1 ὑπολαβὼν δὲ Ελιους λέγει |
2 ἀκούσατέ μου σοφοί ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν |
3 ὅτι οὐ̃ς λόγους δοκιμάζει καὶ λάρυγξ γεύεται βρω̃σιν |
4 κρίσιν ἑλώμεθα ἑαυτοι̃ς γνω̃μεν ἀνὰ μέσον ἑαυτω̃ν ὅ τι καλόν |
5 ὅτι εἴρηκεν Ιωβ δίκαιός εἰμι ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα |
6 ἐψεύσατο δὲ τω̨̃ κρίματί μου βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας |
7 τίς ἀνὴρ ὥσπερ Ιωβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ |
8 οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδου̃ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα του̃ πορευθη̃ναι μετὰ ἀσεβω̃ν |
9 μὴ γὰρ εἴπη̨ς ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός καὶ ἐπισκοπὴ αὐτω̨̃ παρὰ κυρίου |
10 διό συνετοὶ καρδίας ἀκούσατέ μου μή μοι εἴη ἔναντι κυρίου ἀσεβη̃σαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον |
11 ἀλλὰ ἀποδιδοι̃ ἀνθρώπω̨ καθὰ ποιει̃ ἕκαστος αὐτω̃ν καὶ ἐν τρίβω̨ ἀνδρὸς εὑρήσει αὐτόν |
12 οἴη̨ δὲ τὸν κύριον ἄτοπα ποιήσειν ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν |
13 ὃς ἐποίησεν τὴν γη̃ν τίς δέ ἐστιν ὁ ποιω̃ν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα |
14 εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνευ̃μα παρ' αὐτω̨̃ κατασχει̃ν |
15 τελευτήσει πα̃σα σὰρξ ὁμοθυμαδόν πα̃ς δὲ βροτὸς εἰς γη̃ν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη |
16 εἰ δὲ μὴ νουθετη̨̃ ἄκουε ταυ̃τα ἐνωτίζου φωνὴν ῥημάτων |
17 ἰδὲ σὺ τὸν μισου̃ντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον |
18 ἀσεβὴς ὁ λέγων βασιλει̃ παρανομει̃ς ἀσεβέστατε τοι̃ς ἄρχουσιν |
19 ὃς οὐκ ἐπη̨σχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἰ̃δεν τιμὴν θέσθαι ἁδροι̃ς θαυμασθη̃ναι πρόσωπα αὐτω̃ν |
20 κενὰ δὲ αὐτοι̃ς ἀποβήσεται τὸ κεκραγέναι καὶ δει̃σθαι ἀνδρός ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων |
21 αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων λέληθεν δὲ αὐτὸν οὐδὲν ὡ̃ν πράσσουσιν |
22 οὐδὲ ἔσται τόπος του̃ κρυβη̃ναι τοὺς ποιου̃ντας τὰ ἄνομα |
23 ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι ὁ γὰρ κύριος πάντας ἐφορα̨̃ |
24 ὁ καταλαμβάνων ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός |
25 ὁ γνωρίζων αὐτω̃ν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται |
26 ἔσβεσεν δὲ ἀσεβει̃ς ὁρατοὶ δὲ ἐναντίον αὐτου̃ |
27 ὅτι ἐξέκλιναν ἐκ νόμου θεου̃ δικαιώματα δὲ αὐτου̃ οὐκ ἐπέγνωσαν |
28 του̃ ἐπαγαγει̃ν ἐπ' αὐτὸν κραυγὴν πένητος καὶ κραυγὴν πτωχω̃ν εἰσακούσεται |
29 καὶ αὐτὸς ἡσυχίαν παρέξει καὶ τίς καταδικάσεται καὶ κρύψει πρόσωπον καὶ τίς ὄψεται αὐτόν καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμου̃ |
30 βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαου̃ |
31 ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων εἴληφα οὐκ ἐνεχυράσω |
32 ἄνευ ἐμαυτου̃ ὄψομαι σὺ δει̃ξόν μοι εἰ ἀδικίαν ἠργασάμην οὐ μὴ προσθήσω |
33 μὴ παρὰ σου̃ ἀποτείσει αὐτήν ὅτι ἀπώση̨ ὅτι σὺ ἐκλέξη̨ καὶ οὐκ ἐγώ καὶ τί ἔγνως λάλησον |
34 διὸ συνετοὶ καρδίας ἐρου̃σιν ταυ̃τα ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥη̃μα |
35 Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν τὰ δὲ ῥήματα αὐτου̃ οὐκ ἐν ἐπιστήμη̨ |
36 οὐ μὴν δὲ ἀλλὰ μάθε Ιωβ μὴ δω̨̃ς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες |
37 ἵνα μὴ προσθω̃μεν ἐφ' ἁμαρτίαις ἡμω̃ν ἀνομία δὲ ἐφ' ἡμι̃ν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον του̃ κυρίου |