Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 5,  στἰχοι 31-47

31 ἐὰν ἐγὼ μαρτυρω̃ περὶ ἐμαυτου̃ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής
32 ἄλλος ἐστὶν ὁ μαρτυρω̃ν περὶ ἐμου̃ καὶ οἰ̃δα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρει̃ περὶ ἐμου̃
33 ὑμει̃ς ἀπεστάλκατε πρòς ’Ιωάννην καὶ μεμαρτύρηκεν τη̨̃ ἀληθεία̨
34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταυ̃τα λέγω ἵνα ὑμει̃ς σωθη̃τε
35 ἐκει̃νος ἠ̃ν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ὑμει̃ς δὲ ἠθελήσατε ἀγαλλιαθη̃ναι πρòς ὥραν ἐν τω̨̃ φωτὶ αὐτου̃
36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω του̃ ’Ιωάννου τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά αὐτὰ τὰ ἔργα ἃ ποιω̃ μαρτυρει̃ περὶ ἐμου̃ ὅτι ὁ πατήρ με ἀπέσταλκεν
37 καὶ ὁ πέμψας με πατὴρ ἐκει̃νος μεμαρτύρηκεν περὶ ἐμου̃ οὔτε φωνὴν αὐτου̃ πώποτε ἀκηκόατε οὔτε εἰ̃δος αὐτου̃ ἑωράκατε
38 καὶ τòν λόγον αὐτου̃ οὐκ ἔχετε ἐν ὑμι̃ν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκει̃νος τούτω̨ ὑμει̃ς οὐ πιστεύετε
39 ἐραυνα̃τε τὰς γραφάς ὅτι ὑμει̃ς δοκει̃τε ἐν αὐται̃ς ζωὴν αἰώνιον ἔχειν καὶ ἐκει̃ναί εἰσιν αἱ μαρτυρου̃σαι περὶ ἐμου̃
40 καὶ οὐ θέλετε ἐλθει̃ν πρός με ἵνα ζωὴν ἔχητε
41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω
42 ἀλλὰ ἔγνωκα ὑμα̃ς ὅτι τὴν ἀγάπην του̃ θεου̃ οὐκ ἔχετε ἐν ἑαυτοι̃ς
43 ἐγὼ ἐλήλυθα ἐν τω̨̃ ὀνόματι του̃ πατρός μου καὶ οὐ λαμβάνετέ με ἐὰν ἄλλος ἔλθη̨ ἐν τω̨̃ ὀνόματι τω̨̃ ἰδίω̨ ἐκει̃νον λήμψεσθε
44 πω̃ς δύνασθε ὑμει̃ς πιστευ̃σαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ του̃ μόνου θεου̃ οὐ ζητει̃τε
45 μὴ δοκει̃τε ὅτι ἐγὼ κατηγορήσω ὑμω̃ν πρòς τòν πατέρα ἔστιν ὁ κατηγορω̃ν ὑμω̃ν Μωϋση̃ς εἰς ὃν ὑμει̃ς ἠλπίκατε
46 εἰ γὰρ ἐπιστεύετε Μωϋσει̃ ἐπιστεύετε ἂν ἐμοί περὶ γὰρ ἐμου̃ ἐκει̃νος ἔγραψεν
47 εἰ δὲ τοι̃ς ἐκείνου γράμμασιν οὐ πιστεύετε πω̃ς τοι̃ς ἐμοι̃ς ῥήμασιν πιστεύσετε
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.