1 διότι ἰδοὺ ἐγὼ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ιουδα καὶ Ιερουσαλημ |
2 καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαφατ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκει̃ ὑπὲρ του̃ λαου̃ μου καὶ τη̃ς κληρονομίας μου Ισραηλ οἳ διεσπάρησαν ἐν τοι̃ς ἔθνεσιν καὶ τὴν γη̃ν μου καταδιείλαντο |
3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον |
4 καὶ τί καὶ ὑμει̃ς ἐμοί Τύρος καὶ Σιδὼν καὶ πα̃σα Γαλιλαία ἀλλοφύλων μὴ ἀνταπόδομα ὑμει̃ς ἀνταποδίδοτέ μοι ἢ μνησικακει̃τε ὑμει̃ς ἐπ' ἐμοὶ ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμω̃ν εἰς κεφαλὰς ὑμω̃ν |
5 ἀνθ' ὡ̃ν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμω̃ν |
6 καὶ τοὺς υἱοὺς Ιουδα καὶ τοὺς υἱοὺς Ιερουσαλημ ἀπέδοσθε τοι̃ς υἱοι̃ς τω̃ν 'Ελλήνων ὅπως ἐξώσητε αὐτοὺς ἐκ τω̃ν ὁρίων αὐτω̃ν |
7 ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ του̃ τόπου οὑ̃ ἀπέδοσθε αὐτοὺς ἐκει̃ καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμω̃ν εἰς κεφαλὰς ὑμω̃ν |
8 καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμω̃ν καὶ τὰς θυγατέρας ὑμω̃ν εἰς χει̃ρας υἱω̃ν Ιουδα καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον ὅτι κύριος ἐλάλησεν |
9 κηρύξατε ταυ̃τα ἐν τοι̃ς ἔθνεσιν ἁγιάσατε πόλεμον ἐξεγείρατε τοὺς μαχητάς προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες πολεμισταί |
10 συγκόψατε τὰ ἄροτρα ὑμω̃ν εἰς ῥομφαίας καὶ τὰ δρέπανα ὑμω̃ν εἰς σειρομάστας ὁ ἀδύνατος λεγέτω ὅτι ἰσχύω ἐγώ |
11 συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκει̃ ὁ πραὺ̈ς ἔστω μαχητής |
12 ἐξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ιωσαφατ διότι ἐκει̃ καθιω̃ του̃ διακρι̃ναι πάντα τὰ ἔθνη κυκλόθεν |
13 ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκεν τρύγητος εἰσπορεύεσθε πατει̃τε διότι πλήρης ἡ ληνός ὑπερεκχει̃ται τὰ ὑπολήνια ὅτι πεπλήθυνται τὰ κακὰ αὐτω̃ν |
14 ἠ̃χοι ἐξήχησαν ἐν τη̨̃ κοιλάδι τη̃ς δίκης ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τη̨̃ κοιλάδι τη̃ς δίκης |
15 ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτω̃ν |
16 ὁ δὲ κύριος ἐκ Σιων ἀνακεκράξεται καὶ ἐξ Ιερουσαλημ δώσει φωνὴν αὐτου̃ καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γη̃ ὁ δὲ κύριος φείσεται του̃ λαου̃ αὐτου̃ καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ισραηλ |
17 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὁ κατασκηνω̃ν ἐν Σιων ἐν ὄρει ἁγίω̨ μου καὶ ἔσται Ιερουσαλημ πόλις ἁγία καὶ ἀλλογενει̃ς οὐ διελεύσονται δι' αὐτη̃ς οὐκέτι |
18 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν καὶ οἱ βουνοὶ ῥυήσονται γάλα καὶ πα̃σαι αἱ ἀφέσεις Ιουδα ῥυήσονται ὕδατα καὶ πηγὴ ἐξ οἴκου κυρίου ἐξελεύσεται καὶ ποτιει̃ τὸν χειμάρρουν τω̃ν σχοίνων |
19 Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται καὶ ἡ Ιδουμαία εἰς πεδίον ἀφανισμου̃ ἔσται ἐξ ἀδικιω̃ν υἱω̃ν Ιουδα ἀνθ' ὡ̃ν ἐξέχεαν αἱ̃μα δίκαιον ἐν τη̨̃ γη̨̃ αὐτω̃ν |
20 ἡ δὲ Ιουδαία εἰς τὸν αἰω̃να κατοικηθήσεται καὶ Ιερουσαλημ εἰς γενεὰς γενεω̃ν |
21 καὶ ἐκδικήσω τὸ αἱ̃μα αὐτω̃ν καὶ οὐ μὴ ἀθω̨ώσω καὶ κύριος κατασκηνώσει ἐν Σιων |