Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 6,  στἰχοι 39-71

39 του̃το δέ ἐστιν τò θέλημα του̃ πέμψαντός με ἵνα πα̃ν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτου̃ ἀλλὰ ἀναστήσω αὐτò ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
40 του̃το γάρ ἐστιν τò θέλημα του̃ πατρός μου ἵνα πα̃ς ὁ θεωρω̃ν τòν υἱòν καὶ πιστεύων εἰς αὐτòν ἔχη̨ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτòν ἐγὼ ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
41 ἐγόγγυζον οὐ̃ν οἱ ’Ιουδαι̃οι περὶ αὐτου̃ ὅτι εἰ̃πεν ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ του̃ οὐρανου̃
42 καὶ ἔλεγον οὐχ οὑ̃τός ἐστιν ’Ιησου̃ς ὁ υἱòς ’Ιωσήφ οὑ̃ ἡμει̃ς οἴδαμεν τòν πατέρα καὶ τὴν μητέρα πω̃ς νυ̃ν λέγει ὅτι ἐκ του̃ οὐρανου̃ καταβέβηκα
43 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς μὴ γογγύζετε μετ' ἀλλήλων
44 οὐδεὶς δύναται ἐλθει̃ν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύση̨ αὐτόν κἀγὼ ἀναστήσω αὐτòν ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
45 ἔστιν γεγραμμένον ἐν τοι̃ς προφήταις καὶ ἔσονται πάντες διδακτοὶ θεου̃ πα̃ς ὁ ἀκούσας παρὰ του̃ πατρòς καὶ μαθὼν ἔρχεται πρòς ἐμέ
46 οὐχ ὅτι τòν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ του̃ θεου̃ οὑ̃τος ἑώρακεν τòν πατέρα
47 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον
48 ἐγώ εἰμι ὁ ἄρτος τη̃ς ζωη̃ς
49 οἱ πατέρες ὑμω̃ν ἔφαγον ἐν τη̨̃ ἐρήμω̨ τò μάννα καὶ ἀπέθανον
50 οὑ̃τός ἐστιν ὁ ἄρτος ὁ ἐκ του̃ οὐρανου̃ καταβαίνων ἵνα τις ἐξ αὐτου̃ φάγη̨ καὶ μὴ ἀποθάνη̨
51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζω̃ν ὁ ἐκ του̃ οὐρανου̃ καταβάς ἐάν τις φάγη̨ ἐκ τούτου του̃ ἄρτου ζήσει εἰς τòν αἰω̃να καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τη̃ς του̃ κόσμου ζωη̃ς
52 ἐμάχοντο οὐ̃ν πρòς ἀλλήλους οἱ ’Ιουδαι̃οι λέγοντες πω̃ς δύναται οὑ̃τος ἡμι̃ν δου̃ναι τὴν σάρκα αὐτου̃ φαγει̃ν
53 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ φάγητε τὴν σάρκα του̃ υἱου̃ του̃ ἀνθρώπου καὶ πίητε αὐτου̃ τò αἱ̃μα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοι̃ς
54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τò αἱ̃μα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτòν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρω̃σις καὶ τò αἱ̃μά μου ἀληθής ἐστιν πόσις
56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τò αἱ̃μα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτω̨̃
57 καθὼς ἀπέστειλέν με ὁ ζω̃ν πατὴρ κἀγὼ ζω̃ διὰ τòν πατέρα καὶ ὁ τρώγων με κἀκει̃νος ζήσει δι' ἐμέ
58 οὑ̃τός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανου̃ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον ὁ τρώγων του̃τον τòν ἄρτον ζήσει εἰς τòν αἰω̃να
59 ταυ̃τα εἰ̃πεν ἐν συναγωγη̨̃ διδάσκων ἐν Καφαρναούμ
60 πολλοὶ οὐ̃ν ἀκούσαντες ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃παν σκληρός ἐστιν ὁ λόγος οὑ̃τος τίς δύναται αὐτου̃ ἀκούειν
61 εἰδὼς δὲ ὁ ’Ιησου̃ς ἐν ἑαυτω̨̃ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτου̃ εἰ̃πεν αὐτοι̃ς του̃το ὑμα̃ς σκανδαλίζει
62 ἐὰν οὐ̃ν θεωρη̃τε τòν υἱòν του̃ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἠ̃ν τò πρότερον
63 τò πνευ̃μά ἐστιν τò ζω̨οποιου̃ν ἡ σὰρξ οὐκ ὠφελει̃ οὐδέν τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμι̃ν πνευ̃μά ἐστιν καὶ ζωή ἐστιν
64 ἀλλ' εἰσὶν ἐξ ὑμω̃ν τινες οἳ οὐ πιστεύουσιν ἤ̨δει γὰρ ἐξ ἀρχη̃ς ὁ ’Ιησου̃ς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν
65 καὶ ἔλεγεν διὰ του̃το εἴρηκα ὑμι̃ν ὅτι οὐδεὶς δύναται ἐλθει̃ν πρός με ἐὰν μὴ ἠ̨̃ δεδομένον αὐτω̨̃ ἐκ του̃ πατρός
66 ἐκ τούτου πολλοὶ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ἀπη̃λθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτου̃ περιεπάτουν
67 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς τοι̃ς δώδεκα μὴ καὶ ὑμει̃ς θέλετε ὑπάγειν
68 ἀπεκρίθη αὐτω̨̃ Σίμων Πέτρος κύριε πρòς τίνα ἀπελευσόμεθα ῥήματα ζωη̃ς αἰωνίου ἔχεις
69 καὶ ἡμει̃ς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἰ̃ ὁ ἅγιος του̃ θεου̃
70 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐκ ἐγὼ ὑμα̃ς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμω̃ν εἱ̃ς διάβολός ἐστιν
71 ἔλεγεν δὲ τòν ’Ιούδαν Σίμωνος ’Ισκαριώτου οὑ̃τος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν εἱ̃ς ἐκ τω̃ν δώδεκα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.