Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

IHSOUS NAUH, κεφαλίς 14

1 καὶ οὑ̃τοι οἱ κατακληρονομήσαντες υἱω̃ν Ισραηλ ἐν τη̨̃ γη̨̃ Χανααν οἱ̃ς κατεκληρονόμησεν αὐτοι̃ς Ελεαζαρ ὁ ἱερεὺς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη καὶ οἱ ἄρχοντες πατριω̃ν φυλω̃ν τω̃ν υἱω̃ν Ισραηλ
2 κατὰ κλήρους ἐκληρονόμησαν ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ 'Ιησου̃ ται̃ς ἐννέα φυλαι̃ς καὶ τω̨̃ ἡμίσει φυλη̃ς
3 ἀπὸ του̃ πέραν του̃ Ιορδάνου καὶ τοι̃ς Λευίταις οὐκ ἔδωκεν κλη̃ρον ἐν αὐτοι̃ς
4 ὅτι ἠ̃σαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί Μανασση καὶ Εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τη̨̃ γη̨̃ τοι̃ς Λευίταις ἀλλ' ἢ πόλεις κατοικει̃ν καὶ τὰ ἀφωρισμένα αὐτω̃ν τοι̃ς κτήνεσιν καὶ τὰ κτήνη αὐτω̃ν
5 ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γη̃ν
6 καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς 'Ιησου̃ν ἐν Γαλγαλ καὶ εἰ̃πεν πρὸς αὐτὸν Χαλεβ ὁ του̃ Ιεφοννη ὁ Κενεζαι̃ος σὺ ἐπίστη̨ τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἄνθρωπον του̃ θεου̃ περὶ ἐμου̃ καὶ σου̃ ἐν Καδης Βαρνη
7 τεσσαράκοντα γὰρ ἐτω̃ν ἤμην ὅτε ἀπέστειλέν με Μωυση̃ς ὁ παι̃ς του̃ θεου̃ ἐκ Καδης Βαρνη κατασκοπευ̃σαι τὴν γη̃ν καὶ ἀπεκρίθην αὐτω̨̃ λόγον κατὰ τὸν νου̃ν αὐτου̃
8 οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμου̃ μετέστησαν τὴν καρδίαν του̃ λαου̃ ἐγὼ δὲ προσετέθην ἐπακολουθη̃σαι κυρίω̨ τω̨̃ θεω̨̃ μου
9 καὶ ὤμοσεν Μωυση̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγων ἡ γη̃ ἐφ' ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρω̨ καὶ τοι̃ς τέκνοις σου εἰς τὸν αἰω̃να ὅτι προσετέθης ἐπακολουθη̃σαι ὀπίσω κυρίου του̃ θεου̃ ἡμω̃ν
10 καὶ νυ̃ν διέθρεψέν με κύριος ὃν τρόπον εἰ̃πεν του̃το τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ' οὑ̃ ἐλάλησεν κύριος τὸ ῥη̃μα του̃το πρὸς Μωυση̃ν καὶ ἐπορεύθη Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ καὶ νυ̃ν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτω̃ν
11 ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυση̃ς ὡσαύτως ἰσχύω νυ̃ν ἐξελθει̃ν καὶ εἰσελθει̃ν εἰς τὸν πόλεμον
12 καὶ νυ̃ν αἰτου̃μαί σε τὸ ὄρος του̃το καθὰ εἰ̃πεν κύριος τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι σὺ ἀκήκοας τὸ ῥη̃μα του̃το τη̨̃ ἡμέρα̨ ἐκείνη̨ νυνὶ δὲ οἱ Ενακιμ ἐκει̃ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὐ̃ν κύριος μετ' ἐμου̃ ἠ̨̃ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἰ̃πέν μοι κύριος
13 καὶ εὐλόγησεν αὐτὸν 'Ιησου̃ς καὶ ἔδωκεν τὴν Χεβρων τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη υἱου̃ Κενεζ ἐν κλήρω̨
14 διὰ του̃το ἐγενήθη ἡ Χεβρων τω̨̃ Χαλεβ τω̨̃ του̃ Ιεφοννη του̃ Κενεζαίου ἐν κλήρω̨ ἕως τη̃ς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθη̃σαι τω̨̃ προστάγματι κυρίου θεου̃ Ισραηλ
15 τὸ δὲ ὄνομα τη̃ς Χεβρων ἠ̃ν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τω̃ν Ενακιμ αὕτη καὶ ἡ γη̃ ἐκόπασεν του̃ πολέμου

IHSOUS NAUH, κεφαλίς 15

1 καὶ ἐγένετο τὰ ὅρια φυλη̃ς Ιουδα κατὰ δήμους αὐτω̃ν ἀπὸ τω̃ν ὁρίων τη̃ς Ιδουμαίας ἀπὸ τη̃ς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα
2 καὶ ἐγενήθη αὐτω̃ν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τη̃ς θαλάσσης τη̃ς ἁλυκη̃ς ἀπὸ τη̃ς λοφια̃ς τη̃ς φερούσης ἐπὶ λίβα
3 καὶ διαπορεύεται ἀπέναντι τη̃ς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης
4 καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλει̃ ἕως φάραγγος Αἰγύπτου καὶ ἔσται αὐτου̃ ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ τὴν θάλασσαν του̃τό ἐστιν αὐτω̃ν ὅρια ἀπὸ λιβός
5 καὶ τὰ ὅρια ἀπὸ ἀνατολω̃ν πα̃σα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως του̃ Ιορδάνου καὶ τὰ ὅρια αὐτω̃ν ἀπὸ βορρα̃ καὶ ἀπὸ τη̃ς λοφια̃ς τη̃ς θαλάσσης καὶ ἀπὸ του̃ μέρους του̃ Ιορδάνου
6 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρα̃ ἐπὶ Βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱου̃ Ρουβην
7 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τη̃ς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ ἥ ἐστιν ἀπέναντι τη̃ς προσβάσεως Αδδαμιν ἥ ἐστιν κατὰ λίβα τη̨̃ φάραγγι καὶ διεκβαλει̃ ἐπὶ τὸ ὕδωρ πηγη̃ς ἡλίου καὶ ἔσται αὐτου̃ ἡ διέξοδος πηγὴ Ρωγηλ
8 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν Ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γη̃ς Ραφαϊν ἐπὶ βορρα̃
9 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφη̃ς του̃ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ αὕτη ἐστὶν πόλις Ιαριμ
10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρα̃ αὕτη ἐστὶν Χασλων καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα
11 καὶ διεκβαλει̃ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρα̃ν καὶ διεκβαλει̃ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τη̃ς Βαλα καὶ διεκβαλει̃ ἐπὶ Ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ θάλασσαν
12 καὶ τὰ ὅρια αὐτω̃ν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριει̃ ταυ̃τα τὰ ὅρια υἱω̃ν Ιουδα κύκλω̨ κατὰ δήμους αὐτω̃ν
13 καὶ τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσω̨ υἱω̃ν Ιουδα διὰ προστάγματος του̃ θεου̃ καὶ ἔδωκεν αὐτω̨̃ 'Ιησου̃ς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ αὕτη ἐστὶν Χεβρων
14 καὶ ἐξωλέθρευσεν ἐκει̃θεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρει̃ς υἱοὺς Ενακ τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα
15 καὶ ἀνέβη ἐκει̃θεν Χαλεβ ἐπὶ τοὺς κατοικου̃ντας Δαβιρ τὸ δὲ ὄνομα Δαβιρ ἠ̃ν τὸ πρότερον Πόλις γραμμάτων
16 καὶ εἰ̃πεν Χαλεβ ὃς ἐὰν λάβη̨ καὶ ἐκκόψη̨ τὴν Πόλιν τω̃ν γραμμάτων καὶ κυριεύση̨ αὐτη̃ς δώσω αὐτω̨̃ τὴν Αχσαν θυγατέρα μου εἰς γυναι̃κα
17 καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτω̨̃ τὴν Αχσαν θυγατέρα αὐτου̃ αὐτω̨̃ γυναι̃κα
18 καὶ ἐγένετο ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτω̨̃ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ του̃ ὄνου καὶ εἰ̃πεν αὐτη̨̃ Χαλεβ τί ἐστίν σοι
19 καὶ εἰ̃πεν αὐτω̨̃ δός μοι εὐλογίαν ὅτι εἰς γη̃ν Ναγεβ δέδωκάς με δός μοι τὴν Γολαθμαιν καὶ ἔδωκεν αὐτη̨̃ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω
20 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ιουδα
21 ἐγενήθησαν δὲ αἱ πόλεις αὐτω̃ν πόλις πρώτη φυλη̃ς υἱω̃ν Ιουδα ἐφ' ὁρίων Εδωμ ἐπὶ τη̃ς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ
22 καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ
23 καὶ Καδης καὶ Ασοριωναιν
24 καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κω̃μαι αὐτω̃ν
25 καὶ αἱ πόλεις Ασερων αὕτη Ασωρ
26 καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα
27 καὶ Σερι καὶ Βαιφαλαδ
28 καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κω̃μαι αὐτω̃ν καὶ αἱ ἐπαύλεις αὐτω̃ν
29 Βαλα καὶ Βακωκ καὶ Ασομ
30 καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα
31 καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ
32 καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ πόλεις κθ' καὶ αἱ κω̃μαι αὐτω̃ν
33 ἐν τη̨̃ πεδινη̨̃ Ασταωλ καὶ Ραα καὶ Ασσα
34 καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι
35 καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα
36 καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτη̃ς πόλεις δέκα τέσσαρες καὶ αἱ κω̃μαι αὐτω̃ν
37 Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ
38 καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ
39 καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα
40 καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως
41 καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν πόλεις δεκαὲξ καὶ αἱ κω̃μαι αὐτω̃ν
42 Λεμνα καὶ Ιθακ
43 καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ
44 καὶ Κεϊλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων πόλεις δέκα καὶ αἱ κω̃μαι αὐτω̃ν
45 Ακκαρων καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτω̃ν
46 ἀπὸ Ακκαρων Γεμνα καὶ πα̃σαι ὅσαι εἰσὶν πλησίον Ασηδωθ καὶ αἱ κω̃μαι αὐτω̃ν
47 Ασιεδωθ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτη̃ς Γάζα καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτη̃ς ἕως του̃ χειμάρρου Αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει
48 καὶ ἐν τη̨̃ ὀρεινη̨̃ Σαμιρ καὶ Ιεθερ καὶ Σωχα
49 καὶ Ρεννα καὶ Πόλις γραμμάτων αὕτη Δαβιρ
50 καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ
51 καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα πόλεις ἕνδεκα καὶ αἱ κω̃μαι αὐτω̃ν
52 Αιρεμ καὶ Ρεμνα καὶ Σομα
53 καὶ Ιεμαϊν καὶ Βαιθαχου καὶ Φακουα
54 καὶ Ευμα καὶ πόλις Αρβοκ αὕτη ἐστὶν Χεβρων καὶ Σωρθ πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτω̃ν
55 Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν
56 καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναϊμ
57 καὶ Γαβαα καὶ Θαμναθα πόλεις ἐννέα καὶ αἱ κω̃μαι αὐτω̃ν
58 Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων
59 καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ πόλεις ἓξ καὶ αἱ κω̃μαι αὐτω̃ν
60 Καριαθβααλ αὕτη ἡ πόλις Ιαριμ καὶ Σωθηβα πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτω̃ν
61 καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα
62 καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης πόλεις ἑπτὰ καὶ αἱ κω̃μαι αὐτω̃ν
63 καὶ ὁ Ιεβουσαι̃ος κατώ̨κει ἐν Ιερουσαλημ καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς καὶ κατώ̨κησαν οἱ Ιεβουσαι̃οι ἐν Ιερουσαλημ ἕως τη̃ς ἡμέρας ἐκείνης

IHSOUS NAUH, κεφαλίς 16

1 καὶ ἐγένετο τὰ ὅρια υἱω̃ν Ιωσηφ ἀπὸ του̃ Ιορδάνου του̃ κατὰ Ιεριχω ἀπ' ἀνατολω̃ν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα
2 καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια του̃ Χαταρωθι
3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τω̃ν ὁρίων Βαιθωρων τὴν κάτω καὶ ἔσται ἡ διέξοδος αὐτω̃ν ἐπὶ τὴν θάλασσαν
4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ Εφραιμ καὶ Μανασση
5 καὶ ἐγενήθη ὅρια υἱω̃ν Εφραιμ κατὰ δήμους αὐτω̃ν καὶ ἐγενήθη τὰ ὅρια τη̃ς κληρονομίας αὐτω̃ν ἀπὸ ἀνατολω̃ν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα
6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρα̃ Θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ' ἀνατολω̃ν εἰς Ιανωκα
7 καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κω̃μαι αὐτω̃ν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλει̃ ἐπὶ τὸν Ιορδάνην
8 καὶ ἀπὸ Ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα καὶ ἔσται ἡ διέξοδος αὐτω̃ν ἐπὶ θάλασσαν αὕτη ἡ κληρονομία φυλη̃ς Εφραιμ κατὰ δήμους αὐτω̃ν
9 καὶ αἱ πόλεις αἱ ἀφορισθει̃σαι τοι̃ς υἱοι̃ς Εφραιμ ἀνὰ μέσον τη̃ς κληρονομίας υἱω̃ν Μανασση πα̃σαι αἱ πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν
10 καὶ οὐκ ἀπώλεσεν Εφραιμ τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα ἐν Γαζερ καὶ κατώ̨κει ὁ Χαναναι̃ος ἐν τω̨̃ Εφραιμ ἕως τη̃ς ἡμέρας ταύτης ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικου̃ντας ἐν Γαζερ ἐξεκέντησαν καὶ ἔδωκεν αὐτὴν Φαραω ἐν φερνη̨̃ τη̨̃ θυγατρὶ αὐτου̃

IHSOUS NAUH, κεφαλίς 17

1 καὶ ἐγένετο τὰ ὅρια φυλη̃ς υἱω̃ν Μανασση ὅτι οὑ̃τος πρωτότοκος τω̨̃ Ιωσηφ τω̨̃ Μαχιρ πρωτοτόκω̨ Μανασση πατρὶ Γαλααδ ἀνὴρ γὰρ πολεμιστὴς ἠ̃ν ἐν τη̨̃ Γαλααδίτιδι καὶ ἐν τη̨̃ Βασανίτιδι
2 καὶ ἐγενήθη τοι̃ς υἱοι̃ς Μανασση τοι̃ς λοιποι̃ς κατὰ δήμους αὐτω̃ν τοι̃ς υἱοι̃ς Ιεζερ καὶ τοι̃ς υἱοι̃ς Κελεζ καὶ τοι̃ς υἱοι̃ς Ιεζιηλ καὶ τοι̃ς υἱοι̃ς Συχεμ καὶ τοι̃ς υἱοι̃ς Συμαριμ καὶ τοι̃ς υἱοι̃ς Οφερ οὑ̃τοι οἱ ἄρσενες κατὰ δήμους αὐτω̃ν
3 καὶ τω̨̃ Σαλπααδ υἱω̨̃ Οφερ οὐκ ἠ̃σαν αὐτω̨̃ υἱοὶ ἀλλ' ἢ θυγατέρες καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν θυγατέρων Σαλπααδ Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
4 καὶ ἔστησαν ἐναντίον Ελεαζαρ του̃ ἱερέως καὶ ἐναντίον 'Ιησου̃ καὶ ἐναντίον τω̃ν ἀρχόντων λέγουσαι ὁ θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυση̃ δου̃ναι ἡμι̃ν κληρονομίαν ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν ἡμω̃ν καὶ ἐδόθη αὐται̃ς διὰ προστάγματος κυρίου κλη̃ρος ἐν τοι̃ς ἀδελφοι̃ς του̃ πατρὸς αὐτω̃ν
5 καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτω̃ν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τη̃ς Γαλααδ ἥ ἐστιν πέραν του̃ Ιορδάνου
6 ὅτι θυγατέρες υἱω̃ν Μανασση ἐκληρονόμησαν κλη̃ρον ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἡ δὲ γη̃ Γαλααδ ἐγενήθη τοι̃ς υἱοι̃ς Μανασση τοι̃ς καταλελειμμένοις
7 καὶ ἐγενήθη ὅρια υἱω̃ν Μανασση Δηλαναθ ἥ ἐστιν κατὰ πρόσωπον υἱω̃ν Αναθ καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ιαμιν καὶ Ιασσιβ ἐπὶ πηγὴν Θαφθωθ
8 τω̨̃ Μανασση ἔσται καὶ Θαφεθ ἐπὶ τω̃ν ὁρίων Μανασση τοι̃ς υἱοι̃ς Εφραιμ
9 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανα ἐπὶ λίβα κατὰ φάραγγα Ιαριηλ τερέμινθος τω̨̃ Εφραιμ ἀνὰ μέσον πόλεως Μανασση καὶ ὅρια Μανασση ἐπὶ τὸν βορρα̃ν εἰς τὸν χειμάρρουν καὶ ἔσται αὐτου̃ ἡ διέξοδος θάλασσα
10 ἀπὸ λιβὸς τω̨̃ Εφραιμ καὶ ἐπὶ βορρα̃ν Μανασση καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοι̃ς καὶ ἐπὶ Ασηρ συνάψουσιν ἐπὶ βορρα̃ν καὶ τω̨̃ Ισσαχαρ ἀπ' ἀνατολω̃ν
11 καὶ ἔσται Μανασση ἐν Ισσαχαρ καὶ ἐν Ασηρ Βαιθσαν καὶ αἱ κω̃μαι αὐτω̃ν καὶ τοὺς κατοικου̃ντας Δωρ καὶ τὰς κώμας αὐτη̃ς καὶ τοὺς κατοικου̃ντας Μαγεδδω καὶ τὰς κώμας αὐτη̃ς καὶ τὸ τρίτον τη̃ς Ναφετα καὶ τὰς κώμας αὐτη̃ς
12 καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασση ἐξολεθρευ̃σαι τὰς πόλεις ταύτας καὶ ἤρχετο ὁ Χαναναι̃ος κατοικει̃ν ἐν τη̨̃ γη̨̃ ταύτη̨
13 καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους ἐξολεθρευ̃σαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν
14 ἀντει̃παν δὲ οἱ υἱοὶ Ιωσηφ τω̨̃ 'Ιησου̃ λέγοντες διὰ τί ἐκληρονόμησας ἡμα̃ς κλη̃ρον ἕνα καὶ σχοίνισμα ἕν ἐγὼ δὲ λαὸς πολύς εἰμι καὶ ὁ θεὸς εὐλόγησέν με
15 καὶ εἰ̃πεν αὐτοι̃ς 'Ιησου̃ς εἰ λαὸς πολὺς εἰ̃ ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτω̨̃ εἰ στενοχωρει̃ σε τὸ ὄρος τὸ Εφραιμ
16 καὶ εἰ̃παν οὐκ ἀρκέσει ἡμι̃ν τὸ ὄρος τὸ Εφραιμ καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τω̨̃ Χαναναίω̨ τω̨̃ κατοικου̃ντι ἐν αὐτω̨̃ ἐν Βαιθσαν καὶ ἐν ται̃ς κώμαις αὐτη̃ς ἐν τη̨̃ κοιλάδι Ιεζραελ
17 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ιωσηφ εἰ λαὸς πολὺς εἰ̃ καὶ ἰσχὺν μεγάλην ἔχεις οὐκ ἔσται σοι κλη̃ρος εἱ̃ς
18 ὁ γὰρ δρυμὸς ἔσται σοι ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριει̃ς αὐτὸν καὶ ἔσται σοι καὶ ὅταν ἐξολεθρεύση̨ς τὸν Χαναναι̃ον ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτω̨̃ σὺ γὰρ ὑπερισχύεις αὐτου̃

IHSOUS NAUH, κεφαλίς 18

1 καὶ ἐξεκκλησιάσθη πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκει̃ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἡ γη̃ ἐκρατήθη ὑπ' αὐτω̃ν
2 καὶ κατελείφθησαν οἱ υἱοὶ Ισραηλ οἳ οὐκ ἐκληρονόμησαν ἑπτὰ φυλαί
3 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἕως τίνος ἐκλυθήσεσθε κληρονομη̃σαι τὴν γη̃ν ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμω̃ν
4 δότε ἐξ ὑμω̃ν τρει̃ς ἄνδρας ἐκ φυλη̃ς καὶ ἀναστάντες διελθέτωσαν τὴν γη̃ν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελει̃ν αὐτήν καὶ ἤλθοσαν πρὸς αὐτόν
5 καὶ διει̃λεν αὐτοι̃ς ἑπτὰ μερίδας Ιουδας στήσεται αὐτοι̃ς ὅριον ἀπὸ λιβός καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοι̃ς ἀπὸ βορρα̃
6 ὑμει̃ς δὲ μερίσατε τὴν γη̃ν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὡ̃δε καὶ ἐξοίσω ὑμι̃ν κλη̃ρον ἔναντι κυρίου του̃ θεου̃ ἡμω̃ν
7 οὐ γάρ ἐστιν μερὶς τοι̃ς υἱοι̃ς Λευι ἐν ὑμι̃ν ἱερατεία γὰρ κυρίου μερὶς αὐτου̃ καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτω̃ν πέραν του̃ Ιορδάνου ἐπ' ἀνατολάς ἣν ἔδωκεν αὐτοι̃ς Μωυση̃ς ὁ παι̃ς κυρίου
8 καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς ἀνδράσιν τοι̃ς πορευομένοις χωροβατη̃σαι τὴν γη̃ν λέγων πορεύεσθε καὶ χωροβατήσατε τὴν γη̃ν καὶ παραγενήθητε πρός με καὶ ὡ̃δε ἐξοίσω ὑμι̃ν κλη̃ρον ἔναντι κυρίου ἐν Σηλω
9 καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γη̃ν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτη̃ς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς 'Ιησου̃ν
10 καὶ ἐνέβαλεν αὐτοι̃ς 'Ιησου̃ς κλη̃ρον ἐν Σηλω ἔναντι κυρίου
11 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος φυλη̃ς Βενιαμιν πρω̃τος κατὰ δήμους αὐτω̃ν καὶ ἐξη̃λθεν ὅρια του̃ κλήρου αὐτω̃ν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τω̃ν υἱω̃ν Ιωσηφ
12 καὶ ἐγενήθη αὐτω̃ν τὰ ὅρια ἀπὸ βορρα̃ ἀπὸ του̃ Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρα̃ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν καὶ ἔσται αὐτου̃ ἡ διέξοδος ἡ Μαδβαρι̃τις Βαιθων
13 καὶ διελεύσεται ἐκει̃θεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός αὕτη ἐστὶν Βαιθηλ καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν ἥ ἐστιν πρὸς λίβα Βαιθωρων ἡ κάτω
14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ του̃ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα καὶ ἔσται αὐτου̃ ἡ διέξοδος εἰς Καριαθβααλ αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱω̃ν Ιουδα του̃τό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν
15 καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω
16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους του̃ ὄρους ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ ὅ ἐστιν ἐκ μέρους Εμεκραφαϊν ἀπὸ βορρα̃ καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ
17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱω̃ν Ρουβην
18 καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρα̃ καὶ καταβήσεται
19 ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρα̃ καὶ ἔσται ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ λοφιὰν τη̃ς θαλάσσης τω̃ν ἁλω̃ν ἐπὶ βορρα̃ν εἰς μέρος του̃ Ιορδάνου ἀπὸ λιβός ταυ̃τα τὰ ὅριά ἐστιν ἀπὸ λιβός
20 καὶ ὁ Ιορδάνης ὁριει̃ ἀπὸ μέρους ἀνατολω̃ν αὕτη ἡ κληρονομία υἱω̃ν Βενιαμιν τὰ ὅρια αὐτη̃ς κύκλω̨ κατὰ δήμους
21 καὶ ἐγενήθησαν αἱ πόλεις τω̃ν υἱω̃ν Βενιαμιν κατὰ δήμους αὐτω̃ν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις
22 καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα
23 καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα
24 καὶ Καραφα καὶ Κεφιρα καὶ Μονι καὶ Γαβαα πόλεις δέκα δύο καὶ αἱ κω̃μαι αὐτω̃ν
25 Γαβαων καὶ Ραμα καὶ Βεηρωθα
26 καὶ Μασσημα καὶ Μιρων καὶ Αμωκη
27 καὶ Φιρα καὶ Καφαν καὶ Νακαν καὶ Σεληκαν καὶ Θαρεηλα
28 καὶ Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ πόλεις καὶ Γαβαωθιαριμ πόλεις τρει̃ς καὶ δέκα καὶ αἱ κω̃μαι αὐτω̃ν αὕτη ἡ κληρονομία υἱω̃ν Βενιαμιν κατὰ δήμους αὐτω̃ν

IHSOUS NAUH, κεφαλίς 19

1 καὶ ἐξη̃λθεν ὁ δεύτερος κλη̃ρος τω̃ν υἱω̃ν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτω̃ν ἀνὰ μέσον κλήρων υἱω̃ν Ιουδα
2 καὶ ἐγενήθη ὁ κλη̃ρος αὐτω̃ν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ
3 καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ
4 καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα
5 καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν
6 καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτω̃ν πόλεις δέκα τρει̃ς καὶ αἱ κω̃μαι αὐτω̃ν
7 Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κω̃μαι αὐτω̃ν
8 κύκλω̨ τω̃ν πόλεων αὐτω̃ν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Συμεων κατὰ δήμους αὐτω̃ν
9 ἀπὸ του̃ κλήρου Ιουδα ἡ κληρονομία φυλη̃ς υἱω̃ν Συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱω̃ν Ιουδα μείζων τη̃ς αὐτω̃ν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσω̨ του̃ κλήρου αὐτω̃ν
10 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ τρίτος τω̨̃ Ζαβουλων κατὰ δήμους αὐτω̃ν ἔσται τὰ ὅρια τη̃ς κληρονομίας αὐτω̃ν Εσεδεκ
11 Γωλα ὅρια αὐτω̃ν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν
12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ' ἀνατολω̃ν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι
13 καὶ ἐκει̃θεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα
14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρα̃ν ἐπὶ Αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτω̃ν ἐπὶ Γαιφαηλ
15 καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν
16 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ζαβουλων κατὰ δήμους αὐτω̃ν πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν
17 καὶ τω̨̃ Ισσαχαρ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ τέταρτος
18 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν
19 καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ
20 καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες
21 καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης
22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτου̃ ἡ διέξοδος τω̃ν ὁρίων ὁ Ιορδάνης
23 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ισσαχαρ κατὰ δήμους αὐτω̃ν αἱ πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν
24 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ πέμπτος Ασηρ
25 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ
26 καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τω̨̃ Καρμήλω̨ κατὰ θάλασσαν καὶ τω̨̃ Σιων καὶ Λαβαναθ
27 καὶ ἐπιστρέψει ἀπ' ἀνατολω̃ν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τω̨̃ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρα̃ν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ
28 καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδω̃νος τη̃ς μεγάλης
29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγη̃ς Μασφασσατ καὶ τω̃ν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτου̃ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ
30 καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ
31 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ασηρ κατὰ δήμους αὐτω̃ν πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν
32 καὶ τω̨̃ Νεφθαλι ἐξη̃λθεν ὁ κλη̃ρος ὁ ἕκτος
33 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτου̃ ὁ Ιορδάνης
34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκει̃θεν ιακανα καὶ συνάψει τω̨̃ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ' ἀνατολω̃ν ἡλίου
35 καὶ αἱ πόλεις τειχήρεις τω̃ν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ
36 καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ
37 καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ
38 καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς
39 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Νεφθαλι
40 καὶ τω̨̃ Δαν ἐξη̃λθεν ὁ κλη̃ρος ὁ ἕβδομος
41 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς
42 καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα
43 καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων
44 καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν
45 καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων
46 καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης
47 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Δαν κατὰ δήμους αὐτω̃ν αἱ πόλεις αὐτω̃ν καὶ αἱ κω̃μαι αὐτω̃ν
48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατώ̨κησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτη̃ς Λασενδακ
49 καὶ ἐπορεύθησαν ἐμβατευ̃σαι τὴν γη̃ν κατὰ τὸ ὅριον αὐτω̃ν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλη̃ρον 'Ιησοι̃ τω̨̃ υἱω̨̃ Ναυη ἐν αὐτοι̃ς
50 διὰ προστάγματος του̃ θεου̃ καὶ ἔδωκαν αὐτω̨̃ τὴν πόλιν ἣν ἠ̨τήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ὠ̨κοδόμησεν τὴν πόλιν καὶ κατώ̨κει ἐν αὐτη̨̃
51 αὑ̃ται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν ἐν ται̃ς φυλαι̃ς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατευ̃σαι τὴν γη̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.