Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

IHSOUS NAUH, κεφαλίς 14,  στἰχοι 6-15

καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς 'Ιησου̃ν ἐν Γαλγαλ καὶ εἰ̃πεν πρὸς αὐτὸν Χαλεβ ὁ του̃ Ιεφοννη ὁ Κενεζαι̃ος σὺ ἐπίστη̨ τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἄνθρωπον του̃ θεου̃ περὶ ἐμου̃ καὶ σου̃ ἐν Καδης Βαρνη
τεσσαράκοντα γὰρ ἐτω̃ν ἤμην ὅτε ἀπέστειλέν με Μωυση̃ς ὁ παι̃ς του̃ θεου̃ ἐκ Καδης Βαρνη κατασκοπευ̃σαι τὴν γη̃ν καὶ ἀπεκρίθην αὐτω̨̃ λόγον κατὰ τὸν νου̃ν αὐτου̃
οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμου̃ μετέστησαν τὴν καρδίαν του̃ λαου̃ ἐγὼ δὲ προσετέθην ἐπακολουθη̃σαι κυρίω̨ τω̨̃ θεω̨̃ μου
καὶ ὤμοσεν Μωυση̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγων ἡ γη̃ ἐφ' ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρω̨ καὶ τοι̃ς τέκνοις σου εἰς τὸν αἰω̃να ὅτι προσετέθης ἐπακολουθη̃σαι ὀπίσω κυρίου του̃ θεου̃ ἡμω̃ν
10 καὶ νυ̃ν διέθρεψέν με κύριος ὃν τρόπον εἰ̃πεν του̃το τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ' οὑ̃ ἐλάλησεν κύριος τὸ ῥη̃μα του̃το πρὸς Μωυση̃ν καὶ ἐπορεύθη Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ καὶ νυ̃ν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτω̃ν
11 ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυση̃ς ὡσαύτως ἰσχύω νυ̃ν ἐξελθει̃ν καὶ εἰσελθει̃ν εἰς τὸν πόλεμον
12 καὶ νυ̃ν αἰτου̃μαί σε τὸ ὄρος του̃το καθὰ εἰ̃πεν κύριος τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι σὺ ἀκήκοας τὸ ῥη̃μα του̃το τη̨̃ ἡμέρα̨ ἐκείνη̨ νυνὶ δὲ οἱ Ενακιμ ἐκει̃ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὐ̃ν κύριος μετ' ἐμου̃ ἠ̨̃ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἰ̃πέν μοι κύριος
13 καὶ εὐλόγησεν αὐτὸν 'Ιησου̃ς καὶ ἔδωκεν τὴν Χεβρων τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη υἱου̃ Κενεζ ἐν κλήρω̨
14 διὰ του̃το ἐγενήθη ἡ Χεβρων τω̨̃ Χαλεβ τω̨̃ του̃ Ιεφοννη του̃ Κενεζαίου ἐν κλήρω̨ ἕως τη̃ς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθη̃σαι τω̨̃ προστάγματι κυρίου θεου̃ Ισραηλ
15 τὸ δὲ ὄνομα τη̃ς Χεβρων ἠ̃ν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τω̃ν Ενακιμ αὕτη καὶ ἡ γη̃ ἐκόπασεν του̃ πολέμου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.