃κον καὶ τὸν οἰ̃κον ὃν ἐὰν δείξη̨ κύριος προσάξετε κατ' ἄνδρα
15 καὶ ὃς ἂν ἐνδειχθη̨̃ κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα ὅσα ἐστὶν αὐτω̨̃ ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ισραηλ
16 καὶ ὤρθρισεν 'Ιησου̃ς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς καὶ ἐνεδείχθη ἡ φυλὴ Ιουδα
17 καὶ προσήχθη κατὰ δήμους καὶ ἐνεδείχθη δη̃μος ὁ Ζαραϊ καὶ προσήχθη κατὰ ἄνδρα
18 καὶ ἐνεδείχθη Αχαρ υἱὸς Ζαμβρι υἱου̃ Ζαρα
19 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ Αχαρ δὸς δόξαν σήμερον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψη̨ς ἀπ' ἐμου̃
20 καὶ ἀπεκρίθη Αχαρ τω̨̃ 'Ιησοι̃ καὶ εἰ̃πεν ἀληθω̃ς ἥμαρτον ἐναντίον κυρίου θεου̃ Ισραηλ οὕτως καὶ οὕτως ἐποίησα
21 εἰ̃δον ἐν τη̨̃ προνομη̨̃ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλω̃σσαν μίαν χρυση̃ν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτω̃ν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τη̨̃ γη̨̃ ἐν τη̨̃ σκηνη̨̃ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτω̃ν
22 καὶ ἀπέστειλεν 'Ιησου̃ς ἀγγέλους καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν καὶ ταυ̃τα ἠ̃ν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν καὶ τὸ ἀργύριον ὑποκάτω αὐτω̃ν
23 καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τη̃ς σκηνη̃ς καὶ ἤνεγκαν πρὸς 'Ιησου̃ν καὶ τοὺς πρεσβυτέρους Ισραηλ καὶ ἔθηκαν αὐτὰ ἔναντι κυρίου
24 καὶ ἔλαβεν 'Ιησου̃ς τὸν Αχαρ υἱὸν Ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Αχωρ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς θυγατέρας αὐτου̃ καὶ τοὺς μόσχους αὐτου̃ καὶ τὰ ὑποζύγια αὐτου̃ καὶ πάντα τὰ πρόβατα αὐτου̃ καὶ τὴν σκηνὴν αὐτου̃ καὶ πάντα τὰ ὑπάρχοντα αὐτου̃ καὶ πα̃ς ὁ λαὸς μετ' αὐτου̃ καὶ ἀνήγαγεν αὐτοὺς εἰς Εμεκαχωρ
25 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ Αχαρ τί ὠλέθρευσας ἡμα̃ς ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πα̃ς Ισραηλ
26 καὶ ἐπέστησαν αὐτω̨̃ σωρὸν λίθων μέγαν καὶ ἐπαύσατο κύριος του̃ θυμου̃ τη̃ς ὀργη̃ς διὰ του̃το ἐπωνόμασεν αὐτὸ Εμεκαχωρ ἕως τη̃ς ἡμέρας ταύτης

IHSOUS NAUH, κεφαλίς 8

1 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς μηδὲ δειλιάση̨ς λαβὲ μετὰ σου̃ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι ἰδοὺ δέδωκα εἰς τὰς χει̃ράς σου τὸν βασιλέα Γαι καὶ τὴν γη̃ν αὐτου̃
2 καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς καὶ τὴν προνομὴν τω̃ν κτηνω̃ν προνομεύσεις σεαυτω̨̃ κατάστησον δὲ σεαυτω̨̃ ἔνεδρα τη̨̃ πόλει εἰς τὰ ὀπίσω
3 καὶ ἀνέστη 'Ιησου̃ς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβη̃ναι εἰς Γαι ἐπέλεξεν δὲ 'Ιησου̃ς τριάκοντα χιλιάδας ἀνδρω̃ν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός
4 καὶ ἐνετείλατο αὐτοι̃ς λέγων ὑμει̃ς ἐνεδρεύσατε ὀπίσω τη̃ς πόλεως μὴ μακρὰν γίνεσθε ἀπὸ τη̃ς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι
5 καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμου̃ προσάξομεν πρὸς τὴν πόλιν καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικου̃ντες Γαι εἰς συνάντησιν ἡμι̃ν καθάπερ καὶ πρώ̨ην καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτω̃ν
6 καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμω̃ν ἀποσπάσομεν αὐτοὺς ἀπὸ τη̃ς πόλεως καὶ ἐρου̃σιν φεύγουσιν οὑ̃τοι ἀπὸ προσώπου ἡμω̃ν ὃν τρόπον καὶ ἔμπροσθεν
7 ὑμει̃ς δὲ ἐξαναστήσεσθε ἐκ τη̃ς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν
8 κατὰ τὸ ῥη̃μα του̃το ποιήσετε ἰδοὺ ἐντέταλμαι ὑμι̃ν
9 καὶ ἀπέστειλεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ θαλάσσης τη̃ς Γαι
10 καὶ ὀρθρίσας 'Ιησου̃ς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον του̃ λαου̃ ἐπὶ Γαι
11 καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτου̃ ἀνέβησαν καὶ πορευόμενοι ἠ̃λθον ἐξ ἐναντίας τη̃ς πόλεως ἀπ' ἀνατολω̃ν
12 καὶ τὰ ἔνεδρα τη̃ς πόλεως ἀπὸ θαλάσσης
13 ...
14 καὶ ἐγένετο ὡς εἰ̃δεν βασιλεὺς Γαι ἔσπευσεν καὶ ἐξη̃λθεν εἰς συνάντησιν αὐτοι̃ς ἐπ' εὐθείας εἰς τὸν πόλεμον αὐτὸς καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ αὐτὸς οὐκ ἤ̨δει ὅτι ἔνεδρα αὐτω̨̃ ἐστιν ὀπίσω τη̃ς πόλεως
15 καὶ εἰ̃δεν καὶ ἀνεχώρησεν 'Ιησου̃ς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτω̃ν
16 καὶ κατεδίωξαν ὀπίσω τω̃ν υἱω̃ν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τη̃ς πόλεως
17 οὐ κατελείφθη οὐθεὶς ἐν τη̨̃ Γαι ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ καὶ κατέλιπον τὴν πόλιν ἀνεω̨γμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ
18 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἔκτεινον τὴν χει̃ρά σου ἐν τω̨̃ γαίσω̨ τω̨̃ ἐν τη̨̃ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χει̃ράς σου παραδέδωκα αὐτήν καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ του̃ τόπου αὐτω̃ν καὶ ἐξέτεινεν 'Ιησου̃ς τὴν χει̃ρα αὐτου̃ τὸν γαι̃σον ἐπὶ τὴν πόλιν
19 καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ του̃ τόπου αὐτω̃ν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χει̃ρα καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί
20 καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτω̃ν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τη̃ς πόλεως εἰς τὸν οὐρανόν καὶ οὐκέτι εἰ̃χον που̃ φύγωσιν ὡ̃δε ἢ ὡ̃δε
21 καὶ 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ εἰ̃δον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τη̃ς πόλεως εἰς τὸν οὐρανόν καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τη̃ς Γαι
22 καὶ οὑ̃τοι ἐξήλθοσαν ἐκ τη̃ς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς οὑ̃τοι ἐντευ̃θεν καὶ οὑ̃τοι ἐντευ̃θεν καὶ ἐπάταξαν ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν σεσωσμένον καὶ διαπεφευγότα
23 καὶ τὸν βασιλέα τη̃ς Γαι συνέλαβον ζω̃ντα καὶ προσήγαγον αὐτὸν πρὸς 'Ιησου̃ν
24 καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τη̨̃ Γαι τοὺς ἐν τοι̃ς πεδίοις καὶ ἐν τω̨̃ ὄρει ἐπὶ τη̃ς καταβάσεως οὑ̃ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτη̃ς εἰς τέλος καὶ ἀπέστρεψεν 'Ιησου̃ς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας
25 καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες πάντας τοὺς κατοικου̃ντας Γαι
26 ...
27 πλὴν τω̃ν κτηνω̃ν καὶ τω̃ν σκύλων τω̃ν ἐν τη̨̃ πόλει πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃
28 καὶ ἐνεπύρισεν 'Ιησου̃ς τὴν πόλιν ἐν πυρί χω̃μα ἀοίκητον εἰς τὸν αἰω̃να ἔθηκεν αὐτὴν ἕως τη̃ς ἡμέρας ταύτης
29 καὶ τὸν βασιλέα τη̃ς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου καὶ ἠ̃ν ἐπὶ του̃ ξύλου ἕως ἑσπέρας καὶ ἐπιδύνοντος του̃ ἡλίου συνέταξεν 'Ιησου̃ς καὶ καθείλοσαν αὐτου̃ τὸ σω̃μα ἀπὸ του̃ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτω̨̃ σωρὸν λίθων ἕως τη̃ς ἡμέρας ταύτης

IHSOUS NAUH, κεφαλίς 9

1 ὡς δ' ἤκουσαν οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἱ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου οἱ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ οἱ ἐν τη̨̃ πεδινη̨̃ καὶ οἱ ἐν πάση̨ τη̨̃ παραλία̨ τη̃ς θαλάσσης τη̃ς μεγάλης καὶ οἱ πρὸς τω̨̃ 'Αντιλιβάνω̨ καὶ οἱ Χετται̃οι καὶ οἱ Χαναναι̃οι καὶ οἱ Φερεζαι̃οι καὶ οἱ Ευαι̃οι καὶ οἱ Αμορραι̃οι καὶ οἱ Γεργεσαι̃οι καὶ οἱ Ιεβουσαι̃οι
2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμη̃σαι 'Ιησου̃ν καὶ Ισραηλ ἅμα πάντες
3 καὶ οἱ κατοικου̃ντες Γαβαων ἤκουσαν πάντα ὅσα ἐποίησεν κύριος τη̨̃ Ιεριχω καὶ τη̨̃ Γαι
4 καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τω̃ν ὄνων αὐτω̃ν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους
5 καὶ τὰ κοι̃λα τω̃ν ὑποδημάτων αὐτω̃ν καὶ τὰ σανδάλια αὐτω̃ν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοι̃ς ποσὶν αὐτω̃ν καὶ τὰ ἱμάτια αὐτω̃ν πεπαλαιωμένα ἐπάνω αὐτω̃ν καὶ ὁ ἄρτος αὐτω̃ν του̃ ἐπισιτισμου̃ ξηρὸς καὶ εὐρωτιω̃ν καὶ βεβρωμένος
6 καὶ ἤλθοσαν πρὸς 'Ιησου̃ν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν καὶ Ισραηλ ἐκ γη̃ς μακρόθεν ἥκαμεν καὶ νυ̃ν διάθεσθε ἡμι̃ν διαθήκην
7 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραι̃ον ὅρα μὴ ἐν ἐμοὶ κατοικει̃ς καὶ πω̃ς σοι διαθω̃μαι διαθήκην
8 καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν οἰκέται σού ἐσμεν καὶ εἰ̃πεν πρὸς αὐτοὺς 'Ιησου̃ς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε
9 καὶ εἰ̃παν ἐκ γη̃ς μακρόθεν σφόδρα ἥκασιν οἱ παι̃δές σου ἐν ὀνόματι κυρίου του̃ θεου̃ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτου̃ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτω̨
10 καὶ ὅσα ἐποίησεν τοι̃ς βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου τω̨̃ Σηων βασιλει̃ Εσεβων καὶ τω̨̃ Ωγ βασιλει̃ τη̃ς Βασαν ὃς κατώ̨κει ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
11 καὶ ἀκούσαντες εἰ̃παν πρὸς ἡμα̃ς οἱ πρεσβύτεροι ἡμω̃ν καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν ἡμω̃ν λέγοντες λάβετε ἑαυτοι̃ς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτω̃ν καὶ ἐρει̃τε πρὸς αὐτούς οἰκέται σού ἐσμεν καὶ νυ̃ν διάθεσθε ἡμι̃ν διαθήκην
12 οὑ̃τοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμα̃ς νυ̃ν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι
13 καὶ οὑ̃τοι οἱ ἀσκοὶ του̃ οἴνου οὓς ἐπλήσαμεν καινούς καὶ οὑ̃τοι ἐρρώγασιν καὶ τὰ ἱμάτια ἡμω̃ν καὶ τὰ ὑποδήματα ἡμω̃ν πεπαλαίωται ἀπὸ τη̃ς πολλη̃ς ὁδου̃ σφόδρα
14 καὶ ἔλαβον οἱ ἄρχοντες του̃ ἐπισιτισμου̃ αὐτω̃ν καὶ κύριον οὐκ ἐπηρώτησαν
15 καὶ ἐποίησεν 'Ιησου̃ς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην του̃ διασω̃σαι αὐτούς καὶ ὤμοσαν αὐτοι̃ς οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς
16 καὶ ἐγένετο μετὰ τρει̃ς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτω̃ν εἰσιν καὶ ὅτι ἐν αὐτοι̃ς κατοικου̃σιν
17 καὶ ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ ἠ̃λθον εἰς τὰς πόλεις αὐτω̃ν αἱ δὲ πόλεις αὐτω̃ν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν
18 καὶ οὐκ ἐμαχέσαντο αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοι̃ς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πα̃σα ἡ συναγωγὴ ἐπὶ τοι̃ς ἄρχουσιν
19 καὶ εἰ̃παν οἱ ἄρχοντες πάση̨ τη̨̃ συναγωγη̨̃ ἡμει̃ς ὠμόσαμεν αὐτοι̃ς κύριον τὸν θεὸν Ισραηλ καὶ νυ̃ν οὐ δυνησόμεθα ἅψασθαι αὐτω̃ν
20 του̃το ποιήσομεν ζωγρη̃σαι αὐτούς καὶ περιποιησόμεθα αὐτούς καὶ οὐκ ἔσται καθ' ἡμω̃ν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοι̃ς
21 ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάση̨ τη̨̃ συναγωγη̨̃ καθάπερ εἰ̃παν αὐτοι̃ς οἱ ἄρχοντες
22 καὶ συνεκάλεσεν αὐτοὺς 'Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς διὰ τί παρελογίσασθέ με λέγοντες μακρὰν ἀπὸ σου̃ ἐσμεν σφόδρα ὑμει̃ς δὲ ἐγχώριοί ἐστε τω̃ν κατοικούντων ἐν ἡμι̃ν
23 καὶ νυ̃ν ἐπικατάρατοί ἐστε οὐ μὴ ἐκλίπη̨ ἐξ ὑμω̃ν δου̃λος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τω̨̃ θεω̨̃ μου
24 καὶ ἀπεκρίθησαν τω̨̃ 'Ιησοι̃ λέγοντες ἀνηγγέλη ἡμι̃ν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυση̨̃ τω̨̃ παιδὶ αὐτου̃ δου̃ναι ὑμι̃ν τὴν γη̃ν ταύτην καὶ ἐξολεθρευ̃σαι ἡμα̃ς καὶ πάντας τοὺς κατοικου̃ντας ἐπ' αὐτη̃ς ἀπὸ προσώπου ὑμω̃ν καὶ ἐφοβήθημεν σφόδρα περὶ τω̃ν ψυχω̃ν ἡμω̃ν ἀπὸ προσώπου ὑμω̃ν καὶ ἐποιήσαμεν τὸ πρα̃γμα του̃το
25 καὶ νυ̃ν ἰδοὺ ἡμει̃ς ὑποχείριοι ὑμι̃ν ὡς ἀρέσκει ὑμι̃ν καὶ ὡς δοκει̃ ὑμι̃ν ποιήσατε ἡμι̃ν
26 καὶ ἐποίησαν αὐτοι̃ς οὕτως καὶ ἐξείλατο αὐτοὺς 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ χειρω̃ν υἱω̃ν Ισραηλ καὶ οὐκ ἀνει̃λον αὐτούς
27 καὶ κατέστησεν αὐτοὺς 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ξυλοκόπους καὶ ὑδροφόρους πάση̨ τη̨̃ συναγωγη̨̃ καὶ τω̨̃ θυσιαστηρίω̨ του̃ θεου̃ διὰ του̃το ἐγένοντο οἱ κατοικου̃ντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι του̃ θυσιαστηρίου του̃ θεου̃ ἕως τη̃ς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.