Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

IHSOUS NAUH, κεφαλίς 17

1 καὶ ἐγένετο τὰ ὅρια φυλη̃ς υἱω̃ν Μανασση ὅτι οὑ̃τος πρωτότοκος τω̨̃ Ιωσηφ τω̨̃ Μαχιρ πρωτοτόκω̨ Μανασση πατρὶ Γαλααδ ἀνὴρ γὰρ πολεμιστὴς ἠ̃ν ἐν τη̨̃ Γαλααδίτιδι καὶ ἐν τη̨̃ Βασανίτιδι
2 καὶ ἐγενήθη τοι̃ς υἱοι̃ς Μανασση τοι̃ς λοιποι̃ς κατὰ δήμους αὐτω̃ν τοι̃ς υἱοι̃ς Ιεζερ καὶ τοι̃ς υἱοι̃ς Κελεζ καὶ τοι̃ς υἱοι̃ς Ιεζιηλ καὶ τοι̃ς υἱοι̃ς Συχεμ καὶ τοι̃ς υἱοι̃ς Συμαριμ καὶ τοι̃ς υἱοι̃ς Οφερ οὑ̃τοι οἱ ἄρσενες κατὰ δήμους αὐτω̃ν
3 καὶ τω̨̃ Σαλπααδ υἱω̨̃ Οφερ οὐκ ἠ̃σαν αὐτω̨̃ υἱοὶ ἀλλ' ἢ θυγατέρες καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν θυγατέρων Σαλπααδ Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
4 καὶ ἔστησαν ἐναντίον Ελεαζαρ του̃ ἱερέως καὶ ἐναντίον 'Ιησου̃ καὶ ἐναντίον τω̃ν ἀρχόντων λέγουσαι ὁ θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυση̃ δου̃ναι ἡμι̃ν κληρονομίαν ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν ἡμω̃ν καὶ ἐδόθη αὐται̃ς διὰ προστάγματος κυρίου κλη̃ρος ἐν τοι̃ς ἀδελφοι̃ς του̃ πατρὸς αὐτω̃ν
5 καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτω̃ν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τη̃ς Γαλααδ ἥ ἐστιν πέραν του̃ Ιορδάνου
6 ὅτι θυγατέρες υἱω̃ν Μανασση ἐκληρονόμησαν κλη̃ρον ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἡ δὲ γη̃ Γαλααδ ἐγενήθη τοι̃ς υἱοι̃ς Μανασση τοι̃ς καταλελειμμένοις
7 καὶ ἐγενήθη ὅρια υἱω̃ν Μανασση Δηλαναθ ἥ ἐστιν κατὰ πρόσωπον υἱω̃ν Αναθ καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ιαμιν καὶ Ιασσιβ ἐπὶ πηγὴν Θαφθωθ
8 τω̨̃ Μανασση ἔσται καὶ Θαφεθ ἐπὶ τω̃ν ὁρίων Μανασση τοι̃ς υἱοι̃ς Εφραιμ
9 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανα ἐπὶ λίβα κατὰ φάραγγα Ιαριηλ τερέμινθος τω̨̃ Εφραιμ ἀνὰ μέσον πόλεως Μανασση καὶ ὅρια Μανασση ἐπὶ τὸν βορρα̃ν εἰς τὸν χειμάρρουν καὶ ἔσται αὐτου̃ ἡ διέξοδος θάλασσα
10 ἀπὸ λιβὸς τω̨̃ Εφραιμ καὶ ἐπὶ βορρα̃ν Μανασση καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοι̃ς καὶ ἐπὶ Ασηρ συνάψουσιν ἐπὶ βορρα̃ν καὶ τω̨̃ Ισσαχαρ ἀπ' ἀνατολω̃ν
11 καὶ ἔσται Μανασση ἐν Ισσαχαρ καὶ ἐν Ασηρ Βαιθσαν καὶ αἱ κω̃μαι αὐτω̃ν καὶ τοὺς κατοικου̃ντας Δωρ καὶ τὰς κώμας αὐτη̃ς καὶ τοὺς κατοικου̃ντας Μαγεδδω καὶ τὰς κώμας αὐτη̃ς καὶ τὸ τρίτον τη̃ς Ναφετα καὶ τὰς κώμας αὐτη̃ς
12 καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασση ἐξολεθρευ̃σαι τὰς πόλεις ταύτας καὶ ἤρχετο ὁ Χαναναι̃ος κατοικει̃ν ἐν τη̨̃ γη̨̃ ταύτη̨
13 καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους ἐξολεθρευ̃σαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν
14 ἀντει̃παν δὲ οἱ υἱοὶ Ιωσηφ τω̨̃ 'Ιησου̃ λέγοντες διὰ τί ἐκληρονόμησας ἡμα̃ς κλη̃ρον ἕνα καὶ σχοίνισμα ἕν ἐγὼ δὲ λαὸς πολύς εἰμι καὶ ὁ θεὸς εὐλόγησέν με
15 καὶ εἰ̃πεν αὐτοι̃ς 'Ιησου̃ς εἰ λαὸς πολὺς εἰ̃ ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτω̨̃ εἰ στενοχωρει̃ σε τὸ ὄρος τὸ Εφραιμ
16 καὶ εἰ̃παν οὐκ ἀρκέσει ἡμι̃ν τὸ ὄρος τὸ Εφραιμ καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τω̨̃ Χαναναίω̨ τω̨̃ κατοικου̃ντι ἐν αὐτω̨̃ ἐν Βαιθσαν καὶ ἐν ται̃ς κώμαις αὐτη̃ς ἐν τη̨̃ κοιλάδι Ιεζραελ
17 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ιωσηφ εἰ λαὸς πολὺς εἰ̃ καὶ ἰσχὺν μεγάλην ἔχεις οὐκ ἔσται σοι κλη̃ρος εἱ̃ς
18 ὁ γὰρ δρυμὸς ἔσται σοι ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριει̃ς αὐτὸν καὶ ἔσται σοι καὶ ὅταν ἐξολεθρεύση̨ς τὸν Χαναναι̃ον ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτω̨̃ σὺ γὰρ ὑπερισχύεις αὐτου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.