Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΩΒ, κεφαλίς 9

ὑπολαβὼν δὲ Ιωβ λέγει
ἐπ' ἀληθείας οἰ̃δα ὅτι οὕτως ἐστίν πω̃ς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίω̨
ἐὰν γὰρ βούληται κριθη̃ναι αὐτω̨̃ οὐ μὴ ὑπακούση̨ αὐτω̨̃ ἵνα μὴ ἀντείπη̨ πρὸς ἕνα λόγον αὐτου̃ ἐκ χιλίων
σοφὸς γάρ ἐστιν διανοία̨ κραταιός τε καὶ μέγας τίς σκληρὸς γενόμενος ἐναντίον αὐτου̃ ὑπέμεινεν
ὁ παλαιω̃ν ὄρη καὶ οὐκ οἴδασιν ὁ καταστρέφων αὐτὰ ὀργη̨̃
ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων οἱ δὲ στυ̃λοι αὐτη̃ς σαλεύονται
ὁ λέγων τω̨̃ ἡλίω̨ καὶ οὐκ ἀνατέλλει κατὰ δὲ ἄστρων κατασφραγίζει
ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατω̃ν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης
ὁ ποιω̃ν Πλειάδα καὶ ἕσπερον καὶ ἀρκτου̃ρον καὶ ταμίεια νότου
10 ὁ ποιω̃ν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός
11 ἐὰν ὑπερβη̨̃ με οὐ μὴ ἴδω καὶ ἐὰν παρέλθη̨ με οὐδ' ὡ̃ς ἔγνων
12 ἐὰν ἀπαλλάξη̨ τίς ἀποστρέψει ἢ τίς ἐρει̃ αὐτω̨̃ τί ἐποίησας
13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν ὑπ' αὐτου̃ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν
14 ἐὰν δέ μου ὑπακούσηται ἠ̃ διακρινει̃ τὰ ῥήματά μου
15 ἐάν τε γὰρ ὠ̃ δίκαιος οὐκ εἰσακούσεταί μου του̃ κρίματος αὐτου̃ δεηθήσομαι
16 ἐάν τε καλέσω καὶ ὑπακούση̨ οὐ πιστεύω ὅτι εἰσακήκοέν μου
17 μὴ γνόφω̨ με ἐκτρίψη̨ πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενη̃ς
18 οὐκ ἐα̨̃ γάρ με ἀναπνευ̃σαι ἐνέπλησεν δέ με πικρίας
19 ὅτι μὲν γὰρ ἰσχύι κρατει̃ τίς οὐ̃ν κρίματι αὐτου̃ ἀντιστήσεται
20 ἐὰν γὰρ ὠ̃ δίκαιος τὸ στόμα μου ἀσεβήσει ἐάν τε ὠ̃ ἄμεμπτος σκολιὸς ἀποβήσομαι
21 εἴτε γὰρ ἠσέβησα οὐκ οἰ̃δα τη̨̃ ψυχη̨̃ πλὴν ὅτι ἀφαιρει̃ταί μου ἡ ζωή
22 διὸ εἰ̃πον μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή
23 ὅτι φαυ̃λοι ἐν θανάτω̨ ἐξαισίω̨ ἀλλὰ δίκαιοι καταγελω̃νται
24 παραδέδονται γὰρ εἰς χει̃ρας ἀσεβου̃ς πρόσωπα κριτω̃ν αὐτη̃ς συγκαλύπτει εἰ δὲ μὴ αὐτός τίς ἐστιν
25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως ἀπέδρασαν καὶ οὐκ εἴδοσαν
26 ἠ̃ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδου̃ ἢ ἀετου̃ πετομένου ζητου̃ντος βοράν
27 ἐάν τε γὰρ εἴπω ἐπιλήσομαι λαλω̃ν συγκύψας τω̨̃ προσώπω̨ στενάξω
28 σείομαι πα̃σιν τοι̃ς μέλεσιν οἰ̃δα γὰρ ὅτι οὐκ ἀθω̨̃όν με ἐάσεις
29 ἐπειδὴ δέ εἰμι ἀσεβής διὰ τί οὐκ ἀπέθανον
30 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραι̃ς
31 ἱκανω̃ς ἐν ῥύπω̨ με ἔβαψας ἐβδελύξατο δέ με ἡ στολή
32 οὐ γὰρ εἰ̃ ἄνθρωπος κατ' ἐμέ ὡ̨̃ ἀντικρινου̃μαι ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν
33 εἴθε ἠ̃ν ὁ μεσίτης ἡμω̃ν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων
34 ἀπαλλαξάτω ἀπ' ἐμου̃ τὴν ῥάβδον ὁ δὲ φόβος αὐτου̃ μή με στροβείτω
35 καὶ οὐ μὴ φοβηθω̃ ἀλλὰ λαλήσω οὐ γὰρ οὕτω συνεπίσταμαι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.