Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΩΒ, κεφαλίς 36

προσθεὶς δὲ Ελιους ἔτι λέγει
μει̃νόν με μικρὸν ἔτι ἵνα διδάξω σε ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις
ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρω̃
ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνίεις
γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον δυνατὸς ἰσχύι καρδίας
ἀσεβη̃ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχω̃ν δώσει
οὐκ ἀφελει̃ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτου̃ καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιει̃ αὐτοὺς εἰς νει̃κος καὶ ὑψωθήσονται
καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας
καὶ ἀναγγελει̃ αὐτοι̃ς τὰ ἔργα αὐτω̃ν καὶ τὰ παραπτώματα αὐτω̃ν ὅτι ἰσχύσουσιν
10 ἀλλὰ του̃ δικαίου εἰσακούσεται καὶ εἰ̃πεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας
11 ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν συντελέσουσιν τὰς ἡμέρας αὐτω̃ν ἐν ἀγαθοι̃ς καὶ τὰ ἔτη αὐτω̃ν ἐν εὐπρεπείαις
12 ἀσεβει̃ς δὲ οὐ διασώ̨ζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἠ̃σαν
13 καὶ ὑποκριταὶ καρδία̨ τάξουσιν θυμόν οὐ βοήσονται ὅτι ἔδησεν αὐτούς
14 ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτω̃ν ἡ δὲ ζωὴ αὐτω̃ν τιτρωσκομένη ὑπὸ ἀγγέλων
15 ἀνθ' ὡ̃ν ἔθλιψαν ἀσθενη̃ καὶ ἀδύνατον κρίμα δὲ πραέων ἐκθήσει
16 καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθρου̃ ἄβυσσος κατάχυσις ὑποκάτω αὐτη̃ς καὶ κατέβη τράπεζά σου πλήρης πιότητος
17 οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα
18 θυμὸς δὲ ἐπ' ἀσεβει̃ς ἔσται δι' ἀσέβειαν δώρων ὡ̃ν ἐδέχοντο ἐπ' ἀδικίαις
19 μή σε ἐκκλινάτω ἑκὼν ὁ νου̃ς δεήσεως ἐν ἀνάγκη̨ ὄντων ἀδυνάτων καὶ πάντας τοὺς κραταιου̃ντας ἰσχύν
20 μὴ ἐξελκύση̨ς τὴν νύκτα του̃ ἀναβη̃ναι λαοὺς ἀντ' αὐτω̃ν
21 ἀλλὰ φύλαξαι μὴ πράξη̨ς ἄτοπα ἐπὶ του̃τον γὰρ ἐξείλω ἀπὸ πτωχείας
22 ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτου̃ τίς γάρ ἐστιν κατ' αὐτὸν δυνάστης
23 τίς δέ ἐστιν ὁ ἐτάζων αὐτου̃ τὰ ἔργα ἢ τίς ὁ εἴπας ἔπραξεν ἄδικα
24 μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτου̃ τὰ ἔργα ὡ̃ν ἠ̃ρξαν ἄνδρες
25 πα̃ς ἄνθρωπος εἰ̃δεν ἐν ἑαυτω̨̃ ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί
26 ἰδοὺ ὁ ἰσχυρὸς πολύς καὶ οὐ γνωσόμεθα ἀριθμὸς ἐτω̃ν αὐτου̃ καὶ ἀπέραντος
27 ἀριθμηταὶ δὲ αὐτω̨̃ σταγόνες ὑετου̃ καὶ ἐπιχυθήσονται ὑετω̨̃ εἰς νεφέλην
28 ῥυήσονται παλαιώματα ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτω̃ν
29 καὶ ἐὰν συνη̨̃ ἀπεκτάσεις νεφέλης ἰσότητα σκηνη̃ς αὐτου̃
30 ἰδοὺ ἐκτείνει ἐπ' αὐτὸν ηδω καὶ ῥιζώματα τη̃ς θαλάσσης ἐκάλυψεν
31 ἐν γὰρ αὐτοι̃ς κρινει̃ λαούς δώσει τροφὴν τω̨̃ ἰσχύοντι
32 ἐπὶ χειρω̃ν ἐκάλυψεν φω̃ς καὶ ἐνετείλατο περὶ αὐτη̃ς ἐν ἀπαντω̃ντι
33 ἀναγγελει̃ περὶ αὐτου̃ φίλον αὐτου̃ κτη̃σις καὶ περὶ ἀδικίας
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.