ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 11,
στἰχοι 47-53
47 συνήγαγον οὐ̃ν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι συνέδριον καὶ ἔλεγον τί ποιου̃μεν ὅτι οὑ̃τος ὁ ἄνθρωπος πολλὰ ποιει̃ σημει̃α |
48 ἐὰν ἀφω̃μεν αὐτòν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ ῥωμαι̃οι καὶ ἀρου̃σιν ἡμω̃ν καὶ τòν τόπον καὶ τò ἔθνος |
49 εἱ̃ς δέ τις ἐξ αὐτω̃ν Καϊάφας ἀρχιερεὺς ὢν του̃ ἐνιαυτου̃ ἐκείνου εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς οὐκ οἴδατε οὐδέν |
50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμι̃ν ἵνα εἱ̃ς ἄνθρωπος ἀποθάνη̨ ὑπὲρ του̃ λαου̃ καὶ μὴ ὅλον τò ἔθνος ἀπόληται |
51 του̃το δὲ ἀφ' ἑαυτου̃ οὐκ εἰ̃πεν ἀλλὰ ἀρχιερεὺς ὢν του̃ ἐνιαυτου̃ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν ’Ιησου̃ς ἀποθνή̨σκειν ὑπὲρ του̃ ἔθνους |
52 καὶ οὐχ ὑπὲρ του̃ ἔθνους μόνον ἀλλ' ἵνα καὶ τὰ τέκνα του̃ θεου̃ τὰ διεσκορπισμένα συναγάγη̨ εἰς ἕν |
53 ἀπ' ἐκείνης οὐ̃ν τη̃ς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.