Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 21

μετὰ ταυ̃τα ἐφανέρωσεν ἑαυτòν πάλιν ὁ ’Ιησου̃ς τοι̃ς μαθηται̃ς ἐπὶ τη̃ς θαλάσσης τη̃ς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως
ἠ̃σαν ὁμου̃ Σίμων Πέτρος καὶ Θωμα̃ς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπò Κανὰ τη̃ς Γαλιλαίας καὶ οἱ του̃ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ δύο
λέγει αὐτοι̃ς Σίμων Πέτρος ὑπάγω ἁλιεύειν λέγουσιν αὐτω̨̃ ἐρχόμεθα καὶ ἡμει̃ς σὺν σοί ἐξη̃λθον καὶ ἐνέβησαν εἰς τò πλοι̃ον καὶ ἐν ἐκείνη̨ τη̨̃ νυκτὶ ἐπίασαν οὐδέν
πρωΐας δὲ ἤδη γενομένης ἔστη ’Ιησου̃ς εἰς τòν αἰγιαλόν οὐ μέντοι ἤ̨δεισαν οἱ μαθηταὶ ὅτι ’Ιησου̃ς ἐστιν
λέγει οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς παιδία μή τι προσφάγιον ἔχετε ἀπεκρίθησαν αὐτω̨̃ οὔ
ὁ δὲ εἰ̃πεν αὐτοι̃ς βάλετε εἰς τὰ δεξιὰ μέρη του̃ πλοίου τò δίκτυον καὶ εὑρήσετε ἔβαλον οὐ̃ν καὶ οὐκέτι αὐτò ἑλκύσαι ἴσχυον ἀπò του̃ πλήθους τω̃ν ἰχθύων
λέγει οὐ̃ν ὁ μαθητὴς ἐκει̃νος ὃν ἠγάπα ὁ ’Ιησου̃ς τω̨̃ Πέτρω̨ ὁ κύριός ἐστιν Σίμων οὐ̃ν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τòν ἐπενδύτην διεζώσατο ἠ̃ν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτòν εἰς τὴν θάλασσαν
οἱ δὲ ἄλλοι μαθηταὶ τω̨̃ πλοιαρίω̨ ἠ̃λθον οὐ γὰρ ἠ̃σαν μακρὰν ἀπò τη̃ς γη̃ς ἀλλὰ ὡς ἀπò πηχω̃ν διακοσίων σύροντες τò δίκτυον τω̃ν ἰχθύων
ὡς οὐ̃ν ἀπέβησαν εἰς τὴν γη̃ν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον
10 λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς ἐνέγκατε ἀπò τω̃ν ὀψαρίων ὡ̃ν ἐπιάσατε νυ̃ν
11 ἀνέβη οὐ̃ν Σίμων Πέτρος καὶ εἵλκυσεν τò δίκτυον εἰς τὴν γη̃ν μεστòν ἰχθύων μεγάλων ἑκατòν πεντήκοντα τριω̃ν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τò δίκτυον
12 λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς δευ̃τε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τω̃ν μαθητω̃ν ἐξετάσαι αὐτόν σὺ τίς εἰ̃ εἰδότες ὅτι ὁ κύριός ἐστιν
13 ἔρχεται ’Ιησου̃ς καὶ λαμβάνει τòν ἄρτον καὶ δίδωσιν αὐτοι̃ς καὶ τò ὀψάριον ὁμοίως
14 του̃το ἤδη τρίτον ἐφανερώθη ’Ιησου̃ς τοι̃ς μαθηται̃ς ἐγερθεὶς ἐκ νεκρω̃ν
15 ὅτε οὐ̃ν ἠρίστησαν λέγει τω̨̃ Σίμωνι Πέτρω̨ ὁ ’Ιησου̃ς Σίμων ’Ιωάννου ἀγαπα̨̃ς με πλέον τούτων λέγει αὐτω̨̃ ναί κύριε σὺ οἰ̃δας ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ βόσκε τὰ ἀρνία μου
16 λέγει αὐτω̨̃ πάλιν δεύτερον Σίμων ’Ιωάννου ἀγαπα̨̃ς με λέγει αὐτω̨̃ ναί κύριε σὺ οἰ̃δας ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ ποίμαινε τὰ πρόβατά μου
17 λέγει αὐτω̨̃ τò τρίτον Σίμων ’Ιωάννου φιλει̃ς με ἐλυπήθη ὁ Πέτρος ὅτι εἰ̃πεν αὐτω̨̃ τò τρίτον φιλει̃ς με καὶ λέγει αὐτω̨̃ κύριε πάντα σὺ οἰ̃δας σὺ γινώσκεις ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς βόσκε τὰ πρόβατά μου
18 ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἠ̃ς νεώτερος ἐζώννυες σεαυτòν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράση̨ς ἐκτενει̃ς τὰς χει̃ράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις
19 του̃το δὲ εἰ̃πεν σημαίνων ποίω̨ θανάτω̨ δοξάσει τòν θεόν καὶ του̃το εἰπὼν λέγει αὐτω̨̃ ἀκολούθει μοι
20 ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τòν μαθητὴν ὃν ἠγάπα ὁ ’Ιησου̃ς ἀκολουθου̃ντα ὃς καὶ ἀνέπεσεν ἐν τω̨̃ δείπνω̨ ἐπὶ τò στη̃θος αὐτου̃ καὶ εἰ̃πεν κύριε τίς ἐστιν ὁ παραδιδούς σε
21 του̃τον οὐ̃ν ἰδὼν ὁ Πέτρος λέγει τω̨̃ ’Ιησου̃ κύριε οὑ̃τος δὲ τί
22 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἐὰν αὐτòν θέλω μένειν ἕως ἔρχομαι τί πρòς σέ σύ μοι ἀκολούθει
23 ἐξη̃λθεν οὐ̃ν οὑ̃τος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκει̃νος οὐκ ἀποθνή̨σκει οὐκ εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι οὐκ ἀποθνή̨σκει ἀλλ' ἐὰν αὐτòν θέλω μένειν ἕως ἔρχομαι τί πρòς σέ
24 οὑ̃τός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρω̃ν περὶ τούτων καὶ ὁ γράψας ταυ̃τα καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτου̃ ἡ μαρτυρία ἐστίν
25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ’Ιησου̃ς ἅτινα ἐὰν γράφηται καθ' ἕν οὐδ' αὐτòν οἰ̃μαι τòν κόσμον χωρη̃σαι τὰ γραφόμενα βιβλία
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.