Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 9

καὶ παράγων εἰ̃δεν ἄνθρωπον τυφλòν ἐκ γενετη̃ς
καὶ ἠρώτησαν αὐτòν οἱ μαθηταὶ αὐτου̃ λέγοντες ῥαββί τίς ἥμαρτεν οὑ̃τος ἢ οἱ γονει̃ς αὐτου̃ ἵνα τυφλòς γεννηθη̨̃
ἀπεκρίθη ’Ιησου̃ς οὔτε οὑ̃τος ἥμαρτεν οὔτε οἱ γονει̃ς αὐτου̃ ἀλλ' ἵνα φανερωθη̨̃ τὰ ἔργα του̃ θεου̃ ἐν αὐτω̨̃
ἡμα̃ς δει̃ ἐργάζεσθαι τὰ ἔργα του̃ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι
ὅταν ἐν τω̨̃ κόσμω̨ ὠ̃ φω̃ς εἰμι του̃ κόσμου
ταυ̃τα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλòν ἐκ του̃ πτύσματος καὶ ἐπέχρισεν αὐτου̃ τòν πηλòν ἐπὶ τοὺς ὀφθαλμοὺς
καὶ εἰ̃πεν αὐτω̨̃ ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν του̃ Σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος ἀπη̃λθεν οὐ̃ν καὶ ἐνίψατο καὶ ἠ̃λθεν βλέπων
οἱ οὐ̃ν γείτονες καὶ οἱ θεωρου̃ντες αὐτòν τò πρότερον ὅτι προσαίτης ἠ̃ν ἔλεγον οὐχ οὑ̃τός ἐστιν ὁ καθήμενος καὶ προσαιτω̃ν
ἄλλοι ἔλεγον ὅτι οὑ̃τός ἐστιν ἄλλοι ἔλεγον οὐχί ἀλλὰ ὅμοιος αὐτω̨̃ ἐστιν ἐκει̃νος ἔλεγεν ὅτι ἐγώ εἰμι
10 ἔλεγον οὐ̃ν αὐτω̨̃ πω̃ς οὐ̃ν ἠνεώ̨χθησάν σου οἱ ὀφθαλμοί
11 ἀπεκρίθη ἐκει̃νος ὁ ἄνθρωπος ὁ λεγόμενος ’Ιησου̃ς πηλòν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἰ̃πέν μοι ὅτι ὕπαγε εἰς τòν Σιλωὰμ καὶ νίψαι ἀπελθὼν οὐ̃ν καὶ νιψάμενος ἀνέβλεψα
12 καὶ εἰ̃παν αὐτω̨̃ που̃ ἐστιν ἐκει̃νος λέγει οὐκ οἰ̃δα
13 ἄγουσιν αὐτòν πρòς τοὺς Φαρισαίους τόν ποτε τυφλόν
14 ἠ̃ν δὲ σάββατον ἐν ἡ̨̃ ἡμέρα̨ τòν πηλòν ἐποίησεν ὁ ’Ιησου̃ς καὶ ἀνέω̨ξεν αὐτου̃ τοὺς ὀφθαλμούς
15 πάλιν οὐ̃ν ἠρώτων αὐτòν καὶ οἱ Φαρισαι̃οι πω̃ς ἀνέβλεψεν ὁ δὲ εἰ̃πεν αὐτοι̃ς πηλòν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς καὶ ἐνιψάμην καὶ βλέπω
16 ἔλεγον οὐ̃ν ἐκ τω̃ν Φαρισαίων τινές οὐκ ἔστιν οὑ̃τος παρὰ θεου̃ ὁ ἄνθρωπος ὅτι τò σάββατον οὐ τηρει̃ ἄλλοι δὲ ἔλεγον πω̃ς δύναται ἄνθρωπος ἁμαρτωλòς τοιαυ̃τα σημει̃α ποιει̃ν καὶ σχίσμα ἠ̃ν ἐν αὐτοι̃ς
17 λέγουσιν οὐ̃ν τω̨̃ τυφλω̨̃ πάλιν τί σὺ λέγεις περὶ αὐτου̃ ὅτι ἠνέω̨ξέν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἰ̃πεν ὅτι προφήτης ἐστίν
18 οὐκ ἐπίστευσαν οὐ̃ν οἱ ’Ιουδαι̃οι περὶ αὐτου̃ ὅτι ἠ̃ν τυφλòς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονει̃ς αὐτου̃ του̃ ἀναβλέψαντος
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὑ̃τός ἐστιν ὁ υἱòς ὑμω̃ν ὃν ὑμει̃ς λέγετε ὅτι τυφλòς ἐγεννήθη πω̃ς οὐ̃ν βλέπει ἄρτι
20 ἀπεκρίθησαν οὐ̃ν οἱ γονει̃ς αὐτου̃ καὶ εἰ̃παν οἴδαμεν ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς ἡμω̃ν καὶ ὅτι τυφλòς ἐγεννήθη
21 πω̃ς δὲ νυ̃ν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτου̃ τοὺς ὀφθαλμοὺς ἡμει̃ς οὐκ οἴδαμεν αὐτòν ἐρωτήσατε ἡλικίαν ἔχει αὐτòς περὶ ἑαυτου̃ λαλήσει
22 ταυ̃τα εἰ̃παν οἱ γονει̃ς αὐτου̃ ὅτι ἐφοβου̃ντο τοὺς ’Ιουδαίους ἤδη γὰρ συνετέθειντο οἱ ’Ιουδαι̃οι ἵνα ἐάν τις αὐτòν ὁμολογήση̨ Χριστόν ἀποσυνάγωγος γένηται
23 διὰ του̃το οἱ γονει̃ς αὐτου̃ εἰ̃παν ὅτι ἡλικίαν ἔχει αὐτòν ἐπερωτήσατε
24 ἐφώνησαν οὐ̃ν τòν ἄνθρωπον ἐκ δευτέρου ὃς ἠ̃ν τυφλòς καὶ εἰ̃παν αὐτω̨̃ δòς δόξαν τω̨̃ θεω̨̃ ἡμει̃ς οἴδαμεν ὅτι οὑ̃τος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν
25 ἀπεκρίθη οὐ̃ν ἐκει̃νος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἰ̃δα ἓν οἰ̃δα ὅτι τυφλòς ὢν ἄρτι βλέπω
26 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί ἐποίησέν σοι πω̃ς ἤνοιξέν σου τοὺς ὀφθαλμούς
27 ἀπεκρίθη αὐτοι̃ς εἰ̃πον ὑμι̃ν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμει̃ς θέλετε αὐτου̃ μαθηταὶ γενέσθαι
28 καὶ ἐλοιδόρησαν αὐτòν καὶ εἰ̃πον σὺ μαθητὴς εἰ̃ ἐκείνου ἡμει̃ς δὲ του̃ Μωϋσέως ἐσμὲν μαθηταί
29 ἡμει̃ς οἴδαμεν ὅτι Μωϋσει̃ λελάληκεν ὁ θεός του̃τον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἰ̃πεν αὐτοι̃ς ἐν τούτω̨ γὰρ τò θαυμαστόν ἐστιν ὅτι ὑμει̃ς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς
31 οἴδαμεν ὅτι ἁμαρτωλω̃ν ὁ θεòς οὐκ ἀκούει ἀλλ' ἐάν τις θεοσεβὴς ἠ̨̃ καὶ τò θέλημα αὐτου̃ ποιη̨̃ τούτου ἀκούει
32 ἐκ του̃ αἰω̃νος οὐκ ἠκούσθη ὅτι ἠνέω̨ξέν τις ὀφθαλμοὺς τυφλου̃ γεγεννημένου
33 εἰ μὴ ἠ̃ν οὑ̃τος παρὰ θεου̃ οὐκ ἠδύνατο ποιει̃ν οὐδέν
34 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμα̃ς καὶ ἐξέβαλον αὐτòν ἔξω
35 ἤκουσεν ’Ιησου̃ς ὅτι ἐξέβαλον αὐτòν ἔξω καὶ εὑρὼν αὐτòν εἰ̃πεν σὺ πιστεύεις εἰς τòν υἱòν του̃ ἀνθρώπου
36 ἀπεκρίθη ἐκει̃νος καὶ εἰ̃πεν καὶ τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν
37 εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ ἑώρακας αὐτòν καὶ ὁ λαλω̃ν μετὰ σου̃ ἐκει̃νός ἐστιν
38 ὁ δὲ ἔφη πιστεύω κύριε καὶ προσεκύνησεν αὐτω̨̃
39 καὶ εἰ̃πεν ὁ ’Ιησου̃ς εἰς κρίμα ἐγὼ εἰς τòν κόσμον του̃τον ἠ̃λθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται
40 ἤκουσαν ἐκ τω̃ν Φαρισαίων ταυ̃τα οἱ μετ' αὐτου̃ ὄντες καὶ εἰ̃πον αὐτω̨̃ μὴ καὶ ἡμει̃ς τυφλοί ἐσμεν
41 εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ τυφλοὶ ἠ̃τε οὐκ ἂν εἴχετε ἁμαρτίαν νυ̃ν δὲ λέγετε ὅτι βλέπομεν ἡ ἁμαρτία ὑμω̃ν μένει
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.