Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΩΒ, κεφαλίς 15

ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς
ἐλέγχων ἐν ῥήμασιν οἱ̃ς οὐ δει̃ ἐν λόγοις οἱ̃ς οὐδὲν ὄφελος
οὐ καὶ σὺ ἀπεποιήσω φόβον συνετελέσω δὲ ῥήματα τοιαυ̃τα ἔναντι του̃ κυρίου
ἔνοχος εἰ̃ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστω̃ν
ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου
τί γάρ μὴ πρω̃τος ἀνθρώπων ἐγενήθης ἢ πρὸ θινω̃ν ἐπάγης
ἠ̃ σύνταγμα κυρίου ἀκήκοας εἰς δὲ σὲ ἀφίκετο σοφία
τί γὰρ οἰ̃δας ὃ οὐκ οἴδαμεν ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμει̃ς
10 καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμι̃ν βαρύτερος του̃ πατρός σου ἡμέραις
11 ὀλίγα ὡ̃ν ἡμάρτηκας μεμαστίγωσαι μεγάλως ὑπερβαλλόντως λελάληκας
12 τί ἐτόλμησεν ἡ καρδία σου ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου
13 ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαυ̃τα
14 τίς γὰρ ὢν βροτός ὅτι ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός
15 εἰ κατὰ ἁγίων οὐ πιστεύει οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτου̃
16 ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ πίνων ἀδικίας ἴσα ποτω̨̃
17 ἀναγγελω̃ δέ σοι ἄκουέ μου ἃ δὴ ἑώρακα ἀναγγελω̃ σοι
18 ἃ σοφοὶ ἐρου̃σιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτω̃ν
19 αὐτοι̃ς μόνοις ἐδόθη ἡ γη̃ καὶ οὐκ ἐπη̃λθεν ἀλλογενὴς ἐπ' αὐτούς
20 πα̃ς ὁ βίος ἀσεβου̃ς ἐν φροντίδι ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστη̨
21 ὁ δὲ φόβος αὐτου̃ ἐν ὠσὶν αὐτου̃ ὅταν δοκη̨̃ ἤδη εἰρηνεύειν ἥξει αὐτου̃ ἡ καταστροφή
22 μὴ πιστευέτω ἀποστραφη̃ναι ἀπὸ σκότους ἐντέταλται γὰρ ἤδη εἰς χει̃ρας σιδήρου
23 κατατέτακται δὲ εἰς σι̃τα γυψίν οἰ̃δεν δὲ ἐν ἑαυτω̨̃ ὅτι μένει εἰς πτω̃μα ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει
24 ἀνάγκη δὲ καὶ θλι̃ψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων
25 ὅτι ἠ̃ρκεν χει̃ρας ἐναντίον του̃ κυρίου ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν
26 ἔδραμεν δὲ ἐναντίον αὐτου̃ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτου̃
27 ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτου̃ ἐν στέατι αὐτου̃ καὶ ἐποίησεν περιστόμιον ἐπὶ τω̃ν μηρίων
28 αὐλισθείη δὲ πόλεις ἐρήμους εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους ἃ δὲ ἐκει̃νοι ἡτοίμασαν ἄλλοι ἀποίσονται
29 οὔτε μὴ πλουτισθη̨̃ οὔτε μὴ μείνη̨ αὐτου̃ τὰ ὑπάρχοντα οὐ μὴ βάλη̨ ἐπὶ τὴν γη̃ν σκιὰν
30 οὐδὲ μὴ ἐκφύγη̨ τὸ σκότος τὸν βλαστὸν αὐτου̃ μαράναι ἄνεμος ἐκπέσοι δὲ αὐτου̃ τὸ ἄνθος
31 μὴ πιστευέτω ὅτι ὑπομενει̃ κενὰ γὰρ ἀποβήσεται αὐτω̨̃
32 ἡ τομὴ αὐτου̃ πρὸ ὥρας φθαρήσεται καὶ ὁ ῥάδαμνος αὐτου̃ οὐ μὴ πυκάση̨
33 τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας
34 μαρτύριον γὰρ ἀσεβου̃ς θάνατος πυ̃ρ δὲ καύσει οἴκους δωροδεκτω̃ν
35 ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας ἀποβήσεται δὲ αὐτω̨̃ κενά ἡ δὲ κοιλία αὐτου̃ ὑποίσει δόλον

ΙΩΒ, κεφαλίς 16

ὑπολαβὼν δὲ Ιωβ λέγει
ἀκήκοα τοιαυ̃τα πολλά παρακλήτορες κακω̃ν πάντες
τί γάρ μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνη̨
κἀγὼ καθ' ὑμα̃ς λαλήσω εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμω̃ν ἀντὶ τη̃ς ἐμη̃ς εἰ̃τ' ἐναλου̃μαι ὑμι̃ν ῥήμασιν κινήσω δὲ καθ' ὑμω̃ν κεφαλήν
εἴη δὲ ἰσχὺς ἐν τω̨̃ στόματί μου κίνησιν δὲ χειλέων οὐ φείσομαι
ἐὰν γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραυ̃μα ἐὰν δὲ καὶ σιωπήσω τί ἔλαττον τρωθήσομαι
νυ̃ν δὲ κατάκοπόν με πεποίηκεν μωρόν σεσηπότα
καὶ ἐπελάβου μου εἰς μαρτύριον ἐγενήθη καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψευ̃δός μου κατὰ πρόσωπόν μου ἀνταπεκρίθη
ὀργη̨̃ χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας βέλη πειρατω̃ν αὐτου̃ ἐπ' ἐμοὶ ἔπεσεν
10 ἀκίσιν ὀφθαλμω̃ν ἐνήλατο ὀξει̃ ἔπαισέν με εἰς σιαγόνα ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμοί
11 παρέδωκεν γάρ με ὁ κύριος εἰς χει̃ρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με
12 εἰρηνεύοντα διεσκέδασέν με λαβών με τη̃ς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν
13 ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γη̃ν τὴν χολήν μου
14 κατέβαλόν με πτω̃μα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι
15 σάκκον ἔρραψα ἐπὶ βύρσης μου τὸ δὲ σθένος μου ἐν γη̨̃ ἐσβέσθη
16 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμου̃ ἐπὶ δὲ βλεφάροις μου σκιά
17 ἄδικον δὲ οὐδὲν ἠ̃ν ἐν χερσίν μου εὐχὴ δέ μου καθαρά
18 γη̃ μὴ ἐπικαλύψη̨ς ἐφ' αἵματι τη̃ς σαρκός μου μηδὲ εἴη τόπος τη̨̃ κραυγη̨̃ μου
19 καὶ νυ̃ν ἰδοὺ ἐν οὐρανοι̃ς ὁ μάρτυς μου ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις
20 ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον ἔναντι δὲ αὐτου̃ στάζοι μου ὁ ὀφθαλμός
21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τω̨̃ πλησίον αὐτου̃
22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν ὁδω̨̃ δέ ἡ̨̃ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι

ΙΩΒ, κεφαλίς 17

ὀλέκομαι πνεύματι φερόμενος δέομαι δὲ ταφη̃ς καὶ οὐ τυγχάνω
λίσσομαι κάμνων καὶ τί ποιήσας
ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι τίς ἐστιν οὑ̃τος τη̨̃ χειρί μου συνδεθήτω
ὅτι καρδίαν αὐτω̃ν ἔκρυψας ἀπὸ φρονήσεως διὰ του̃το οὐ μὴ ὑψώση̨ς αὐτούς
τη̨̃ μερίδι ἀναγγελει̃ κακίας ὀφθαλμοὶ δέ μου ἐφ' υἱοι̃ς ἐτάκησαν
ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν γέλως δὲ αὐτοι̃ς ἀπέβην
πεπώρωνται γὰρ ἀπὸ ὀργη̃ς οἱ ὀφθαλμοί μου πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων
θαυ̃μα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτω̨ δίκαιος δὲ ἐπὶ παρανόμω̨ ἐπανασταίη
σχοίη δὲ πιστὸς τὴν ἑαυτου̃ ὁδόν καθαρὸς δὲ χει̃ρας ἀναλάβοι θάρσος
10 οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δευ̃τε δή οὐ γὰρ εὑρίσκω ἐν ὑμι̃ν ἀληθές
11 αἱ ἡμέραι μου παρη̃λθον ἐν βρόμω̨ ἐρράγη δὲ τὰ ἄρθρα τη̃ς καρδίας μου
12 νύκτα εἰς ἡμέραν ἔθηκαν φω̃ς ἐγγὺς ἀπὸ προσώπου σκότους
13 ἐὰν γὰρ ὑπομείνω ἅ̨δης μου ὁ οἰ̃κος ἐν δὲ γνόφω̨ ἔστρωταί μου ἡ στρωμνή
14 θάνατον ἐπεκαλεσάμην πατέρα μου εἰ̃ναι μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν
15 που̃ οὐ̃ν μου ἔτι ἐστὶν ἡ ἐλπίς ἠ̃ τὰ ἀγαθά μου ὄψομαι
16 ἠ̃ μετ' ἐμου̃ εἰς ἅ̨δην καταβήσονται ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα

ΙΩΒ, κεφαλίς 18

ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
μέχρι τίνος οὐ παύση̨ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν
διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου
κέχρηταί σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνη̨ς ἀοίκητος ἡ ὑπ' οὐρανόν ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
καὶ φω̃ς ἀσεβω̃ν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτω̃ν ἡ φλόξ
τὸ φω̃ς αὐτου̃ σκότος ἐν διαίτη̨ ὁ δὲ λύχνος ἐπ' αὐτω̨̃ σβεσθήσεται
θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτου̃ σφάλαι δὲ αὐτου̃ ἡ βουλή
ἐμβέβληται δὲ ὁ ποὺς αὐτου̃ ἐν παγίδι ἐν δικτύω̨ ἑλιχθείη
ἔλθοισαν δὲ ἐπ' αὐτὸν παγίδες κατισχύσει ἐπ' αὐτὸν διψω̃ντας
10 κέκρυπται ἐν τη̨̃ γη̨̃ σχοινίον αὐτου̃ καὶ ἡ σύλλημψις αὐτου̃ ἐπὶ τρίβων
11 κύκλω̨ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτου̃ ἔλθοισαν ἐν λιμω̨̃ στενω̨̃
12 πτω̃μα δὲ αὐτω̨̃ ἡτοίμασται ἐξαίσιον
13 βρωθείησαν αὐτου̃ κλω̃νες ποδω̃ν κατέδεται δὲ τὰ ὡραι̃α αὐτου̃ θάνατος
14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτου̃ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτία̨ βασιλικη̨̃
15 κατασκηνώσει ἐν τη̨̃ σκηνη̨̃ αὐτου̃ ἐν νυκτὶ αὐτου̃ κατασπαρήσονται τὰ εὐπρεπη̃ αὐτου̃ θείω̨
16 ὑποκάτωθεν αἱ ῥίζαι αὐτου̃ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσει̃ται θερισμὸς αὐτου̃
17 τὸ μνημόσυνον αὐτου̃ ἀπόλοιτο ἐκ γη̃ς καὶ ὑπάρχει ὄνομα αὐτω̨̃ ἐπὶ πρόσωπον ἐξωτέρω
18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος
19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαω̨̃ αὐτου̃ οὐδὲ σεσω̨σμένος ἐν τη̨̃ ὑπ' οὐρανὸν ὁ οἰ̃κος αὐτου̃ ἀλλ' ἐν τοι̃ς αὐτου̃ ζήσονται ἕτεροι
20 ἐπ' αὐτω̨̃ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαυ̃μα
21 οὑ̃τοί εἰσιν οἰ̃κοι ἀδίκων οὑ̃τος δὲ ὁ τόπος τω̃ν μὴ εἰδότων τὸν κύριον
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.