Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

IHSOUS NAUH, κεφαλίς 1

1 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυση̃ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ υἱω̨̃ Ναυη τω̨̃ ὑπουργω̨̃ Μωυση̃ λέγων
2 Μωυση̃ς ὁ θεράπων μου τετελεύτηκεν νυ̃ν οὐ̃ν ἀναστὰς διάβηθι τὸν Ιορδάνην σὺ καὶ πα̃ς ὁ λαὸς οὑ̃τος εἰς τὴν γη̃ν ἣν ἐγὼ δίδωμι αὐτοι̃ς
3 πα̃ς ὁ τόπος ἐφ' ὃν ἂν ἐπιβη̃τε τω̨̃ ἴχνει τω̃ν ποδω̃ν ὑμω̃ν ὑμι̃ν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τω̨̃ Μωυση̨̃
4 τὴν ἔρημον καὶ τὸν 'Αντιλίβανον ἕως του̃ ποταμου̃ του̃ μεγάλου ποταμου̃ Εὐφράτου καὶ ἕως τη̃ς θαλάσσης τη̃ς ἐσχάτης ἀφ' ἡλίου δυσμω̃ν ἔσται τὰ ὅρια ὑμω̃ν
5 οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμω̃ν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυση̃ οὕτως ἔσομαι καὶ μετὰ σου̃ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε
6 ἴσχυε καὶ ἀνδρίζου σὺ γὰρ ἀποδιαστελει̃ς τω̨̃ λαω̨̃ τούτω̨ τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν δου̃ναι αὐτοι̃ς
7 ἴσχυε οὐ̃ν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιει̃ν καθότι ἐνετείλατό σοι Μωυση̃ς ὁ παι̃ς μου καὶ οὐκ ἐκκλινει̃ς ἀπ' αὐτω̃ν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά ἵνα συνη̨̃ς ἐν πα̃σιν οἱ̃ς ἐὰν πράσση̨ς
8 καὶ οὐκ ἀποστήσεται ἡ βίβλος του̃ νόμου τούτου ἐκ του̃ στόματός σου καὶ μελετήσεις ἐν αὐτω̨̃ ἡμέρας καὶ νυκτός ἵνα συνη̨̃ς ποιει̃ν πάντα τὰ γεγραμμένα τότε εὐοδωθήση̨ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις
9 ἰδοὺ ἐντέταλμαί σοι ἴσχυε καὶ ἀνδρίζου μὴ δειλιάση̨ς μηδὲ φοβηθη̨̃ς ὅτι μετὰ σου̃ κύριος ὁ θεός σου εἰς πάντα οὑ̃ ἐὰν πορεύη̨
10 καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς γραμματευ̃σιν του̃ λαου̃ λέγων
11 εἰσέλθατε κατὰ μέσον τη̃ς παρεμβολη̃ς του̃ λαου̃ καὶ ἐντείλασθε τω̨̃ λαω̨̃ λέγοντες ἑτοιμάζεσθε ἐπισιτισμόν ὅτι ἔτι τρει̃ς ἡμέραι καὶ ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην του̃τον εἰσελθόντες κατασχει̃ν τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν δίδωσιν ὑμι̃ν
12 καὶ τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση εἰ̃πεν 'Ιησου̃ς
13 μνήσθητε τὸ ῥη̃μα κυρίου ὃ ἐνετείλατο ὑμι̃ν Μωυση̃ς ὁ παι̃ς κυρίου λέγων κύριος ὁ θεὸς ὑμω̃ν κατέπαυσεν ὑμα̃ς καὶ ἔδωκεν ὑμι̃ν τὴν γη̃ν ταύτην
14 αἱ γυναι̃κες ὑμω̃ν καὶ τὰ παιδία ὑμω̃ν καὶ τὰ κτήνη ὑμω̃ν κατοικείτωσαν ἐν τη̨̃ γη̨̃ ἡ̨̃ ἔδωκεν ὑμι̃ν ὑμει̃ς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τω̃ν ἀδελφω̃ν ὑμω̃ν πα̃ς ὁ ἰσχύων καὶ συμμαχήσετε αὐτοι̃ς
15 ἕως ἂν καταπαύση̨ κύριος ὁ θεὸς ὑμω̃ν τοὺς ἀδελφοὺς ὑμω̃ν ὥσπερ καὶ ὑμα̃ς καὶ κληρονομήσωσιν καὶ οὑ̃τοι τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν αὐτοι̃ς καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ ἣν δέδωκεν ὑμι̃ν Μωυση̃ς εἰς τὸ πέραν του̃ Ιορδάνου ἀπ' ἀνατολω̃ν ἡλίου
16 καὶ ἀποκριθέντες τω̨̃ 'Ιησοι̃ εἰ̃παν πάντα ὅσα ἂν ἐντείλη̨ ἡμι̃ν ποιήσομεν καὶ εἰς πάντα τόπον οὑ̃ ἐὰν ἀποστείλη̨ς ἡμα̃ς πορευσόμεθα
17 κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυση̃ ἀκουσόμεθα σου̃ πλὴν ἔστω κύριος ὁ θεὸς ἡμω̃ν μετὰ σου̃ ὃν τρόπον ἠ̃ν μετὰ Μωυση̃
18 ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήση̨ σοι καὶ ὅστις μὴ ἀκούση̨ τω̃ν ῥημάτων σου καθότι ἂν αὐτω̨̃ ἐντείλη̨ ἀποθανέτω ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου

IHSOUS NAUH, κεφαλίς 2

1 καὶ ἀπέστειλεν 'Ιησου̃ς υἱὸς Ναυη ἐκ Σαττιν δύο νεανίσκους κατασκοπευ̃σαι λέγων ἀνάβητε καὶ ἴδετε τὴν γη̃ν καὶ τὴν Ιεριχω καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ἡ̨̃ ὄνομα Ρααβ καὶ κατέλυσαν ἐκει̃
2 καὶ ἀπηγγέλη τω̨̃ βασιλει̃ Ιεριχω λέγοντες εἰσπεπόρευνται ὡ̃δε ἄνδρες τω̃ν υἱω̃ν Ισραηλ κατασκοπευ̃σαι τὴν γη̃ν
3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ιεριχω καὶ εἰ̃πεν πρὸς Ρααβ λέγων ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα κατασκοπευ̃σαι γὰρ τὴν γη̃ν ἥκασιν
4 καὶ λαβου̃σα ἡ γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἰ̃πεν αὐτοι̃ς λέγουσα εἰσεληλύθασιν πρός με οἱ ἄνδρες
5 ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τω̨̃ σκότει καὶ οἱ ἄνδρες ἐξη̃λθον οὐκ ἐπίσταμαι που̃ πεπόρευνται καταδιώξατε ὀπίσω αὐτω̃ν εἰ καταλήμψεσθε αὐτούς
6 αὐτὴ δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δω̃μα καὶ ἔκρυψεν αὐτοὺς ἐν τη̨̃ λινοκαλάμη̨ τη̨̃ ἐστοιβασμένη̨ αὐτη̨̃ ἐπὶ του̃ δώματος
7 καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτω̃ν ὁδὸν τὴν ἐπὶ του̃ Ιορδάνου ἐπὶ τὰς διαβάσεις καὶ ἡ πύλη ἐκλείσθη καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτω̃ν
8 καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθη̃ναι αὐτούς καὶ αὐτὴ ἀνέβη ἐπὶ τὸ δω̃μα πρὸς αὐτοὺς
9 καὶ εἰ̃πεν πρὸς αὐτούς ἐπίσταμαι ὅτι δέδωκεν ὑμι̃ν κύριος τὴν γη̃ν ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμω̃ν ἐφ' ἡμα̃ς
10 ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμω̃ν ὅτε ἐξεπορεύεσθε ἐκ γη̃ς Αἰγύπτου καὶ ὅσα ἐποίησεν τοι̃ς δυσὶ βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου τω̨̃ Σηων καὶ Ωγ οὓς ἐξωλεθρεύσατε αὐτούς
11 καὶ ἀκούσαντες ἡμει̃ς ἐξέστημεν τη̨̃ καρδία̨ ἡμω̃ν καὶ οὐκ ἔστη ἔτι πνευ̃μα ἐν οὐδενὶ ἡμω̃ν ἀπὸ προσώπου ὑμω̃ν ὅτι κύριος ὁ θεὸς ὑμω̃ν θεὸς ἐν οὐρανω̨̃ ἄνω καὶ ἐπὶ τη̃ς γη̃ς κάτω
12 καὶ νυ̃ν ὀμόσατέ μοι κύριον τὸν θεόν ὅτι ποιω̃ ὑμι̃ν ἔλεος καὶ ποιήσετε καὶ ὑμει̃ς ἔλεος ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου
13 καὶ ζωγρήσετε τὸν οἰ̃κον του̃ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἰ̃κόν μου καὶ πάντα ὅσα ἐστὶν αὐτοι̃ς καὶ ἐξελει̃σθε τὴν ψυχήν μου ἐκ θανάτου
14 καὶ εἰ̃παν αὐτη̨̃ οἱ ἄνδρες ἡ ψυχὴ ἡμω̃ν ἀνθ' ὑμω̃ν εἰς θάνατον καὶ αὐτὴ εἰ̃πεν ὡς ἂν παραδω̨̃ κύριος ὑμι̃ν τὴν πόλιν ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν
15 καὶ κατεχάλασεν αὐτοὺς διὰ τη̃ς θυρίδος
16 καὶ εἰ̃πεν αὐτοι̃ς εἰς τὴν ὀρεινὴν ἀπέλθετε μὴ συναντήσωσιν ὑμι̃ν οἱ καταδιώκοντες καὶ κρυβήσεσθε ἐκει̃ τρει̃ς ἡμέρας ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμω̃ν καὶ μετὰ ταυ̃τα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμω̃ν
17 καὶ εἰ̃παν οἱ ἄνδρες πρὸς αὐτήν ἀθω̨̃οί ἐσμεν τω̨̃ ὅρκω̨ σου τούτω̨
18 ἰδοὺ ἡμει̃ς εἰσπορευόμεθα εἰς μέρος τη̃ς πόλεως καὶ θήσεις τὸ σημει̃ον τὸ σπαρτίον τὸ κόκκινον του̃το ἐκδήσεις εἰς τὴν θυρίδα δι' ἡ̃ς κατεβίβασας ἡμα̃ς δι' αὐτη̃ς τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἰ̃κον του̃ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου
19 καὶ ἔσται πα̃ς ὃς ἂν ἐξέλθη̨ τὴν θύραν τη̃ς οἰκίας σου ἔξω ἔνοχος ἑαυτω̨̃ ἔσται ἡμει̃ς δὲ ἀθω̨̃οι τω̨̃ ὅρκω̨ σου τούτω̨ καὶ ὅσοι ἐὰν γένωνται μετὰ σου̃ ἐν τη̨̃ οἰκία̨ σου ἡμει̃ς ἔνοχοι ἐσόμεθα
20 ἐὰν δέ τις ἡμα̃ς ἀδικήση̨ ἢ καὶ ἀποκαλύψη̨ τοὺς λόγους ἡμω̃ν τούτους ἐσόμεθα ἀθω̨̃οι τω̨̃ ὅρκω̨ σου τούτω̨
21 καὶ εἰ̃πεν αὐτοι̃ς κατὰ τὸ ῥη̃μα ὑμω̃ν οὕτως ἔστω καὶ ἐξαπέστειλεν αὐτούς
22 καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκει̃ τρει̃ς ἡμέρας καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν
23 καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ του̃ ὄρους καὶ διέβησαν πρὸς 'Ιησου̃ν υἱὸν Ναυη καὶ διηγήσαντο αὐτω̨̃ πάντα τὰ συμβεβηκότα αὐτοι̃ς
24 καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν ὅτι παρέδωκεν κύριος πα̃σαν τὴν γη̃ν ἐν χειρὶ ἡμω̃ν καὶ κατέπτηκεν πα̃ς ὁ κατοικω̃ν τὴν γη̃ν ἐκείνην ἀφ' ἡμω̃ν

IHSOUS NAUH, κεφαλίς 3

1 καὶ ὤρθρισεν 'Ιησου̃ς τὸ πρωί καὶ ἀπη̃ραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως του̃ Ιορδάνου καὶ κατέλυσαν ἐκει̃ πρὸ του̃ διαβη̃ναι
2 καὶ ἐγένετο μετὰ τρει̃ς ἡμέρας διη̃λθον οἱ γραμματει̃ς διὰ τη̃ς παρεμβολη̃ς
3 καὶ ἐνετείλαντο τω̨̃ λαω̨̃ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου του̃ θεου̃ ἡμω̃ν καὶ τοὺς ἱερει̃ς ἡμω̃ν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν ἀπαρει̃τε ἀπὸ τω̃ν τόπων ὑμω̃ν καὶ πορεύεσθε ὀπίσω αὐτη̃ς
4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμω̃ν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτη̨̃ ἵν' ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας
5 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ λαω̨̃ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμι̃ν κύριος θαυμαστά
6 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς ἱερευ̃σιν ἄρατε τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ προπορεύεσθε του̃ λαου̃ καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν του̃ λαου̃
7 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἄρχομαι ὑψω̃σαί σε κατενώπιον πάντων υἱω̃ν Ισραηλ ἵνα γνω̃σιν καθότι ἤμην μετὰ Μωυση̃ οὕτως ἔσομαι καὶ μετὰ σου̃
8 καὶ νυ̃ν ἔντειλαι τοι̃ς ἱερευ̃σιν τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους του̃ ὕδατος του̃ Ιορδάνου καὶ ἐν τω̨̃ Ιορδάνη̨ στήσεσθε
9 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ προσαγάγετε ὡ̃δε καὶ ἀκούσατε τὸ ῥη̃μα κυρίου του̃ θεου̃ ἡμω̃ν
10 ἐν τούτω̨ γνώσεσθε ὅτι θεὸς ζω̃ν ἐν ὑμι̃ν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμω̃ν τὸν Χαναναι̃ον καὶ τὸν Χετται̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ευαι̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Γεργεσαι̃ον καὶ τὸν Ιεβουσαι̃ον
11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τη̃ς γη̃ς διαβαίνει τὸν Ιορδάνην
12 προχειρίσασθε ὑμι̃ν δώδεκα ἄνδρας ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἕνα ἀφ' ἑκάστης φυλη̃ς
13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου πάσης τη̃ς γη̃ς ἐν τω̨̃ ὕδατι του̃ Ιορδάνου τὸ ὕδωρ του̃ Ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαι̃νον στήσεται
14 καὶ ἀπη̃ρεν ὁ λαὸς ἐκ τω̃ν σκηνωμάτων αὐτω̃ν διαβη̃ναι τὸν Ιορδάνην οἱ δὲ ἱερει̃ς ἤροσαν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου πρότεροι του̃ λαου̃
15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος του̃ ὕδατος του̃ Ιορδάνου ὁ δὲ Ιορδάνης ἐπλήρου καθ' ὅλην τὴν κρηπι̃δα αὐτου̃ ὡσεὶ ἡμέραι θερισμου̃ πυρω̃ν
16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πη̃γμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρω̃ς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαι̃νον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω
17 καὶ ἔστησαν οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐπὶ ξηρα̃ς ἐν μέσω̨ του̃ Ιορδάνου καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρα̃ς ἕως συνετέλεσεν πα̃ς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην

IHSOUS NAUH, κεφαλίς 4

1 καὶ ἐπεὶ συνετέλεσεν πα̃ς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων
2 παραλαβὼν ἄνδρας ἀπὸ του̃ λαου̃ ἕνα ἀφ' ἑκάστης φυλη̃ς
3 σύνταξον αὐτοι̃ς λέγων ἀνέλεσθε ἐκ μέσου του̃ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμι̃ν αὐτοι̃ς θέτε αὐτοὺς ἐν τη̨̃ στρατοπεδεία̨ ὑμω̃ν οὑ̃ ἐὰν παρεμβάλητε ἐκει̃ τὴν νύκτα
4 καὶ ἀνακαλεσάμενος 'Ιησου̃ς δώδεκα ἄνδρας τω̃ν ἐνδόξων ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἕνα ἀφ' ἑκάστης φυλη̃ς
5 εἰ̃πεν αὐτοι̃ς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον του̃ Ιορδάνου καὶ ἀνελόμενος ἐκει̃θεν ἕκαστος λίθον ἀράτω ἐπὶ τω̃ν ὤμων αὐτου̃ κατὰ τὸν ἀριθμὸν τω̃ν δώδεκα φυλω̃ν του̃ Ισραηλ
6 ἵνα ὑπάρχωσιν ὑμι̃ν οὑ̃τοι εἰς σημει̃ον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτα̨̃ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὑ̃τοι ὑμι̃ν
7 καὶ σὺ δηλώσεις τω̨̃ υἱω̨̃ σου λέγων ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτου̃ διαθήκης κυρίου πάσης τη̃ς γη̃ς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὑ̃τοι ὑμι̃ν μνημόσυνον τοι̃ς υἱοι̃ς Ισραηλ ἕως του̃ αἰω̃νος
8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τω̨̃ 'Ιησοι̃ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου του̃ Ιορδάνου καθάπερ συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃ ἐν τη̨̃ συντελεία̨ τη̃ς διαβάσεως τω̃ν υἱω̃ν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοι̃ς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκει̃
9 ἔστησεν δὲ 'Ιησου̃ς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτω̨̃ τω̨̃ Ιορδάνη̨ ἐν τω̨̃ γενομένω̨ τόπω̨ ὑπὸ τοὺς πόδας τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καί εἰσιν ἐκει̃ ἕως τη̃ς σήμερον ἡμέρας
10 εἱστήκεισαν δὲ οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐν τω̨̃ Ιορδάνη̨ ἕως οὑ̃ συνετέλεσεν 'Ιησου̃ς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγει̃λαι τω̨̃ λαω̨̃ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν
11 καὶ ἐγένετο ὡς συνετέλεσεν πα̃ς ὁ λαὸς διαβη̃ναι καὶ διέβη ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτω̃ν
12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλη̃ς Μανασση διεσκευασμένοι ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοι̃ς Μωυση̃ς
13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν
14 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ηὔξησεν κύριος τὸν 'Ιησου̃ν ἐναντίον παντὸς του̃ γένους Ισραηλ καὶ ἐφοβου̃ντο αὐτὸν ὥσπερ Μωυση̃ν ὅσον χρόνον ἔζη
15 καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων
16 ἔντειλαι τοι̃ς ἱερευ̃σιν τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης του̃ μαρτυρίου κυρίου ἐκβη̃ναι ἐκ του̃ Ιορδάνου
17 καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς ἱερευ̃σιν λέγων ἔκβητε ἐκ του̃ Ιορδάνου
18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐκ του̃ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τη̃ς γη̃ς ὥρμησεν τὸ ὕδωρ του̃ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τη̃ς κρηπι̃δος
19 καὶ ὁ λαὸς ἀνέβη ἐκ του̃ Ιορδάνου δεκάτη̨ του̃ μηνὸς του̃ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τη̃ς Ιεριχω
20 καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ του̃ Ιορδάνου ἔστησεν 'Ιησου̃ς ἐν Γαλγαλοις
21 λέγων ὅταν ἐρωτω̃σιν ὑμα̃ς οἱ υἱοὶ ὑμω̃ν λέγοντες τί εἰσιν οἱ λίθοι οὑ̃τοι
22 ἀναγγείλατε τοι̃ς υἱοι̃ς ὑμω̃ν ὅτι ἐπὶ ξηρα̃ς διέβη Ισραηλ τὸν Ιορδάνην
23 ἀποξηράναντος κυρίου του̃ θεου̃ ἡμω̃ν τὸ ὕδωρ του̃ Ιορδάνου ἐκ του̃ ἔμπροσθεν αὐτω̃ν μέχρι οὑ̃ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμω̃ν ἔμπροσθεν ἡμω̃ν ἕως παρήλθομεν
24 ὅπως γνω̃σιν πάντα τὰ ἔθνη τη̃ς γη̃ς ὅτι ἡ δύναμις του̃ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμει̃ς σέβησθε κύριον τὸν θεὸν ὑμω̃ν ἐν παντὶ χρόνω̨

IHSOUS NAUH, κεφαλίς 5

1 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου καὶ οἱ βασιλει̃ς τη̃ς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν Ιορδάνην ποταμὸν ἐκ τω̃ν ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ διαβαίνειν αὐτούς καὶ ἐτάκησαν αὐτω̃ν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἠ̃ν ἐν αὐτοι̃ς φρόνησις οὐδεμία ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ
2 ὑπὸ δὲ του̃τον τὸν καιρὸν εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ ποίησον σεαυτω̨̃ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ισραηλ
3 καὶ ἐποίησεν 'Ιησου̃ς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐπὶ του̃ καλουμένου τόπου Βουνὸς τω̃ν ἀκροβυστιω̃ν
4 ὃν δὲ τρόπον περιεκάθαρεν 'Ιησου̃ς τοὺς υἱοὺς Ισραηλ ὅσοι ποτὲ ἐγένοντο ἐν τη̨̃ ὁδω̨̃ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἠ̃σαν τω̃ν ἐξεληλυθότων ἐξ Αἰγύπτου
5 πάντας τούτους περιέτεμεν 'Ιησου̃ς
6 τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Μαδβαρίτιδι διὸ ἀπερίτμητοι ἠ̃σαν οἱ πλει̃στοι αὐτω̃ν τω̃ν μαχίμων τω̃ν ἐξεληλυθότων ἐκ γη̃ς Αἰγύπτου οἱ ἀπειθήσαντες τω̃ν ἐντολω̃ν του̃ θεου̃ οἱ̃ς καὶ διώρισεν μὴ ἰδει̃ν αὐτοὺς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι ἡμι̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι
7 ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτω̃ν οὓς 'Ιησου̃ς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενη̃σθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους
8 περιτμηθέντες δὲ ἡσυχίαν εἰ̃χον αὐτόθι καθήμενοι ἐν τη̨̃ παρεμβολη̨̃ ἕως ὑγιάσθησαν
9 καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ υἱω̨̃ Ναυη ἐν τη̨̃ σήμερον ἡμέρα̨ ἀφει̃λον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμω̃ν καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Γαλγαλα
10 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμω̃ν Ιεριχω ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν τω̨̃ πεδίω̨
11 καὶ ἐφάγοσαν ἀπὸ του̃ σίτου τη̃ς γη̃ς ἄζυμα καὶ νέα ἐν ταύτη̨ τη̨̃ ἡμέρα̨
12 ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ του̃ σίτου τη̃ς γη̃ς καὶ οὐκέτι ὑπη̃ρχεν τοι̃ς υἱοι̃ς Ισραηλ μαννα ἐκαρπίσαντο δὲ τὴν χώραν τω̃ν Φοινίκων ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨
13 καὶ ἐγένετο ὡς ἠ̃ν 'Ιησου̃ς ἐν Ιεριχω καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτου̃ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ προσελθὼν 'Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἡμέτερος εἰ̃ ἢ τω̃ν ὑπεναντίων
14 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα καὶ 'Ιησου̃ς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ εἰ̃πεν αὐτω̨̃ δέσποτα τί προστάσσεις τω̨̃ σω̨̃ οἰκέτη̨
15 καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς 'Ιησου̃ν λυ̃σαι τὸ ὑπόδημα ἐκ τω̃ν ποδω̃ν σου ὁ γὰρ τόπος ἐφ' ὡ̨̃ σὺ ἕστηκας ἅγιός ἐστιν

IHSOUS NAUH, κεφαλίς 6

1 καὶ Ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτη̃ς οὐδὲ εἰσεπορεύετο
2 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς τὸν ἐν αὐτη̨̃ δυνατοὺς ὄντας ἐν ἰσχύι
3 σὺ δὲ περίστησον αὐτη̨̃ τοὺς μαχίμους κύκλω̨
4 ...
5 καὶ ἔσται ὡς ἂν σαλπίσητε τη̨̃ σάλπιγγι ἀνακραγέτω πα̃ς ὁ λαὸς ἅμα καὶ ἀνακραγόντων αὐτω̃ν πεσει̃ται αὐτόματα τὰ τείχη τη̃ς πόλεως καὶ εἰσελεύσεται πα̃ς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν
6 καὶ εἰση̃λθεν 'Ιησου̃ς ὁ του̃ Ναυη πρὸς τοὺς ἱερει̃ς
7 καὶ εἰ̃πεν αὐτοι̃ς λέγων παραγγείλατε τω̨̃ λαω̨̃ περιελθει̃ν καὶ κυκλω̃σαι τὴν πόλιν καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου
8 καὶ ἑπτὰ ἱερει̃ς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον του̃ κυρίου καὶ σημαινέτωσαν εὐτόνως καὶ ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου ἐπακολουθείτω
9 οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερει̃ς οἱ οὐραγου̃ντες ὀπίσω τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες
10 τω̨̃ δὲ λαω̨̃ ἐνετείλατο 'Ιησου̃ς λέγων μὴ βοα̃τε μηδὲ ἀκουσάτω μηθεὶς ὑμω̃ν τὴν φωνήν ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλη̨ ἀναβοη̃σαι καὶ τότε ἀναβοήσετε
11 καὶ περιελθου̃σα ἡ κιβωτὸς τη̃ς διαθήκης του̃ θεου̃ τὴν πόλιν εὐθέως ἀπη̃λθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκει̃
12 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ ἀνέστη 'Ιησου̃ς τὸ πρωί καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου
13 καὶ οἱ ἑπτὰ ἱερει̃ς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου καὶ μετὰ ταυ̃τα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου καὶ οἱ ἱερει̃ς ἐσάλπισαν ται̃ς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν
14 καὶ ἀπη̃λθεν πάλιν εἰς τὴν παρεμβολήν οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας
15 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις
16 καὶ τη̨̃ περιόδω̨ τη̨̃ ἑβδόμη̨ ἐσάλπισαν οἱ ἱερει̃ς καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ κεκράξατε παρέδωκεν γὰρ κύριος ὑμι̃ν τὴν πόλιν
17 καὶ ἔσται ἡ πόλις ἀνάθεμα αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ κυρίω̨ σαβαωθ πλὴν Ρααβ τὴν πόρνην περιποιήσασθε αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τω̨̃ οἴκω̨ αὐτη̃ς
18 ἀλλὰ ὑμει̃ς φυλάξασθε σφόδρα ἀπὸ του̃ ἀναθέματος μήποτε ἐνθυμηθέντες ὑμει̃ς αὐτοὶ λάβητε ἀπὸ του̃ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τω̃ν υἱω̃ν Ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμα̃ς
19 καὶ πα̃ν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τω̨̃ κυρίω̨ εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται
20 καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν οἱ ἱερει̃ς ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τω̃ν σαλπίγγων ἠλάλαξεν πα̃ς ὁ λαὸς ἅμα ἀλαλαγμω̨̃ μεγάλω̨ καὶ ἰσχυρω̨̃ καὶ ἔπεσεν ἅπαν τὸ τει̃χος κύκλω̨ καὶ ἀνέβη πα̃ς ὁ λαὸς εἰς τὴν πόλιν
21 καὶ ἀνεθεμάτισεν αὐτὴν 'Ιησου̃ς καὶ ὅσα ἠ̃ν ἐν τη̨̃ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας
22 καὶ τοι̃ς δυσὶν νεανίσκοις τοι̃ς κατασκοπεύσασιν εἰ̃πεν 'Ιησου̃ς εἰσέλθατε εἰς τὴν οἰκίαν τη̃ς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκει̃θεν καὶ ὅσα ἐστὶν αὐτη̨̃
23 καὶ εἰση̃λθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τη̃ς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτη̃ς καὶ τὴν μητέρα αὐτη̃ς καὶ τοὺς ἀδελφοὺς αὐτη̃ς καὶ πάντα ὅσα ἠ̃ν αὐτη̨̃ καὶ πα̃σαν τὴν συγγένειαν αὐτη̃ς καὶ κατέστησαν αὐτὴν ἔξω τη̃ς παρεμβολη̃ς Ισραηλ
24 καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμω̨̃ σὺν πα̃σιν τοι̃ς ἐν αὐτη̨̃ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκου̃ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθη̃ναι
25 καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἰ̃κον τὸν πατρικὸν αὐτη̃ς ἐζώγρησεν 'Ιησου̃ς καὶ κατώ̨κησεν ἐν τω̨̃ Ισραηλ ἕως τη̃ς σήμερον ἡμέρας διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν 'Ιησου̃ς κατασκοπευ̃σαι τὴν Ιεριχω
26 καὶ ὥρκισεν 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τω̨̃ πρωτοτόκω̨ αὐτου̃ θεμελιώσει αὐτὴν καὶ ἐν τω̨̃ ἐλαχίστω̨ αὐτου̃ ἐπιστήσει τὰς πύλας αὐτη̃ς καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ ἐν τω̨̃ Αβιρων τω̨̃ πρωτοτόκω̨ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τω̨̃ ἐλαχίστω̨ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτη̃ς
27 καὶ ἠ̃ν κύριος μετὰ 'Ιησου̃ καὶ ἠ̃ν τὸ ὄνομα αὐτου̃ κατὰ πα̃σαν τὴν γη̃ν

IHSOUS NAUH, κεφαλίς 7

1 καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ του̃ ἀναθέματος καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱου̃ Ζαμβρι υἱου̃ Ζαρα ἐκ τη̃ς φυλη̃ς Ιουδα ἀπὸ του̃ ἀναθέματος καὶ ἐθυμώθη ὀργη̨̃ κύριος τοι̃ς υἱοι̃ς Ισραηλ
2 καὶ ἀπέστειλεν 'Ιησου̃ς ἄνδρας εἰς Γαι ἥ ἐστιν κατὰ Βαιθηλ λέγων κατασκέψασθε τὴν Γαι καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαι
3 καὶ ἀνέστρεψαν πρὸς 'Ιησου̃ν καὶ εἰ̃παν πρὸς αὐτόν μὴ ἀναβήτω πα̃ς ὁ λαός ἀλλ' ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν μὴ ἀναγάγη̨ς ἐκει̃ τὸν λαὸν πάντα ὀλίγοι γάρ εἰσιν
4 καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τω̃ν ἀνδρω̃ν Γαι
5 καὶ ἀπέκτειναν ἀπ' αὐτω̃ν ἄνδρες Γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τη̃ς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ του̃ καταφερου̃ς καὶ ἐπτοήθη ἡ καρδία του̃ λαου̃ καὶ ἐγένετο ὥσπερ ὕδωρ
6 καὶ διέρρηξεν 'Ιησου̃ς τὰ ἱμάτια αὐτου̃ καὶ ἔπεσεν 'Ιησου̃ς ἐπὶ τὴν γη̃ν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ ἐπεβάλοντο χου̃ν ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν
7 καὶ εἰ̃πεν 'Ιησου̃ς δέομαι κύριε ἵνα τί διεβίβασεν ὁ παι̃ς σου τὸν λαὸν του̃τον τὸν Ιορδάνην παραδου̃ναι αὐτὸν τω̨̃ Αμορραίω̨ ἀπολέσαι ἡμα̃ς καὶ εἰ κατεμείναμεν καὶ κατω̨κίσθημεν παρὰ τὸν Ιορδάνην
8 καὶ τί ἐρω̃ ἐπεὶ μετέβαλεν Ισραηλ αὐχένα ἀπέναντι του̃ ἐχθρου̃ αὐτου̃
9 καὶ ἀκούσας ὁ Χαναναι̃ος καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν περικυκλώσουσιν ἡμα̃ς καὶ ἐκτρίψουσιν ἡμα̃ς ἀπὸ τη̃ς γη̃ς καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα
10 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἀνάστηθι ἵνα τί του̃το σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου
11 ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς καὶ κλέψαντες ἀπὸ του̃ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτω̃ν
12 οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστη̃ναι κατὰ πρόσωπον τω̃ν ἐχθρω̃ν αὐτω̃ν αὐχένα ἐπιστρέψουσιν ἔναντι τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἰ̃ναι μεθ' ὑμω̃ν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμω̃ν αὐτω̃ν
13 ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθη̃ναι εἰς αὔριον τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ τὸ ἀνάθεμα ἐν ὑμι̃ν ἐστιν οὐ δυνήσεσθε ἀντιστη̃ναι ἀπέναντι τω̃ν ἐχθρω̃ν ὑμω̃ν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμω̃ν
14 καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς καὶ ἔσται ἡ φυλή ἣν ἂν δείξη̨ κύριος προσάξετε κατὰ δήμους καὶ τὸν δη̃μον ὃν ἐὰν δείξη̨ κύριος προσάξετε κατ' οἰ̃κον καὶ τὸν οἰ̃κον ὃν ἐὰν δείξη̨ κύριος προσάξετε κατ' ἄνδρα
15 καὶ ὃς ἂν ἐνδειχθη̨̃ κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα ὅσα ἐστὶν αὐτω̨̃ ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ισραηλ
16 καὶ ὤρθρισεν 'Ιησου̃ς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς καὶ ἐνεδείχθη ἡ φυλὴ Ιουδα
17 καὶ προσήχθη κατὰ δήμους καὶ ἐνεδείχθη δη̃μος ὁ Ζαραϊ καὶ προσήχθη κατὰ ἄνδρα
18 καὶ ἐνεδείχθη Αχαρ υἱὸς Ζαμβρι υἱου̃ Ζαρα
19 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ Αχαρ δὸς δόξαν σήμερον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψη̨ς ἀπ' ἐμου̃
20 καὶ ἀπεκρίθη Αχαρ τω̨̃ 'Ιησοι̃ καὶ εἰ̃πεν ἀληθω̃ς ἥμαρτον ἐναντίον κυρίου θεου̃ Ισραηλ οὕτως καὶ οὕτως ἐποίησα
21 εἰ̃δον ἐν τη̨̃ προνομη̨̃ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλω̃σσαν μίαν χρυση̃ν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτω̃ν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τη̨̃ γη̨̃ ἐν τη̨̃ σκηνη̨̃ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτω̃ν
22 καὶ ἀπέστειλεν 'Ιησου̃ς ἀγγέλους καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν καὶ ταυ̃τα ἠ̃ν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν καὶ τὸ ἀργύριον ὑποκάτω αὐτω̃ν
23 καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τη̃ς σκηνη̃ς καὶ ἤνεγκαν πρὸς 'Ιησου̃ν καὶ τοὺς πρεσβυτέρους Ισραηλ καὶ ἔθηκαν αὐτὰ ἔναντι κυρίου
24 καὶ ἔλαβεν 'Ιησου̃ς τὸν Αχαρ υἱὸν Ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Αχωρ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς θυγατέρας αὐτου̃ καὶ τοὺς μόσχους αὐτου̃ καὶ τὰ ὑποζύγια αὐτου̃ καὶ πάντα τὰ πρόβατα αὐτου̃ καὶ τὴν σκηνὴν αὐτου̃ καὶ πάντα τὰ ὑπάρχοντα αὐτου̃ καὶ πα̃ς ὁ λαὸς μετ' αὐτου̃ καὶ ἀνήγαγεν αὐτοὺς εἰς Εμεκαχωρ
25 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ Αχαρ τί ὠλέθρευσας ἡμα̃ς ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πα̃ς Ισραηλ
26 καὶ ἐπέστησαν αὐτω̨̃ σωρὸν λίθων μέγαν καὶ ἐπαύσατο κύριος του̃ θυμου̃ τη̃ς ὀργη̃ς διὰ του̃το ἐπωνόμασεν αὐτὸ Εμεκαχωρ ἕως τη̃ς ἡμέρας ταύτης

IHSOUS NAUH, κεφαλίς 8

1 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς μηδὲ δειλιάση̨ς λαβὲ μετὰ σου̃ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι ἰδοὺ δέδωκα εἰς τὰς χει̃ράς σου τὸν βασιλέα Γαι καὶ τὴν γη̃ν αὐτου̃
2 καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς καὶ τὴν προνομὴν τω̃ν κτηνω̃ν προνομεύσεις σεαυτω̨̃ κατάστησον δὲ σεαυτω̨̃ ἔνεδρα τη̨̃ πόλει εἰς τὰ ὀπίσω
3 καὶ ἀνέστη 'Ιησου̃ς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβη̃ναι εἰς Γαι ἐπέλεξεν δὲ 'Ιησου̃ς τριάκοντα χιλιάδας ἀνδρω̃ν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός
4 καὶ ἐνετείλατο αὐτοι̃ς λέγων ὑμει̃ς ἐνεδρεύσατε ὀπίσω τη̃ς πόλεως μὴ μακρὰν γίνεσθε ἀπὸ τη̃ς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι
5 καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμου̃ προσάξομεν πρὸς τὴν πόλιν καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικου̃ντες Γαι εἰς συνάντησιν ἡμι̃ν καθάπερ καὶ πρώ̨ην καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτω̃ν
6 καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμω̃ν ἀποσπάσομεν αὐτοὺς ἀπὸ τη̃ς πόλεως καὶ ἐρου̃σιν φεύγουσιν οὑ̃τοι ἀπὸ προσώπου ἡμω̃ν ὃν τρόπον καὶ ἔμπροσθεν
7 ὑμει̃ς δὲ ἐξαναστήσεσθε ἐκ τη̃ς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν
8 κατὰ τὸ ῥη̃μα του̃το ποιήσετε ἰδοὺ ἐντέταλμαι ὑμι̃ν
9 καὶ ἀπέστειλεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ θαλάσσης τη̃ς Γαι
10 καὶ ὀρθρίσας 'Ιησου̃ς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον του̃ λαου̃ ἐπὶ Γαι
11 καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτου̃ ἀνέβησαν καὶ πορευόμενοι ἠ̃λθον ἐξ ἐναντίας τη̃ς πόλεως ἀπ' ἀνατολω̃ν
12 καὶ τὰ ἔνεδρα τη̃ς πόλεως ἀπὸ θαλάσσης
13 ...
14 καὶ ἐγένετο ὡς εἰ̃δεν βασιλεὺς Γαι ἔσπευσεν καὶ ἐξη̃λθεν εἰς συνάντησιν αὐτοι̃ς ἐπ' εὐθείας εἰς τὸν πόλεμον αὐτὸς καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ αὐτὸς οὐκ ἤ̨δει ὅτι ἔνεδρα αὐτω̨̃ ἐστιν ὀπίσω τη̃ς πόλεως
15 καὶ εἰ̃δεν καὶ ἀνεχώρησεν 'Ιησου̃ς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτω̃ν
16 καὶ κατεδίωξαν ὀπίσω τω̃ν υἱω̃ν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τη̃ς πόλεως
17 οὐ κατελείφθη οὐθεὶς ἐν τη̨̃ Γαι ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ καὶ κατέλιπον τὴν πόλιν ἀνεω̨γμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ
18 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἔκτεινον τὴν χει̃ρά σου ἐν τω̨̃ γαίσω̨ τω̨̃ ἐν τη̨̃ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χει̃ράς σου παραδέδωκα αὐτήν καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ του̃ τόπου αὐτω̃ν καὶ ἐξέτεινεν 'Ιησου̃ς τὴν χει̃ρα αὐτου̃ τὸν γαι̃σον ἐπὶ τὴν πόλιν
19 καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ του̃ τόπου αὐτω̃ν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χει̃ρα καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί
20 καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτω̃ν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τη̃ς πόλεως εἰς τὸν οὐρανόν καὶ οὐκέτι εἰ̃χον που̃ φύγωσιν ὡ̃δε ἢ ὡ̃δε
21 καὶ 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ εἰ̃δον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τη̃ς πόλεως εἰς τὸν οὐρανόν καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τη̃ς Γαι
22 καὶ οὑ̃τοι ἐξήλθοσαν ἐκ τη̃ς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς οὑ̃τοι ἐντευ̃θεν καὶ οὑ̃τοι ἐντευ̃θεν καὶ ἐπάταξαν ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν σεσωσμένον καὶ διαπεφευγότα
23 καὶ τὸν βασιλέα τη̃ς Γαι συνέλαβον ζω̃ντα καὶ προσήγαγον αὐτὸν πρὸς 'Ιησου̃ν
24 καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τη̨̃ Γαι τοὺς ἐν τοι̃ς πεδίοις καὶ ἐν τω̨̃ ὄρει ἐπὶ τη̃ς καταβάσεως οὑ̃ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτη̃ς εἰς τέλος καὶ ἀπέστρεψεν 'Ιησου̃ς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας
25 καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες πάντας τοὺς κατοικου̃ντας Γαι
26 ...
27 πλὴν τω̃ν κτηνω̃ν καὶ τω̃ν σκύλων τω̃ν ἐν τη̨̃ πόλει πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃
28 καὶ ἐνεπύρισεν 'Ιησου̃ς τὴν πόλιν ἐν πυρί χω̃μα ἀοίκητον εἰς τὸν αἰω̃να ἔθηκεν αὐτὴν ἕως τη̃ς ἡμέρας ταύτης
29 καὶ τὸν βασιλέα τη̃ς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου καὶ ἠ̃ν ἐπὶ του̃ ξύλου ἕως ἑσπέρας καὶ ἐπιδύνοντος του̃ ἡλίου συνέταξεν 'Ιησου̃ς καὶ καθείλοσαν αὐτου̃ τὸ σω̃μα ἀπὸ του̃ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτω̨̃ σωρὸν λίθων ἕως τη̃ς ἡμέρας ταύτης

IHSOUS NAUH, κεφαλίς 9

1 ὡς δ' ἤκουσαν οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἱ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου οἱ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ οἱ ἐν τη̨̃ πεδινη̨̃ καὶ οἱ ἐν πάση̨ τη̨̃ παραλία̨ τη̃ς θαλάσσης τη̃ς μεγάλης καὶ οἱ πρὸς τω̨̃ 'Αντιλιβάνω̨ καὶ οἱ Χετται̃οι καὶ οἱ Χαναναι̃οι καὶ οἱ Φερεζαι̃οι καὶ οἱ Ευαι̃οι καὶ οἱ Αμορραι̃οι καὶ οἱ Γεργεσαι̃οι καὶ οἱ Ιεβουσαι̃οι
2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμη̃σαι 'Ιησου̃ν καὶ Ισραηλ ἅμα πάντες
3 καὶ οἱ κατοικου̃ντες Γαβαων ἤκουσαν πάντα ὅσα ἐποίησεν κύριος τη̨̃ Ιεριχω καὶ τη̨̃ Γαι
4 καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τω̃ν ὄνων αὐτω̃ν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους
5 καὶ τὰ κοι̃λα τω̃ν ὑποδημάτων αὐτω̃ν καὶ τὰ σανδάλια αὐτω̃ν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοι̃ς ποσὶν αὐτω̃ν καὶ τὰ ἱμάτια αὐτω̃ν πεπαλαιωμένα ἐπάνω αὐτω̃ν καὶ ὁ ἄρτος αὐτω̃ν του̃ ἐπισιτισμου̃ ξηρὸς καὶ εὐρωτιω̃ν καὶ βεβρωμένος
6 καὶ ἤλθοσαν πρὸς 'Ιησου̃ν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν καὶ Ισραηλ ἐκ γη̃ς μακρόθεν ἥκαμεν καὶ νυ̃ν διάθεσθε ἡμι̃ν διαθήκην
7 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραι̃ον ὅρα μὴ ἐν ἐμοὶ κατοικει̃ς καὶ πω̃ς σοι διαθω̃μαι διαθήκην
8 καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν οἰκέται σού ἐσμεν καὶ εἰ̃πεν πρὸς αὐτοὺς 'Ιησου̃ς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε
9 καὶ εἰ̃παν ἐκ γη̃ς μακρόθεν σφόδρα ἥκασιν οἱ παι̃δές σου ἐν ὀνόματι κυρίου του̃ θεου̃ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτου̃ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτω̨
10 καὶ ὅσα ἐποίησεν τοι̃ς βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου τω̨̃ Σηων βασιλει̃ Εσεβων καὶ τω̨̃ Ωγ βασιλει̃ τη̃ς Βασαν ὃς κατώ̨κει ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
11 καὶ ἀκούσαντες εἰ̃παν πρὸς ἡμα̃ς οἱ πρεσβύτεροι ἡμω̃ν καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν ἡμω̃ν λέγοντες λάβετε ἑαυτοι̃ς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτω̃ν καὶ ἐρει̃τε πρὸς αὐτούς οἰκέται σού ἐσμεν καὶ νυ̃ν διάθεσθε ἡμι̃ν διαθήκην
12 οὑ̃τοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμα̃ς νυ̃ν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι
13 καὶ οὑ̃τοι οἱ ἀσκοὶ του̃ οἴνου οὓς ἐπλήσαμεν καινούς καὶ οὑ̃τοι ἐρρώγασιν καὶ τὰ ἱμάτια ἡμω̃ν καὶ τὰ ὑποδήματα ἡμω̃ν πεπαλαίωται ἀπὸ τη̃ς πολλη̃ς ὁδου̃ σφόδρα
14 καὶ ἔλαβον οἱ ἄρχοντες του̃ ἐπισιτισμου̃ αὐτω̃ν καὶ κύριον οὐκ ἐπηρώτησαν
15 καὶ ἐποίησεν 'Ιησου̃ς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην του̃ διασω̃σαι αὐτούς καὶ ὤμοσαν αὐτοι̃ς οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς
16 καὶ ἐγένετο μετὰ τρει̃ς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτω̃ν εἰσιν καὶ ὅτι ἐν αὐτοι̃ς κατοικου̃σιν
17 καὶ ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ ἠ̃λθον εἰς τὰς πόλεις αὐτω̃ν αἱ δὲ πόλεις αὐτω̃ν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν
18 καὶ οὐκ ἐμαχέσαντο αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοι̃ς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πα̃σα ἡ συναγωγὴ ἐπὶ τοι̃ς ἄρχουσιν
19 καὶ εἰ̃παν οἱ ἄρχοντες πάση̨ τη̨̃ συναγωγη̨̃ ἡμει̃ς ὠμόσαμεν αὐτοι̃ς κύριον τὸν θεὸν Ισραηλ καὶ νυ̃ν οὐ δυνησόμεθα ἅψασθαι αὐτω̃ν
20 του̃το ποιήσομεν ζωγρη̃σαι αὐτούς καὶ περιποιησόμεθα αὐτούς καὶ οὐκ ἔσται καθ' ἡμω̃ν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοι̃ς
21 ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάση̨ τη̨̃ συναγωγη̨̃ καθάπερ εἰ̃παν αὐτοι̃ς οἱ ἄρχοντες
22 καὶ συνεκάλεσεν αὐτοὺς 'Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς διὰ τί παρελογίσασθέ με λέγοντες μακρὰν ἀπὸ σου̃ ἐσμεν σφόδρα ὑμει̃ς δὲ ἐγχώριοί ἐστε τω̃ν κατοικούντων ἐν ἡμι̃ν
23 καὶ νυ̃ν ἐπικατάρατοί ἐστε οὐ μὴ ἐκλίπη̨ ἐξ ὑμω̃ν δου̃λος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τω̨̃ θεω̨̃ μου
24 καὶ ἀπεκρίθησαν τω̨̃ 'Ιησοι̃ λέγοντες ἀνηγγέλη ἡμι̃ν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυση̨̃ τω̨̃ παιδὶ αὐτου̃ δου̃ναι ὑμι̃ν τὴν γη̃ν ταύτην καὶ ἐξολεθρευ̃σαι ἡμα̃ς καὶ πάντας τοὺς κατοικου̃ντας ἐπ' αὐτη̃ς ἀπὸ προσώπου ὑμω̃ν καὶ ἐφοβήθημεν σφόδρα περὶ τω̃ν ψυχω̃ν ἡμω̃ν ἀπὸ προσώπου ὑμω̃ν καὶ ἐποιήσαμεν τὸ πρα̃γμα του̃το
25 καὶ νυ̃ν ἰδοὺ ἡμει̃ς ὑποχείριοι ὑμι̃ν ὡς ἀρέσκει ὑμι̃ν καὶ ὡς δοκει̃ ὑμι̃ν ποιήσατε ἡμι̃ν
26 καὶ ἐποίησαν αὐτοι̃ς οὕτως καὶ ἐξείλατο αὐτοὺς 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ χειρω̃ν υἱω̃ν Ισραηλ καὶ οὐκ ἀνει̃λον αὐτούς
27 καὶ κατέστησεν αὐτοὺς 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ξυλοκόπους καὶ ὑδροφόρους πάση̨ τη̨̃ συναγωγη̨̃ καὶ τω̨̃ θυσιαστηρίω̨ του̃ θεου̃ διὰ του̃το ἐγένοντο οἱ κατοικου̃ντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι του̃ θυσιαστηρίου του̃ θεου̃ ἕως τη̃ς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος

IHSOUS NAUH, κεφαλίς 10

1 ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν 'Ιησου̃ς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτη̃ς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικου̃ντες Γαβαων πρὸς 'Ιησου̃ν καὶ πρὸς Ισραηλ
2 καὶ ἐφοβήθησαν ἐν αὐτοι̃ς σφόδρα ἤ̨δει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τω̃ν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτη̃ς ἰσχυροί
3 καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων
4 δευ̃τε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι καὶ ἐκπολεμήσωμεν Γαβαων αὐτομόλησαν γὰρ πρὸς 'Ιησου̃ν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ
5 καὶ ἀνέβησαν οἱ πέντε βασιλει̃ς τω̃ν Ιεβουσαίων βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ αὐτοὶ καὶ πα̃ς ὁ λαὸς αὐτω̃ν καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν
6 καὶ ἀπέστειλαν οἱ κατοικου̃ντες Γαβαων πρὸς 'Ιησου̃ν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες μὴ ἐκλύση̨ς τὰς χει̃ράς σου ἀπὸ τω̃ν παίδων σου ἀνάβηθι πρὸς ἡμα̃ς τὸ τάχος καὶ ἐξελου̃ ἡμα̃ς καὶ βοήθησον ἡμι̃ν ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμα̃ς πάντες οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἱ κατοικου̃ντες τὴν ὀρεινήν
7 καὶ ἀνέβη 'Ιησου̃ς ἐκ Γαλγαλων αὐτὸς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτου̃ πα̃ς δυνατὸς ἐν ἰσχύι
8 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς αὐτούς εἰς γὰρ τὰς χει̃ράς σου παραδέδωκα αὐτούς οὐχ ὑπολειφθήσεται ἐξ αὐτω̃ν οὐθεὶς ἐνώπιον ὑμω̃ν
9 καὶ ἐπιπαρεγένετο ἐπ' αὐτοὺς 'Ιησου̃ς ἄφνω ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων
10 καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα
11 ἐν τω̨̃ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ ἐπὶ τη̃ς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοι̃ς λίθους χαλάζης ἐκ του̃ οὐρανου̃ ἕως Αζηκα καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τη̃ς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρα̨ ἐν τω̨̃ πολέμω̨
12 τότε ἐλάλησεν 'Ιησου̃ς πρὸς κύριον ἡ̨̃ ἡμέρα̨ παρέδωκεν ὁ θεὸς τὸν Αμορραι̃ον ὑποχείριον Ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν 'Ιησου̃ς στήτω ὁ ἥλιος κατὰ Γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων
13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτω̃ν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον του̃ οὐρανου̃ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μια̃ς
14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακου̃σαι θεὸν ἀνθρώπου ὅτι κύριος συνεπολέμησεν τω̨̃ Ισραηλ
15 ...
16 καὶ ἔφυγον οἱ πέντε βασιλει̃ς οὑ̃τοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα
17 καὶ ἀπηγγέλη τω̨̃ 'Ιησου̃ λέγοντες εὕρηνται οἱ πέντε βασιλει̃ς κεκρυμμένοι ἐν τω̨̃ σπηλαίω̨ τω̨̃ ἐν Μακηδα
18 καὶ εἰ̃πεν 'Ιησου̃ς κυλίσατε λίθους ἐπὶ τὸ στόμα του̃ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς
19 ὑμει̃ς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τω̃ν ἐχθρω̃ν ὑμω̃ν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτω̃ν καὶ μὴ ἀφη̃τε εἰσελθει̃ν εἰς τὰς πόλεις αὐτω̃ν παρέδωκεν γὰρ αὐτοὺς κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν
20 καὶ ἐγένετο ὡς κατέπαυσεν 'Ιησου̃ς καὶ πα̃ς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασω̨ζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς
21 καὶ ἀπεστράφη πα̃ς ὁ λαὸς πρὸς 'Ιησου̃ν εἰς Μακηδα ὑγιει̃ς καὶ οὐκ ἔγρυξεν οὐθεὶς τω̃ν υἱω̃ν Ισραηλ τη̨̃ γλώσση̨ αὐτου̃
22 καὶ εἰ̃πεν 'Ιησου̃ς ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλει̃ς τούτους ἐκ του̃ σπηλαίου
23 καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλει̃ς ἐκ του̃ σπηλαίου τὸν βασιλέα Ιερουσαλημ καὶ τὸν βασιλέα Χεβρων καὶ τὸν βασιλέα Ιεριμουθ καὶ τὸν βασιλέα Λαχις καὶ τὸν βασιλέα Οδολλαμ
24 καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς 'Ιησου̃ν καὶ συνεκάλεσεν 'Ιησου̃ς πάντα Ισραηλ καὶ τοὺς ἐναρχομένους του̃ πολέμου τοὺς συμπορευομένους αὐτω̨̃ λέγων αὐτοι̃ς προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμω̃ν ἐπὶ τοὺς τραχήλους αὐτω̃ν καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτω̃ν ἐπὶ τοὺς τραχήλους αὐτω̃ν
25 καὶ εἰ̃πεν πρὸς αὐτοὺς 'Ιησου̃ς μὴ φοβηθη̃τε αὐτοὺς μηδὲ δειλιάσητε ἀνδρίζεσθε καὶ ἰσχύετε ὅτι οὕτως ποιήσει κύριος πα̃σι τοι̃ς ἐχθροι̃ς ὑμω̃ν οὓς ὑμει̃ς καταπολεμει̃τε αὐτούς
26 καὶ ἀπέκτεινεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων καὶ ἠ̃σαν κρεμάμενοι ἐπὶ τω̃ν ξύλων ἕως ἑσπέρας
27 καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο 'Ιησου̃ς καὶ καθει̃λον αὐτοὺς ἀπὸ τω̃ν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκει̃ καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τη̃ς σήμερον ἡμέρας
28 καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ οὐδεὶς διασεσω̨σμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τω̨̃ βασιλει̃ Μακηδα ὃν τρόπον ἐποίησαν τω̨̃ βασιλει̃ Ιεριχω
29 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Μακηδα εἰς Λεβνα καὶ ἐπολιόρκει Λεβνα
30 καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χει̃ρας Ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτη̃ς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ οὐδὲ εἱ̃ς διασεσω̨σμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τω̨̃ βασιλει̃ αὐτη̃ς ὃν τρόπον ἐποίησαν τω̨̃ βασιλει̃ Ιεριχω
31 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Λεβνα εἰς Λαχις καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν
32 καὶ παρέδωκεν κύριος τὴν Λαχις εἰς τὰς χει̃ρας Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Λεβνα
33 τότε ἀνέβη Αιλαμ βασιλεὺς Γαζερ βοηθήσων τη̨̃ Λαχις καὶ ἐπάταξεν αὐτὸν 'Ιησου̃ς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτου̃ ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν σεσω̨σμένον καὶ διαπεφευγότα
34 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Λαχις εἰς Οδολλαμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν
35 καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ ἐφόνευσαν ὃν τρόπον ἐποίησαν τη̨̃ Λαχις
36 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ εἰς Χεβρων καὶ περιεκάθισεν αὐτήν
37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ὅσα ἠ̃ν ἐν αὐτη̨̃ οὐκ ἠ̃ν διασεσω̨σμένος ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἠ̃ν ἐν αὐτη̨̃
38 καὶ ἀπέστρεψεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ εἰς Δαβιρ καὶ περικαθίσαντες αὐτὴν
39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτη̃ς καὶ τὰς κώμας αὐτη̃ς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατέλιπον αὐτη̨̃ οὐδένα διασεσω̨σμένον ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τω̨̃ βασιλει̃ αὐτη̃ς οὕτως ἐποίησαν τη̨̃ Δαβιρ καὶ τω̨̃ βασιλει̃ αὐτη̃ς
40 καὶ ἐπάταξεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν τη̃ς ὀρεινη̃ς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλει̃ς αὐτη̃ς οὐ κατέλιπον αὐτω̃ν σεσω̨σμένον καὶ πα̃ν ἐμπνέον ζωη̃ς ἐξωλέθρευσεν ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ
41 ἀπὸ Καδης Βαρνη ἕως Γάζης πα̃σαν τὴν Γοσομ ἕως τη̃ς Γαβαων
42 καὶ πάντας τοὺς βασιλει̃ς αὐτω̃ν καὶ τὴν γη̃ν αὐτω̃ν ἐπάταξεν 'Ιησου̃ς εἰς ἅπαξ ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τω̨̃ Ισραηλ

IHSOUS NAUH, κεφαλίς 11

1 ὡς δὲ ἤκουσεν Ιαβιν βασιλεὺς Ασωρ ἀπέστειλεν πρὸς Ιωβαβ βασιλέα Μαρρων καὶ πρὸς βασιλέα Συμοων καὶ πρὸς βασιλέα Αζιφ
2 καὶ πρὸς τοὺς βασιλει̃ς τοὺς κατὰ Σιδω̃να τὴν μεγάλην εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν Ραβα ἀπέναντι Κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Ναφεδδωρ
3 καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολω̃ν καὶ εἰς τοὺς παραλίους Αμορραίους καὶ Ευαίους καὶ Ιεβουσαίους καὶ Φερεζαίους τοὺς ἐν τω̨̃ ὄρει καὶ τοὺς Χετταίους τοὺς ὑπὸ τὴν Αερμων εἰς γη̃ν Μασσηφα
4 καὶ ἐξη̃λθον αὐτοὶ καὶ οἱ βασιλει̃ς αὐτω̃ν μετ' αὐτω̃ν ὥσπερ ἡ ἄμμος τη̃ς θαλάσσης τω̨̃ πλήθει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα
5 καὶ συνη̃λθον πάντες οἱ βασιλει̃ς οὑ̃τοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ του̃ ὕδατος Μαρρων πολεμη̃σαι τὸν Ισραηλ
6 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον του̃ Ισραηλ τοὺς ἵππους αὐτω̃ν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτω̃ν κατακαύσεις ἐν πυρί
7 καὶ ἠ̃λθεν 'Ιησου̃ς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τη̨̃ ὀρεινη̨̃
8 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑποχειρίους Ισραηλ καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδω̃νος τη̃ς μεγάλης καὶ ἕως Μασερων καὶ ἕως τω̃ν πεδίων Μασσωχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν διασεσω̨σμένον
9 καὶ ἐποίησεν αὐτοι̃ς 'Ιησου̃ς ὃν τρόπον ἐνετείλατο αὐτω̨̃ κύριος τοὺς ἵππους αὐτω̃ν ἐνευροκόπησεν καὶ τὰ ἅρματα αὐτω̃ν ἐνέπρησεν ἐν πυρί
10 καὶ ἀπεστράφη 'Ιησου̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ κατελάβετο Ασωρ καὶ τὸν βασιλέα αὐτη̃ς ἠ̃ν δὲ Ασωρ τὸ πρότερον ἄρχουσα πασω̃ν τω̃ν βασιλειω̃ν τούτων
11 καὶ ἀπέκτειναν πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ ἐν ξίφει καὶ ἐξωλέθρευσαν πάντας καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ ἐμπνέον καὶ τὴν Ασωρ ἐνέπρησαν ἐν πυρί
12 καὶ πάσας τὰς πόλεις τω̃ν βασιλέων καὶ τοὺς βασιλει̃ς αὐτω̃ν ἔλαβεν 'Ιησου̃ς καὶ ἀνει̃λεν αὐτοὺς ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτούς ὃν τρόπον συνέταξεν Μωυση̃ς ὁ παι̃ς κυρίου
13 ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ισραηλ πλὴν Ασωρ μόνην ἐνέπρησεν 'Ιησου̃ς
14 καὶ πάντα τὰ σκυ̃λα αὐτη̃ς ἐπρονόμευσαν ἑαυτοι̃ς οἱ υἱοὶ Ισραηλ αὐτοὺς δὲ πάντας ἐξωλέθρευσαν ἐν στόματι ξίφους ἕως ἀπώλεσεν αὐτούς οὐ κατέλιπον ἐξ αὐτω̃ν οὐδὲ ἓν ἐμπνέον
15 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ τω̨̃ παιδὶ αὐτου̃ καὶ Μωυση̃ς ὡσαύτως ἐνετείλατο τω̨̃ 'Ιησοι̃ καὶ οὕτως ἐποίησεν 'Ιησου̃ς οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὡ̃ν συνέταξεν αὐτω̨̃ Μωυση̃ς
16 καὶ ἔλαβεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν τὴν ὀρεινὴν καὶ πα̃σαν τὴν Ναγεβ καὶ πα̃σαν τὴν γη̃ν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαι̃ς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά
17 τὰ πρὸς τω̨̃ ὄρει ἀπὸ ὄρους Αχελ καὶ ὃ προσαναβαίνει εἰς Σηιρ καὶ ἕως Βααλγαδ καὶ τὰ πεδία του̃ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Αερμων καὶ πάντας τοὺς βασιλει̃ς αὐτω̃ν ἔλαβεν καὶ ἀνει̃λεν αὐτοὺς καὶ ἀπέκτεινεν
18 καὶ πλείους ἡμέρας ἐποίησεν 'Ιησου̃ς πρὸς τοὺς βασιλει̃ς τούτους τὸν πόλεμον
19 καὶ οὐκ ἠ̃ν πόλις ἣν οὐκ ἔλαβεν Ισραηλ πάντα ἐλάβοσαν ἐν πολέμω̨
20 ὅτι διὰ κυρίου ἐγένετο κατισχυ̃σαι αὐτω̃ν τὴν καρδίαν συναντα̃ν εἰς πόλεμον πρὸς Ισραηλ ἵνα ἐξολεθρευθω̃σιν ὅπως μὴ δοθη̨̃ αὐτοι̃ς ἔλεος ἀλλ' ἵνα ἐξολεθρευθω̃σιν ὃν τρόπον εἰ̃πεν κύριος πρὸς Μωυση̃ν
21 καὶ ἠ̃λθεν 'Ιησου̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐξωλέθρευσεν τοὺς Ενακιμ ἐκ τη̃ς ὀρεινη̃ς ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωθ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ται̃ς πόλεσιν αὐτω̃ν καὶ ἐξωλέθρευσεν αὐτοὺς 'Ιησου̃ς
22 οὐ κατελείφθη τω̃ν Ενακιμ ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἀλλὰ πλὴν ἐν Γάζη̨ καὶ ἐν Γεθ καὶ ἐν Ασεδωθ κατελείφθη
23 καὶ ἔλαβεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν καθότι ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ ἔδωκεν αὐτοὺς 'Ιησου̃ς ἐν κληρονομία̨ Ισραηλ ἐν μερισμω̨̃ κατὰ φυλὰς αὐτω̃ν καὶ ἡ γη̃ κατέπαυσεν πολεμουμένη

IHSOUS NAUH, κεφαλίς 12

1 καὶ οὑ̃τοι οἱ βασιλει̃ς τη̃ς γη̃ς οὓς ἀνει̃λον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γη̃ν αὐτω̃ν πέραν του̃ Ιορδάνου ἀφ' ἡλίου ἀνατολω̃ν ἀπὸ φάραγγος Αρνων ἕως του̃ ὄρους Αερμων καὶ πα̃σαν τὴν γη̃ν Αραβα ἀπ' ἀνατολω̃ν
2 Σηων τὸν βασιλέα τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ ἥ ἐστιν ἐν τη̨̃ φάραγγι κατὰ μέρος τη̃ς φάραγγος καὶ τὸ ἥμισυ τη̃ς Γαλααδ ἕως Ιαβοκ ὅρια υἱω̃ν Αμμων
3 καὶ Αραβα ἕως τη̃ς θαλάσσης Χενερεθ κατ' ἀνατολὰς καὶ ἕως τη̃ς θαλάσσης Αραβα θάλασσαν τω̃ν ἁλω̃ν ἀπὸ ἀνατολω̃ν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα
4 καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τω̃ν γιγάντων ὁ κατοικω̃ν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
5 ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πα̃σαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως Εσεβων
6 Μωυση̃ς ὁ παι̃ς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυση̃ς ἐν κληρονομία̨ Ρουβην καὶ Γαδ καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση
7 καὶ οὑ̃τοι οἱ βασιλει̃ς τω̃ν Αμορραίων οὓς ἀνει̃λεν 'Ιησου̃ς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τω̨̃ πεδίω̨ του̃ Λιβάνου καὶ ἕως του̃ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν 'Ιησου̃ς ται̃ς φυλαι̃ς Ισραηλ κληρονομει̃ν κατὰ κλη̃ρον αὐτω̃ν
8 ἐν τω̨̃ ὄρει καὶ ἐν τω̨̃ πεδίω̨ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐν Ναγεβ τὸν Χετται̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ευαι̃ον καὶ τὸν Ιεβουσαι̃ον
9 τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τη̃ς Γαι ἥ ἐστιν πλησίον Βαιθηλ
10 βασιλέα Ιερουσαλημ βασιλέα Χεβρων
11 βασιλέα Ιεριμουθ βασιλέα Λαχις
12 βασιλέα Αιλαμ βασιλέα Γαζερ
13 βασιλέα Δαβιρ βασιλέα Γαδερ
14 βασιλέα Ερμαθ βασιλέα Αραθ
15 βασιλέα Λεβνα βασιλέα Οδολλαμ
16 βασιλέα Μακηδα
17 βασιλέα Ταφουγ βασιλέα Οφερ
18 βασιλέα Αφεκ τη̃ς Σαρων
19 βασιλέα Ασωρ
20 βασιλέα Συμοων βασιλέα Μαρρων βασιλέα Αζιφ
21 βασιλέα Καδης βασιλέα Ταναχ
22 βασιλέα Μαγεδων βασιλέα Ιεκοναμ του̃ Χερμελ
23 βασιλέα Δωρ του̃ Ναφεδδωρ βασιλέα Γωιμ τη̃ς Γαλιλαίας
24 βασιλέα Θαρσα πάντες οὑ̃τοι βασιλει̃ς εἴκοσι ἐννέα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.