1 καὶ ἐξη̃λθεν ὁ δεύτερος κλη̃ρος τω̃ν υἱω̃ν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτω̃ν ἀνὰ μέσον κλήρων υἱω̃ν Ιουδα |
2 καὶ ἐγενήθη ὁ κλη̃ρος αὐτω̃ν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ |
3 καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ |
4 καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα |
5 καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν |
6 καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτω̃ν πόλεις δέκα τρει̃ς καὶ αἱ κω̃μαι αὐτω̃ν |
7 Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κω̃μαι αὐτω̃ν |
8 κύκλω̨ τω̃ν πόλεων αὐτω̃ν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Συμεων κατὰ δήμους αὐτω̃ν |
9 ἀπὸ του̃ κλήρου Ιουδα ἡ κληρονομία φυλη̃ς υἱω̃ν Συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱω̃ν Ιουδα μείζων τη̃ς αὐτω̃ν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσω̨ του̃ κλήρου αὐτω̃ν |
10 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ τρίτος τω̨̃ Ζαβουλων κατὰ δήμους αὐτω̃ν ἔσται τὰ ὅρια τη̃ς κληρονομίας αὐτω̃ν Εσεδεκ |
11 Γωλα ὅρια αὐτω̃ν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν |
12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ' ἀνατολω̃ν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι |
13 καὶ ἐκει̃θεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα |
14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρα̃ν ἐπὶ Αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτω̃ν ἐπὶ Γαιφαηλ |
15 καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν |
16 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ζαβουλων κατὰ δήμους αὐτω̃ν πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν |
17 καὶ τω̨̃ Ισσαχαρ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ τέταρτος |
18 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν |
19 καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ |
20 καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες |
21 καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης |
22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτου̃ ἡ διέξοδος τω̃ν ὁρίων ὁ Ιορδάνης |
23 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ισσαχαρ κατὰ δήμους αὐτω̃ν αἱ πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν |
24 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ πέμπτος Ασηρ |
25 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ |
26 καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τω̨̃ Καρμήλω̨ κατὰ θάλασσαν καὶ τω̨̃ Σιων καὶ Λαβαναθ |
27 καὶ ἐπιστρέψει ἀπ' ἀνατολω̃ν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τω̨̃ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρα̃ν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ |
28 καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδω̃νος τη̃ς μεγάλης |
29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγη̃ς Μασφασσατ καὶ τω̃ν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτου̃ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ |
30 καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ |
31 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ασηρ κατὰ δήμους αὐτω̃ν πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν |
32 καὶ τω̨̃ Νεφθαλι ἐξη̃λθεν ὁ κλη̃ρος ὁ ἕκτος |
33 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτου̃ ὁ Ιορδάνης |
34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκει̃θεν ιακανα καὶ συνάψει τω̨̃ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ' ἀνατολω̃ν ἡλίου |
35 καὶ αἱ πόλεις τειχήρεις τω̃ν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ |
36 καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ |
37 καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ |
38 καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς |
39 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Νεφθαλι |
40 καὶ τω̨̃ Δαν ἐξη̃λθεν ὁ κλη̃ρος ὁ ἕβδομος |
41 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς |
42 καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα |
43 καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων |
44 καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν |
45 καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων |
46 καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης |
47 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Δαν κατὰ δήμους αὐτω̃ν αἱ πόλεις αὐτω̃ν καὶ αἱ κω̃μαι αὐτω̃ν |
48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατώ̨κησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτη̃ς Λασενδακ |
49 καὶ ἐπορεύθησαν ἐμβατευ̃σαι τὴν γη̃ν κατὰ τὸ ὅριον αὐτω̃ν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλη̃ρον 'Ιησοι̃ τω̨̃ υἱω̨̃ Ναυη ἐν αὐτοι̃ς |
50 διὰ προστάγματος του̃ θεου̃ καὶ ἔδωκαν αὐτω̨̃ τὴν πόλιν ἣν ἠ̨τήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ὠ̨κοδόμησεν τὴν πόλιν καὶ κατώ̨κει ἐν αὐτη̨̃ |
51 αὑ̃ται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν ἐν ται̃ς φυλαι̃ς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατευ̃σαι τὴν γη̃ν |